§3.14.15ἔχει δὲ διαφορὰς πολλάς, 15 καθάπερ ἡ κοιλία, καὶ τοῦτο τὸ μόριον.
15 这个部位也像胃一样,有许多差异。
τοῖς μὲν γὰρ ἀπλοῦν ἐστὶ καὶ ὅμοιον ἀναλυόμενον, τοῖς δʼ ἀνόμοιον· ἐνίοις μὲν γὰρ εὐρύτερον τὸ πρὸς τῇ κοιλίᾳ, τὸ δὲ πρὸς τῷ τέλει στενώτερον (διόπερ αἱ κύνες μετὰ πόνου προΐενται τὴν τοιαύτην περίττωσιν), τοῖς δὲ πλείοσιν ἄνωθεν στενώτερον, πρὸς τῷ τέλει δʼ εὐρύτερον.
因为在一些动物中,它是简单且解开时均一的,但在另一些中则不均一;因为在某些动物中,靠近胃的部分较宽,而靠近末端的部分较窄(因此狗在排泄此类残留物时很痛苦),但在大多数动物中,则是上方较窄,靠近末端较宽。
§3.14.16μείζω δὲ καὶ ἀναδιπλώσεις ἔχοντα πολλὰς 16 τὰ τῶν κερατοφόρων ἐστί, καὶ οἱ ὄγκοι τῆς κοιλίας τούτοις μείζους καὶ τῶν ἐντέρων διὰ τὸ μέγεθος· πάντα γὰρ ὡς εἰπεῖν μεγάλα τὰ κερατοφόρα διὰ τὴν κατεργασίαν τὴν τῆς τροφῆς.
16 此外,有角动物的肠道更大且有许多折叠,并且由于其体型大,这些动物的胃和肠的容量也更大;因为几乎所有有角动物的体型都很大,这是为了加工食物的缘故。
§3.14.17πᾶσι δὲ τοῖς μὴ εὐθυεντέροις 17 προῖοῦσιν εὐρύτερον γίνεται τὸ μὸριον τοῦτο, καὶ τὸ καλούμενον κόλον ἔχουσι, καὶ τοῦ ἐντέρου τυφλόν τι καὶ ὀγκῶδες, εἶτʼ ἐκ τούτου πάλιν στενώτερον καὶ εἱλιγμένον.
17 在所有非直肠动物中,随着(肠道)向前延伸,这个部位变得更宽,它们拥有所谓的结肠,以及肠道中某种盲状且膨大的部分,然后从这里开始再次变得更窄且盘旋。
τὸ δὲ μετὰ τοῦτο εὐθὺ πρὸς τὴν ἔξοδον διατείνει τοὺ περιττώματος, καὶ τοῖς μὲν τοῦτο τὸ μόριον, ὁ καλούμενος ἀρχός, κνισώδης ἐστί, τοῖς δʼ ἀπίμελος.
此后的部分则直通向残留物的出口,在某些动物中,这个部位,即所谓的直肠,是多脂的,而在另一些中则是无脂的。
§3.14.1818 πάντα δὲ ταύτα μεμηχάνηται τῇ φύσει πρὸς τὰς ἁρμοττούσας ἐργασίας περὶ τὴν τροφὴν καὶ τοῦ γινομένου περιττώματος.
18 所有这些都是自然为了关于食物和产生的残留物的适当加工而设计的。
προϊόντι γὰρ καὶ καταβαίνοντι τῷ περιττώματι εὐρυχωρία γίνεται, καὶ πρὸς τὸ μεταβάλλειν ἱσταμένῳ τοῖς εὐ εὐχιλοτέροις τῶν ζῴων καὶ πλείονος δεομένοις τροφῆς, διὰ τὸ μέγεθος ἢ τὴν θερμότητα τῶν τόπων.
因为随着残留物向前移动和下降,产生了一个宽敞的空间,并且对于那些更多汁液且需要更多食物的动物来说,由于这些部位的体积或热量,它会停留在那里以进行转化。
εἶτʼ ἐντεῦθεν πάλιν, ὥσπερ ἀπὸ τῆς ἄνω κοιλίας δέχεται στενώτερον ἔντερον, οὕτως ἐκ τοῦ κώλου καὶ τῆς εὐρυχωρίας ἐν τῇ κάτω κοιλίᾳ πάλιν εἰς στενώτερον ἔρχεται καὶ εἰς τὴν ἕλικα τὸ περίττωμα ἐξικμασμένον πάμπαν, ὅπως ταμιεύηται ἡ φύσις καὶ μὴ ἀθρόος ᾖ ἡ ἔξοδος τοῦ περιττώματος.
然后从这里再次,正如较窄的肠从上胃接收一样,残留物在水分被完全抽干后,从结肠和下胃的宽敞空间再次进入较窄的部分和盘旋处,以便自然可以对其进行调配,使残留物的排出不至于一次性全部发生。
§3.14.1919 ὅσα μὲν οὖν εἶναι δεῖ τῶν ζῴων σωφρονέστερα πρὸς τὴν τῆς τροφῆς ποίησιν εὐρυχωρίας μὲν οὐκ ἔχει μεγάλας κατὰ τὴν κάτω κοιλίαν, ἕλικας δʼ ἔχει πλείους καὶ οὐκ εὐθυέντερά ἐστιν.
19 因此,那些在食物摄取方面必须更加节制的动物,在下胃中并没有宽大的空间,而是有更多的盘旋,并且不是直肠的。
ἡ μὲν γὰρ εὐρυχωρία ποιεῖ πλήθους ἐπιθυμίαν, ἡ δʼ εὐθύτης ταχυτῆτα ἐπιθυμίας· διόπερ ὅσα τῶν ζῴων ἢ ἁπλᾶς ἔχει ἢ εὐρυχώρους τὰς ὑποδοχάς, τὰ μὲν εἰς πλῆθος γαστρίμαργα τὰ δʼ εἰς τάχος ἐστίν.
因为宽敞的空间会产生对数量的欲望,而直肠则会产生欲望的速度;因此,在那些接收器要么简单要么宽敞的动物中,有些在数量上是贪婪的,而另一些则在速度上是贪婪的。
§3.14.2020 ἐπεὶ δʼ ἐν τῇ ἄνω μὲν κοιλίᾳ κατὰ τὴν πρώτην εἴσοδον τῆς τροφῆς νεαρὰν ἀναγκαῖον εἶναι τὴν τροφὴν, κάτω δὲ προῖοῦσαν κοπρώδη καὶ ἐξικμασμένην, ἀναγκαῖον εἶναί τι καὶ τὸ μεταξύ, ἐν μεταβάλλει καὶ οὔτʼ ἔτι πρόσφατος οὕτʼ ἤδη κόπρος.
20 既然在上胃中,在食物最初进入时,食物必须是新鲜的,但随着向下移动,它必须变成粪便样并被抽干水分,因此必然存在一个中间部分,在其中食物进行转化,既不再是新鲜的,也还不是粪便。
διὰ τοῦτο πάντα τὰ τοιαῦτα ζῴα τὴν καλουμένην ἔχει νῆστιν καὶ ἐν τῷ μετὰ τὴν κοιλίαν ἐντέρῳ τῷ λεπτῷ· τοῦτο γὰρ μεταξὺ τῆς τʼ ἄνω, ἐν ᾗ τὸ ἄπεπτον, καὶ τῆς κάτω, ἐν ᾗ τὸ ἄχρηστον ἤδη περίττωμα.
由于这个原因,所有这类动物在胃后的细肠中都拥有所谓的空肠;因为这介于含有未消化物的上部和已经含有无用残留物的下部之间。
§3.14.2121 γίνεται δʼ ἐν πᾶσι μέν, δήλη δʼ ἐν τοῖς μείζοσι καὶ νηστεύσασιν ἀλλʼ οὐκ ἐδηδοκόσιν· τότε γὰρ ἤδη μεταίχμιον γίνεται τῶν τόπων ἀμφοτέρων, ἐδηδοκότων δὲ μικρὸς ὁ καιρὸς τῆς μεταβολῆς.
21 它虽然存在于所有动物中,但在那些体型较大且处于饥饿而未进食的动物中更为明显;因为那时它已经是两个部位之间的边界,而在已进食的动物中,转化的时间很短。
τοῖς μὲν οὖν θήλεσι γίνεται ὅπου ἂν τύχῃ τοῦ ἄνω ἐντέρου ἡ νῆστις· οἱ δʼ ἄρρενες ἔχουσι πρὸ τοῦ τυφλοῦ καὶ τῆς κάτω κοιλίας.
因此,在雌性中,空肠出现在上肠的任意位置;而雄性则在盲肠和下胃之前拥有它。