§2.2.66 ὅτι δʼ ἀναγκαῖον ἔχειν ἢ αἷμα ἢ τὸ τούτῳ τὴν αὐτὴν ἔχον φύσιν, καὶ τίς ἐστιν ἡ τοῦ αἵματος φύσις, πρῶτον διελομένοις περὶ θερμοῦ καὶ ψυχροῦ, οὕτω καὶ περὶ τούτου θεωρητέον τὰς αἰτίας.
6 但是,动物必须拥有血液或具有与此相同性质的物质,以及血液的性质是什么,我们必须首先对热与冷进行区分,然后以此种方式考察其原因。
πολλῶν γὰρ ἡ φύσις ἀνάγεται πρὸς ταύτας τὰς ἀρχὰς, καὶ πολλοὶ διαμφισβητοῦσι, κοῖα θερμὰ καὶ ποῖα ψυχρὰ τῶν ζῴων τῶν μορίων.
因为许多事物的本性都归结于这些原理,而且许多人对于动物的哪些部分是热的、哪些部分是冷的争论不休。
ἔνιοι γὰρ τὰ ἔνυδρα τῶν πεζῶν θερμότερά φασιν εἶναι, λέγοντες ὡς ἐπανισοῖ τὴν ψυχρότητα τοῦ τόπου ἡ τῆς φύσεως αὐτῶν θερμότης, καὶ τὰ ἄναιμα τῶν ἐναίμον καὶ τὰ θήλεα τῶν ἀρρένων, οἷον Παρμενίδης τὰς γυναῖκας τῶν ἀνδρῶν θερμοτέρας εἶναί φησι καὶ ἕτεροί τινες, ὡς διὰ τὴν θερμότητα καὶ πολυαιμούσαις γινομένων τῶν γυναικείων, Ἐμπεδοκλῆς δὲ τοὐναντίον·
因为有人说,水生动物比陆生动物更热,认为它们天生的热度抵消了它们所处地方的寒冷,并且认为无血动物比有血动物更热,雌性比雄性更热——例如巴门尼德和其他一些人说女人比男人更热,理由是由于受热和多血才会产生月经,而恩培多克勒则持相反意见。
ἔτι δʼ αἷμα καὶ χολὴν οἱ μὲν θερμὸν ὁποτερονοῦν εἶναί φασιν αὐτῶν, οἱ δὲ ψυχρὸν.
此外,至于血液和胆汁,有人说两者中的任何一个都是热的,而另一些人则说是冷的。
§2.2.7εἰ δʼ ἔχει τοσαύτην τὸ 7 θερμὸν καὶ τὸ ψυχρὸν ἀμφισβήτησιν, τί χρὴ περὶ τῶν ἄλλων ὑπολαβεῖν;
但如果热与冷存在如此多的争议,那对于其他性质我们又该如何看待呢?
ταῦτα γὰρ ἡμῖν ἐναργέστατα τῶν περὶ τὴν αἴσθησιν.
因为在与感觉相关的事物中,这些对我们来说是最明显的。
ἔοικε δὲ διὰ τὸ πολλαχῶς λέγεσθαι τὸ θερμότεροον ταύτα συμβαίνειν· ἕκαστος γὰρ δοκεῖ τι λέγειν τἀναντία λέγων.
而这种情况之所以发生,似乎是因为“更热”有多种释义;因为每个人在说相反的话时,似乎都说出了一定的道理。
διὸ δεῖ μὴ λανθάνειν πῶς δεῖ τῶν φύσει συνεστώτων τὰ μὲν θερμὰ λέγειν τὰ δὲ ψυχρὰ καὶ τὰ μὲν ξηρὰ τὰ δʼ ὑγρά, ἐπεὶ ὅτι γʼ αἴτια ταῦτα σχεδὸν καὶ θανάτου καὶ ζωῆς ἔοικεν εἶναι φανερόν, ἔτι δʼ ὕπνου καὶ ἐγρηγόρσεως καὶ ἀκμῆς καὶ γήρως καὶ νόσου καὶ ὑγιείας, ἀλλʼ οὐ τραχύτητες καὶ λειότητες οὐδὲ βαρύτητες καὶ κουφότητες οὐδʼ ἄλλο τῶν τοιούτων οὐδὲν ὡς εἰπεῖν.
因此,我们不应忽视,对于自然构成的事物,应当以何种方式将一些称为热的、另一些称为冷的,以及一些称为干燥的、另一些称为湿润的,因为这些性质几乎可以说是生与死的起因,这似乎是显而易见的,而且它们也是睡眠与醒觉、盛年与衰老、疾病与健康的起因,而粗糙与光滑、沉重与轻盈,或者其他任何此类性质,可以说是完全不起这种作用的。
καὶ τούτʼ εὐλόγως συμβέβηκεν· καθάπερ γὰρ ἐν ἑτέροις εἴρηται πρότερον, ἀρχαὶ τῶν φυσικῶν στοιχείων αὗταί εἰσι, θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν.
这发生得合乎情理;因为正如先前在其他著作中所说的,这些性质—— 热与冷、干与湿——正是自然元素的原理。
§2.2.8πότερον οὖν ἀπλῶς λέγεται τὸ θερμὸν ἢ 8 πλεοναχῶς;
那么,“热”是单义地被表述,还是 8 多义地被表述?
δεῖ δὴ λαβεῖν τί ἔργον τοῦ θερμοτέρου, ἢ πόσα, εἰ πλείω.
因此,我们必须把握更热者的功能是什么,或者如果有多个功能,它们共有多少个。
ἕνα μὲν δὴ τρόπον λέγεται μᾶλλον θερμὸν ὑφ᾿ οὗ μᾶλλον θερμαίνεται τὸ ἁπτόμενον, ἄλλως δὲ τὸ μᾶλλον αἴσθησιν ἐμποιοῦν ἐν τῷ θιγγάνειν, καὶ τοῦτʼ, ἐὰν μετὰ λύπης.
在一种方式中,凡是能使触及它的事物变得更热的,就被称为更热;在另一种方式中,则是在接触时能产生更强感觉的,尤其是在伴随着痛苦的情况下。
ἔστι δʼ ὅτε δοκεῖ τοῦτʼ εἶναι ψεῦδος· ἐνίοτε γὰρ ἡ ἕξις αἰτία τού ἀλγεῖν αἰσθανομένοις.
但有时这似乎是错误的;因为有时感知者的自身状态才是产生痛苦的原因。
ἔτι τὸ τηκτικώτερον τού τηκτοῦ καὶ τού καυστοῦ καυστικώτερον.
此外,还有指更能熔化可熔物、更能燃烧可燃物的。
ἔτι ἐὰν ᾖ τὸ μὲν πλέον τὸ δʼ ἔλαττον τὸ αὐτό, τὸ πλέον τού ἐλάττονος θερμότερον.
此外,如果同一种物质一多一少,则多者比少者更热。
πρὸς δὲ τούτοις δυοῖν τὸ μὴ ταχέως ψυχόμενον ἀλλὰ βραδέως θερμότερον, καὶ τὸ θάττον θερμαινόμενον τοῦ θερμαινομένου βραδέως θερμότερον εἶναι τὴν φύσιν φαμέν, ὡς τὸ μὲν ἐναντίον, ὅτι πόρρω, τὸ δʼ ὅμοιον, ὅτι ἐγγύς.
除此以外,对于两者,我们说不易快速冷却而冷却缓慢者更热,而比受热缓慢者更容易快速受热者在天性上更热;因为前者远离相反属性,而后者接近相同属性。
§2.2.9λέγεται μὲν οὖν 9 εἰ μὴ πλεοναχῶς, ἀλλὰ τοσαυταχῶς ἕτερον ἑτέρου θερμότερον· τούτους δὲ τοὺς τρόπους ἀδύνατον ὑπάρχειν τῷ αὐτῷ πάντας.
因此,一物比另一物更热,即使不算是多义地被表述,也至少是在如此多的方式中被表述;但这些方式不可能同时存在于同一事物中。
θερμαίνει μὲν γὰρ μᾶλλον τὸ ζέον ὕδωρ τῆς φλογός, καίει δὲ καὶ τήκει τὸ καυστὸν καὶ τηκτὸν ἡ φλόξ, τὸ δʼ ὕδωρ οὐδέν.
因为沸水比火焰更具加热能力,但火焰能燃烧和熔化可燃物及可熔物,而水则什么也做不了。
ἔτι θερμότερον μὲν τὸ ζέον ὕδωρ ἢ πῦρ ὀλίγον, ψύχεται δὲ καὶ θάττον καὶ μᾶλλον τὸ θερμὸν ὕδωρ μικροῦ πυρός· οὐ γὰρ γίνεται ψυχρὸν πῦρ, ὕδωρ δὲ γίνεται πᾶν.
此外,沸水比微火更热,但温水比微火冷却得既快又彻底;因为火不会变冷,而所有的水都会变冷。
ἔτι θερμότερον μὲν κατὰ τὴν ἁφὴν τὸ ζέον ὕδωρ, ψύχεται δὲ θάττον καὶ πήγνυται τού ἐλαίου.
此外,沸水在触觉上比油更热,但比油冷却得更快且更容易凝固。
ἔτι τὸ αἷμα κατὰ μὲν τὴν ἁφὴν θερμότερον ὕδατος καὶ ἐλαίου, πήγνυται δὲ θάττον.
此外,血液在触觉上比水和油更热,但凝固得更快。
ἔτι λίθοι καὶ σίδηρος καὶ τὰ τοιαῦτα θερμαίνεται μὲν βραδύτερον ὕδατος, καίει δὲ θερμανθέντα μᾶλλον.
此外,石头、铁及此类物质受热比水慢,但一旦受热,其灼烧度更大。