Humanitext Reader

亚里士多德 · 动物的诸部分 §2.2.10-2.2.15

本性之热与偶性之热的区分

第 16 段,共 84 段 · 希腊语

内容简介

本文讨论了本质上的热与偶然属性上的热之间的区别,并通过血液、火、可燃物和凝固特性等例子,梳理了判定温热的多重标准,最后对温与冷的界定进行了总结。

§2.2.1010 πρὸς δὲ τούτοις τῶν λεγομένων θερμῶν τὰ μὲν ἀλλοτρίαν ἔχει τὴν θερμότητα τὰ δʼ οἰκείαν, διαφέρει δὲ τὸ θερμὸν εἶναι οὕτως ἢ ἐκείνως πλεῖστον·
10 除此之外,在被称为热的事物中,一些具有外来的热,另起一些具有固有的热,而以这种方式或那种方式为热,其差别极大。
ἐγγὺς γὰρ τοῦ κατὰ συμβεβηκὸς εἶναι θερμὸν ἀλλὰ μὴ καθʼ αὑτὸ θάτερον αὐτῶν, ὥσπερ ἂν εἴ τις λέγοι, εἰ συμβεβηκὸς εἴη τῷ πυρέττοντι εἶναι μουσικῷ, τὸν μουσικὸν εἶναι θερμότερον ἢ τὸν μεθʼ ὑγιείας θερμόν.
因为它们中的一个接近于因偶然属性而热,而不是因其自身而热——正如人们可能会说,如果发烧者碰巧是个音乐家,那么音乐家就比健康而温暖的人更热。
§2.2.1111 ἐπεὶ δʼ ἐστὶ τὸ μὲν καθʼ αὑτὸ θερμὸν τὸ δὲ κατὰ συμβεβηκὸς, ψύχεται μὲν βραδύτερον τὸ καθʼ αὑτό, θερμαίνει δὲ μᾶλλον πολλάκις τὴν αἴσθησιν τὸ κατὰ συμβεβηκός· καὶ πάλιν καίει μὲν μᾶλλον τὸ καθʼ αὐτὸ θερμὸν, οἷον ἡ φλὸξ τοῦ ὕδατος τοῦ ζέοντος, θερμαίνει δὲ κατὰ τὴν ἁφὴν τὸ ζέον μᾶλλον, τὸ κατὰ συμβεβηκὸς θερμὸν.
11 既然有因自身而热的,也有因偶然属性而热的,那么因自身而热的冷却得较慢,而因偶然属性而热的往往更强烈地温暖感觉;另一方面,因自身而热的灼烧得更厉害,例如火焰比沸水更甚,但沸水 ——即因偶然属性而热者——在触觉上更温暖。
ὥστε φανερὸν ὅτι τὸ κρῖναι δυοῖν πότερον θερμότερον οὐχ ἁπλοῦν· ὡδὶ μὲν γὰρ τόδε ἔσται θερμότερον, ὡδὶ δὲ θάτερον.
因此,显而易见,判断两者中哪一个更热并不是件简单的事;因为在这方面此物更热,而在那方面彼物更热。
§2.2.1212 ἕνια δὲ τῶν τοιούτων οὐδʼ ἔστιν ἁκλῶς εἰπεῖν ὅτι θερμὸν ἢ μὴ θερμόν.
12 而此类事物中的一些,甚至不能简单地说是热还是不热。
ὃ μὲν γάρ ποτε τυγχάνει ὂν τὸ ὑποκείμενον, οὐ θερμόν, συνδυαζόμενον δὲ θερμὸν, οἷον εἴ τις θεῖτο ὄνομα ὕδατι ἢ σιδήρῳ θερμῷ.
因为作为基质的事物本身不论在何时都不是热的,而是结合在一起时才是热的,就像人们给热水或热铁起个名字一样。
τοῦτον γὰρ τὸν τρόπον τὸ αἷμα θερμὸν ἐστιν.
因为血液就是以这种方式而热的。
καὶ ποιεῖ δὲ φανερὸν ἐν τοῖς τοιούτοις ὅτι τὸ ψυχρὸν φύσις τις ἀλλʼ οὐ στέρησίς ἐστιν, ἐν ὅσοις τὸ ὑποκείμενον κατὰ πάθος θερμόν ἐστιν.
而且在所有基质因受动而热的事物中,此类情况表明冷是一种本性,而非缺失。
§2.2.13τάχα δὲ καὶ ἡ τοῦ πυρὸς φύσις, εἰ 13 ἔτυχε, τοιαύτη τις ἐστίν· ἴσως γὰρ τὸ ὑποκείμενόν ἐστιν ἢ καπνὸς ἢ ἄνθραξ, ὧν τὸ μὲν ἀεὶ θερμὸν (ἀναθυμίασις γὰρ ὁ καπνός), ὁ δʼ ἄνθραξ ἀποσβεσθεὶς ψυχρὸς.
13 也许火的本性碰巧也是这样的一种东西;因为其基质也许是烟或炭,其中前者总是热的(因为烟是蒸发物),而炭在熄灭后是冷的。
ἔλαιον δὲ καὶ πεύκη γένοιτʼ ἂν ψυχρά.
而油和松木也可能变冷。
ἔχει δὲ θερμότητα καὶ τὰ πυρωσθέντα πάντα σχεδόν, οἷον κονία καὶ τέφρα, καὶ τὰ ὑποστήματα τῶν ζῴων, καὶ τῶν περιττωμάτων ἡ χολὴ, τῷ ἐμπεπυρεῦσθαι καὶ ἐγκαταλελεῖφθαί τι ἐν αὐτοῖς θερμόν.
几乎所有经过火烧的事物都具有热,例如碱水和灰,以及动物的残留物,而在排泄物中如胆汁,乃是因为曾被加热且其中留存有某种热。
ἄλλον δὲ τρόπον θερμὸν πεύκη καὶ τὰ πίονα, τῷ ταχύ μεταβάλλειν εἰς ἐνέργειαν πυρός.
但松木和多脂物以另一种方式而热,即由于快速转化为火的现实态。
δοκεῖ δὲ τὸ θερμὸν καὶ πηγνύναι καὶ τήκειν.
而热似乎既能凝固也能融化。
§2.2.14ὅσα μὲν οὖν ὕδατος μόνον, 14 ταῦτα πήγνυσι τὸ ψυχρὸν, ὅσα δὲ γῆς, τὸ πῦρ· καὶ τῶν θερμῶν πήγνυται ὑπὸ ψυχροῦ ταχὺ μὲν ὅσα γῆς μᾶλλον, καὶ ἀλύτως, λυτῶς δʼ, ὅσα ὕδατος.
14 凡是仅由水构成的,冷使其凝固,而由土构成的,火使其凝固;而在热的事物中,偏于土的在冷的作用下会迅速且不可逆地凝固,而偏于水的则可逆地凝固。
ἀλλὰ περὶ μὲν τούτων ἐν ἑτέροις διώρισται σαφέστερον, ποῖα τὰ πηκτά, καὶ πήγνυται διὰ τίνας αἰτίας.
但关于这些,在其他著作中已更清楚地阐明了哪些是可凝固的,以及因为什么原因而凝固。
τὸ δὲ τί θερμὸν καὶ ποῖον θερμότερον, ἐπειδὴ λέγεται πλεοναχῶς, οὐ τὸν αὐτὸν τρόπον ὑπάρξει πᾶσιν, ἀλλὰ προσδιοριστέον ὅτι καθʼ αὐτὸ μὲν τόδε, κατὰ συμβεβηκὸς δὲ πολλάκις θάτερον, ἔτι δὲ δυνάμει μὲν τοδί, τοδὶ δὲ κατʼ ἐνέργειαν, καὶ τόνδε μὲν τὸν τρόπον τοδί, τῷ μᾶλλον τὴν ἁφὴν θερμαίνειν, τοδὶ δὲ τῷ φλόγα ποιεῖν καὶ πυροῦν.
但是,至于什么是热、哪一个更热,既然有多种释义,就不会以相同的方式属于所有事物,而是必须进一步界定:此物是在其自身意义上,而彼物往往在偶然属性意义上;此外,此物在潜能意义上,而彼物在现实态意义上;以及,此物在这种方式上(通过更温暖触觉),而彼物在那方式上(通过产生火焰和灼烧)。
§2.2.15λεγομένου δὲ τοῦ 15 θερμοῦ πολλαχῶς, ἀκολουθήσει δῆλον ὅτι καὶ τὸ ψυχρὸν κατὰ τὸν αὐτὸν λόγον.
15 既然热有多种释义,显而易见,冷也会按相同的比例具有多种释义。
καὶ περὶ μὲν θερμοῦ καὶ ψυχροῦ καὶ τῆς ὑπεροχῆς αὐτῶν διωρίσθω τὸν τρόπον τοῦτον.
关于热和冷以及它们的超越,就以此种方式予以界定。

词汇与语法注释

  1. 2.2.10ὥσπερ ἂν εἴ τις λέγοι, εἰ συμβεβηκὸς εἴη τῷ πυρέττοντι εἶναι μουσικῷ, τὸν μουσικὸν εἶναι θερμότερον ἢ τὸν μεθʼ ὑγιείας θερμόν. — 由 ὥσπερ ἂν εἴ τις λέγοι(正如人们可能会说)引导的复杂条件句,其后支配着带宾格的不定式结构 τὸν μουσικὸν εἶναι...(音乐家是……更热的)。在此结构内部,嵌套了一个由希求语气 εἴη 和不定式 εἶναι 构成的表示偶然属性的条件从句 εἴη τῷ πυρέττοντι εἶναι μουσικῷ(如果发烧者碰巧是个音乐家)。
  2. 2.2.12ὃ μὲν γάρ ποτε τυγχάνει ὂν τὸ ὑποκείμενον — 由关系代词 ὅ 引导的名词从句 ὃ ... τυγχάνει ὂν 作为主语(或限定性表述),动词 τυγχάνω 配合分词 ὄν 表示“实际正是”。整句指代“无论何时实际作为基底的主体本身”,以此强调该主体在本质上并不是热的。
  3. 2.2.13τῷ ἐμπεπυρεῦσθαι καὶ ἐγκαταλελεῖφθαί τι ἐν αὐτοῖς θερμόν — 这是一个带与格冠词的关节不定式结构(τῷ + 不定式),用于表示灰、胆汁等事物拥有热的“原因/理由”。被动完成时不定式 ἐμπεπυρεῦσθαι(已被火烧)与 ἐγκαταλελεῖφθαι(已被留存)并列,后者以宾格的 τι ... θερμόν(某种热)作为其逻辑主语。

引用这一段

亚里士多德, 动物的诸部分 §2.2.10-2.2.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:2.2.10-2.2.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。