Humanitext Reader

亚里士多德 · 动物的诸部分 §2.2.1-2.2.5

同质部分的液态与固态分类及其性质

第 14 段,共 84 段 · 希腊语

内容简介

本文将动物的同质部分分类为液态与固态,阐明它们作为质料、营养或残留物的作用,并探讨这些部分(如血液的性质)的差异如何影响动物的生理与心理特征。

§2.2.19 Τῶν δʼ ὁμοιομερῶν μορίων ἐν τοῖς ζῴοις ἐστὶ τὰ μὲν μαλακὰ καὶ ὑγρά, τὰ δὲ σκληρὰ καὶ στερεά, ὑγρὰ μὲν ἢ ὅλως ἢ ἕως ᾶν ᾖ ἐν τῇ φύσει, οἷον αἷμα, ἰχώρ, πιμελή, στέαρ, μυελός, γονή, χολή, γάλα ἐν τοῖς ἔχουσι, σάρξ, καὶ τὰ τούτοις ἀνάλογον· οὐ γὰρ ἅπαντα τὰ ζῷα τούτων τῶν μορίων τέτευχεν, ἀλλʼ ἔνια τῶν ἀνάλογον τούτων τισίν.
在动物的同质部分中,一些是柔软且液态的,另一些是坚硬且固态的。 液态的是指完全呈液态,或者只要在自然状态下就是液态的,例如血液、浆液、软脂、硬脂、骨髓、精液、胆汁、有乳动物的乳汁、肌肉,以及与这些相应的物质;因为并非所有动物都拥有这些部分,而是有些动物拥有与其中某些部分相对应的物质。
τὰ δὲ ξηρὰ καὶ στερεὰ τῶν ὁμοιομερῶν ἐστίν, οἷον ὀστοῦν, ἄκανθα, νεῦρον, φλέψ.
而同质部分中干燥且固态的是如骨、鱼刺、腱、血管。
καὶ γὰρ τῶν ὁμοιομερῶν ἡ διαίρεσις ἔχει διαφοράν· ἔστι γὰρ ὡς ἐνίων τὸ μέρος ὁμώνυμον τῷ ὅλῳ, οἷον φλεβὸς φλέψ, ἔστι δʼ ὡς οὐχ ὁμώνυμον, ἀλλὰ προσώπου πρόσωπον οὐδαμῶς.
事实上,同质部分的分割也存在差异;因为在某些情况下,部分与整体是同名的,例如血管的部分仍是血管,而在另一些情况下则不同名,比如脸的部分绝不是脸。
§2.2.2πρῶτον 2 μὲν οὖν καὶ τοῖς ὑγροῖς μορίοις καὶ τοῖς ξηροῖς πολλοὶ τρόποι τῆς αἰτίας εἰσίν.
首先,无论对于液态部分还是干燥部分,其原因都有多种方式。
τὰ μὲν γὰρ ὡς ὕλη τῶν μερῶν τῶν ἀνομοιομερῶν ἐστίν (ἐκ τούτων γὰρ συνέστηκεν ἕκαστον τῶν ὀργανικῶν μερῶν, ἐξ ὀστῶν καὶ νεύρων καὶ σαρκῶν καὶ ἄλλωον τοιούτων συμβαλλομένων τὰ μὲν εἰς τὴν οὐσίαν τὰ δʼ εἰς τὴν ἐργασίαν), τὰ δὲ τροφὴ τούτοις τῶν ὑγρῶν ἐστί (πάντα γὰρ ἐξ ὑγροῦ λαμβάνει τὴν αὔξησιν), τὰ δὲ περιττωματα συμβέβηκεν εἶναι τούτων, οἷον τὴν τε τῆς ξηρᾶς τροφῆς ὑπόστασιν καὶ τὴν τῆς ὑγρᾶς τοῖς ἔχουσι κύστιν.
因为有些部分作为异质部分的质料存在(因为每个器官性部分都是由这些构成的,由骨、腱、肌肉及其他此类物质组合而成,有些有助于其本质,有些有助于其功能),而液态部分中有些是这些部分的营养(因为所有事物都从液态物质中获得生长),另一些则是这些部分的残留物,例如干燥营养的沉淀物,以及有膀胱动物中用于液态营养的膀胱。
§2.2.3αὐτῶν δὲ τούτων αἱ διαφοραὶ πρὸς ἄλληλα 3 τοῦ βελτίονος ἕνεκέν εἰσιν, οἷον τῶν τε ἄλλων καὶ αἵματος πρὸς αἷμα· τὸ μὲν γὰρ λεπτότερον τὸ δὲ παχύτερον καὶ τὸ μὲν καθαρώτερόν ἐστι τὸ δὲ θολερώτερον, ἔτι δὲ τὸ μὲν ψυχρότερον τὸ δὲ θερμότερον ἔν τε τοῖς μορίοις τοῦ ἑνὸς ζῴου (τὸ γὰρ ἐν τοῖς ἄνω μέρεσι πρὸς τὰ κάτω μόρια διαφέρει ταύταις ταῖς διαφοραῖς) καὶ ἑτέρῳ πρὸς ἕτερον.
而这些部分彼此之间的差异 3 是为了更好的目的,例如其他事物以及血液与血液之间的差异;因为一种较稀,另一种较浓,一种较清,另一种较浊,此外,一种较冷,另一种较热,这既存在于单一动物的不同部分中(因为上部部分的血液在这些差异上不同于下部部分),也存在于一种动物与另一种动物之间。
καὶ ὅλως τὰ μὲν ἔναιμα τῶν ζῴων ἐστί, τὰ δʼ ἀντὶ τοῦ αἵματος ἔχει ἕτερόν τι μόριον τοιοῦτον.
总的来说,有些动物是有血的,而另一些则具有另一种与血液相对应的部分。
§2.2.4ἔστι δʼ ἰσχύος μὲν ποιητικώτερον 4 τὸ παχύτερον αἷμα καὶ θερμότερον, αίσθθητικώτερον δὲ καὶ νοερώτερον τὸ λεπτότερον καὶ ψυχρότερον.
较浓且较热的血液较能产生力量,而较稀且较冷的血液则较具感觉能力和理智能力。
τὴν αὐτὴν δʼ ἔχει διαφορὰν καὶ τῶν ἀνάλογον ὑπαρχόντων πρὸς τὸ αἷμα· διὸ καὶ μέλιτται καὶ ἄλλα τοιαύτα ζῷα φρονιμώτερα τὴν φύσιν ἐστὶν ἐναίμων πολλῶν, καὶ τῶν ἐναίμων τὰ ψυχρὸν ἔχοντα καὶ λεπτὸν αἷμα φρονιμώτερα τῶν ἐναντίων ἐστέν.
同样的差异也存在于与血液相对应的物质中;因此,蜜蜂和其他此类动物在天性上比许多有血动物更聪明,而在有血动物中,拥有寒冷且稀薄血液的动物比相反的动物更聪明。
ἄριστα δὲ τὰ θερμὸν ἔχοντα καὶ λεπτὸν καὶ καθαρὸν ἅμα γὰρ πρός τʼ ἀνδρείαν τὰ τοιαύτα καὶ πρὸς φρόνησιν ἔχει καλῶς.
最完美的是拥有既热、又稀且清澈的血液的动物;因为此类动物同时在勇敢和理智方面都处于良好状态。
διὸ καὶ τὰ ἄνω μόρια πρὸς τὰ κάτω ταύτην ἔχει τὴν διαφοράν, καὶ πρὸς τὸ θῆλυ αὖ τὸ ἄρρεν, καὶ τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ τού σώματος.
因此,上部部分与下部部分具有这种差异,雄性与雌性也是如此,身体的右侧与左侧同样如此。
§2.2.55 ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων καὶ τῶν τοιούτων μορίων καὶ τῶν ἀνομοιομερῶν ὑποληπτέον ἔχειν τὴν διαφοράν, τὰ μὲν πρὸς τὰ ἔργα καὶ τὴυ οὐσίαν ἑκάστῳ τῶν ζῴων, τὰ δὲ πρὸς τὸ βέλτιον ἢ χεῖρον, οἷον ἐχόντων ὀφθαλμοὺς ἀμφοτέρων τὰ μέν ἐστι σκληρόφθαλμα τὰ δʼ ὑγρόφθαλμα, καὶ τὰ μὲν οὐκ ἔχει βλέφαρα τὰ δʼ ἔχει πρὸς τὸ τὴν ὄψιν ἀκριβεστέραν εἶναι.
5 同样地,关于其他此类部分以及异质部分,我们必须认为它们也具有这些差异,有些是针对每种动物的功能和本质,另有些是为了更好或更坏的状态,例如在两者都拥有眼睛的情况下,一些是硬眼的,另一些是湿润眼的,一些没有眼睑,而另一些有眼睑,是为了让视觉更加精确。

词汇与语法注释

  1. §2.2.1ὑγρὰ μὲν ἢ ὅλως ἢ ἕως ἂν ᾖ ἐν τῇ φύσει — 带有 ἄν 的虚拟语气从句 ἕως 表达条件性的限制(“只要是/在……期间”)。它修饰“液态”,因为某些体液(如血液或脂肪)在排出体外后会凝固,因此它们只有在处于生体内的自然状态时才呈液态。
  2. §2.2.1ἔστι γὰρ ὡς... ἔστι δʼ ὡς — 短语 ἔστι γὰρ ὡς... ἔστι δʼ ὡς 是一种结合了无人称动词 ἔστι 和关系副词 ὡς 的习惯表达,意为“在某种情况下……而在另一种情况下……”,用于表示并列的局部情况。
  3. §2.2.2συμβαλλομένων τὰ μὲν εἰς τὴν οὐσίαν τὰ δʼ εἰς τὴν ἐργασίαν — 这是一个由分词 συμβαλλομένων 构成的属格独立结构,其逻辑主语是前文的属格名词 ὀστῶν καὶ νεύρων... 其中的 τὰ μὲν... τὰ δʼ 作为宾格(关系宾格或同格成分)发挥作用,限定这些组成部分的贡献方式。
  4. §2.2.4τῶν ἀνάλογον ὑπαρχόντων πρὸς τὸ αἷμα — 属格 τῶν ἀνάλογον ὑπαρχόντων 取决于主句中的比较概念,在此作为比较属格或部分属格。分词 ὑπαρχόντων(源自 ὑπάρχω)以无屈折变化的 ἀνάλογον 作为其表语。

引用这一段

亚里士多德, 动物的诸部分 §2.2.1-2.2.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:2.2.1-2.2.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。