§2.3.13 Ἐχόμενον δὲ καὶ περὶ ξηροῦ καὶ ὑγροῦ διελθεῖν ἀκολούθως τοῖς εἰρημένοις.
3 紧接着这些,我们必须按照已说过的讨论干与湿。
λέγεται δὲ ταύτα πλεοναχῶς, οἷον τὰ μὲν δυνάμει τὰ δʼ ἐνεργείᾳ.
而这些有多种说法,例如一些在潜能上,另一些在现实上。
κρύσταλλος γὰρ καὶ πᾶν τὸ πεπηγὸς ὑγρὸν λέγεται ξηρὸς μὲν ἐνεργείᾳ καὶ κατὰ συμβεβηκὸς, ὄντα δυνάμει καὶ καθʼ αὐτὰ ὑγρά, γῆ δὲ καὶ τέφρα καὶ τὰ τοιαῦτα μιχθέντα ὑγρῷ ἐνεργείᾳ μὲν ὑγρὰ καὶ κατὰ συμβεβηκός, καθʼ αὑτὰ δὲ καὶ δυνάμει ξηρά·
因为冰以及所有凝固的液体在现实上且在偶然属性意义上被称为干,而在潜能上且在其自身意义上是湿的;但土、灰以及此类与液体混合之物在现实上且在偶然属性意义上是湿的,但在其自身和潜能上是干的。
διακριθέντα δὲ ταῦτα τὰ μὲν ὕδατος ἀναπληστικὰ καὶ ἐνεργείᾳ καὶ δυνάμει ὑγρά, τὰ δὲ γῆς ἅπαντα ξηρά, καὶ τὸ κυρίως καὶ ἀπλῶς ξηρὸν τοῦτον μάλιστα λέγεται τὸν τρόπον.
当这些分离时,那些作为水的补充物的事物无论在现实上还是在潜能上都是湿的,而属于土的事物全都是干的,而真正和单纯意义上的干最主要是以这种方式来说的。
ὁμοίως δὲ καὶ θάτερα τὰ ὑγρὰ κατὰ τὸν αὐτὸν λόγον ἔχει τὸ κυρίως καὶ ἀπλῶς, καὶ ἐπὶ θερνμῶν καὶ ψυχρήν.
同样地,另一种即湿也按相同的比例具有真正和单纯的意义,对于热和冷也是如此。
§2.3.22 τούτων δὲ διωρισμένων φανερὸν ὅτι τὸ αἷμα ὡδὶ μέν ἐστι θερμόν, οἷον τί ἦν αὐτῷ τὸ αἵματι εἶναι, καθάπερ εἰ ὀνόματι ἑνὶ σημαίνοιμεν, τὸ ζέον ὕδωρ οὕτω λέγεται, τὸ δʼ ὑποκείμενον καὶ ὅ ποτε ὂν αἷμά ἐστιν, οὐ θερμόν· καὶ καθʼ αὑτὸ ἔστι μὲν ὡς θερμόν ἐστιν, ἔστι δʼ ὡς οὔ.
2 既然这些已得到界定,显而易见,血液在某方面是热的,例如血液之所以为血液的本质是什么(正如如果我们用一个名字来表示,沸水就是这样被称为的),但其基质以及随时作为血液的事物本身并不是热的;且在其自身意义上,一方面它是热的,另一方面则不是。
ἐν μὲν γὰρ τῷ λόγῳ ὑπάρξει αὐτοῦ ἡ θερμότης, ὥσπερ ἐν τῷ τοῦ λευκοῦ ἀνθρώπου τὸ λευκόν· ᾗ δὲ κατὰ πάθος τὸ αἷμεα, οὐ καθʼ αὐτὸ θερμόν.
因为在其定义中,热将属于它,就像白属于白人一样;但只要血液是因为受动,它在自身意义上就不是热的。
ὁμοίως δὲ καὶ περὶ ξηροῦ καὶ ὑγροῦ.
对于干和湿也是如此。
διὸ καὶ ἐν τῇ φύσει τῶν τοιούτων τὰ μὲν θερμὰ καὶ ὑγρὰ χωριζόμενα δὲ πήγνυται καὶ ψυχρὰ φαίνεται, οἷον τὸ αἷμα, τὰ δὲ θερμὰ καὶ πάχος ἔχοντα καθάπερ ἡ χολὴ, χωριζόμενα δʼ ἐκ τῆς φύσεως τῶν ἐχόντων τοὐναντίον πάσχει· ψύχεται γὰρ καὶ ὑγραίνεται· τὸ μὲν γὰρ αἷμα ξηραίνεται μᾶλλον, ὑγραίνεται δʼ ἡ ξανθὴ χολή.
因此,在此类事物的本性中,一些是热且湿的,但当分离时便凝固并显得冷,例如血液;而另一些是热且具有粘性(厚度)的,如胆汁,当从拥有它们的生物的本性中分离时,则遭受相反的情况;因为它们变冷且变湿;因为血液变得更干,而黄胆汁变得更湿。
τὸ δὲ μᾶλλον καὶ ἧττον μετέχειν τῶν ἀντικειμένων ὡς ὑπάρχοντα δεῖ τιθέναι τούτοις.
但是,我们必须假定它们更多或更少地分有这些作为属于它们的对立性质。
§2.3.3πῶς μὲν οὖν θερμὸν καὶ πῶς 3 ὑγρόν, καὶ πῶς τῶν ἐναντίων ἡ φύσις τοὺ αἵματος κεκοινώνηκεν, εἴρηται σχεδόν.
3 因此,血液如何是热的,如何是湿的,以及血液的本性如何分有对立面,几乎已经说过了。
ἐπεὶ δʼ ἀνάγκη πᾶν τὸ αὐξανόμενον λαμβάνειν τροφὴν, ἡ δὲ τροφὴ πᾶσιν ἐξ ὑγρσῦ καὶ ξηροῦ, καὶ τούτων ἡ πέψις γίνεται καὶ ἡ μεταβολὴ διὸ τῆς τοῦ θερμοῦ δυνάμεως, καὶ τὰ ζῷα πάντα καὶ τὰ φυτά, κἀν εἰ μὴ διʼ ἄλλην αἰτίαν, ἀλλὰ δι ταύτην ἀναγκαῖον ἔχειν ἀρχὴν θερμοῦ φυσικήν, καὶ ταύτην ὥσπερ αἱ ἐργασίαι τῆς τροφῆς πλειόνων εἰσὶ μορίων.
但是,既然一切生长之物都必须摄取营养,而营养对所有事物来说都来自湿和干,且它们的消化和变化是通过热的力量而产生的,所以所有的动物和植物,即使不为了其他原因,也必然为了这一个原因而拥有一个自然的热的始基。 而这个始基就像营养的加工属于多个部位一样。
ἡ μὲν γὰρ πρώτη φανερὰ τοῖς ζῴοις λειτουργία διὰ τοῦ στόματος οὖσα καὶ τῶν ἐν τούτῳ μορίων, ὅσων ἡ τροφὴ δεῖται διαιρέσεως. ἀλλʼ αὕτη μὲν οὐδεμιᾶς αἰτία πέψεως, ἀλλʼ εὐπεψίας μᾶλλον·
因为对动物来说,第一个明显的功用是通过口和其中的部位进行的,即针对那些需要对营养进行分割的部分。
ἡ γὰρ εἰς μικρὰ διαίρεσις τῆς τροφῆς ῥᾴω ποιεῖ τῷ θερμῷ τὴν ἐργασίαν· ἡ δὲ τῆς ἄνω καὶ τῆς κάτω κοιλίας ἤδη μετὰ θερμότητος φυσικῆς ποιεῖται τὴν πέψιν.
但这并不是任何消化的原因,而毋宁是易于消化的原因;因为将营养分割成微小的部分使热的加工变得更容易;而上胃和下胃腔的功用已经结合自然的热来产生消化。