Humanitext Reader

亚里士多德 · 动物的诸部分 §2.1.1-2.1.4

身体构成的三个阶段与生成和本质的先后

第 12 段,共 84 段 · 希腊语

内容简介

作者定义了动物身体合成的三种阶段(元素/能力、同质部分和异质部分),并阐述了目的论关系,即简单元素在生成上是在先的,而复杂的功用器官在本质和定义上是在先的。

§2.1.1Ἐκ τίνων μὲν οὖν μορίων καὶ πόσων συνέστηκεν 1 ἕκαστον τῶν ζῴων, ἐν ταῖς ἱστορίαις ταῖς περὶ αὐτῶν δεδήλωται σαφέστερον· διʼ ἃς δʼ αἰτίας ἕκαστον τοῦτον ἔχει τὸν τρόπον, ἐπισκεπτέον νῦν, χωρίσαντας καθʼ αὑτὰ τῶν ἐν ταῖς ἱστορίαις εἰρημένων.
每个动物由哪些部分以及由多少个部分构成,已在关于它们的历史中得到了更清晰的阐明;而由于什么原因每个动物具有这种状态,现在必须进行考察,将其与在历史中所述的内容分离开来,就其自身进行探讨。
τριῶν δʼ οὐσῶν τῶν συνθέσεων πρώτην μὲν ἄν τις θείη τὴν ἐκ τῶν καλουμένων ὑπὸ τινων στοιχείων, οἷον γῆς, ἀέρος, ὕδατος, πυρός.
虽然合成有三种,但人们可以把由一些人所谓的“元素”(如土、空气、水、火)所构成的合成放在第一位。
ἔτι δὲ βέλτιον ἴσως ἐκ τῶν δυνάμεων λέγειν, καὶ τούτων οὐκ ἐξ ἁπασῶν, ἀλλʼ ὥσπερ ἐν ἑτέροις εἴρηται καὶ πρότερον.
然而,谈论各种能力或许更好,而且并不是谈论所有的能力,而是正如在其他地方以及先前所说的那样。
ὑγρὸν γὰρ καὶ ξηρὸν καὶ θερμὸν καὶ ψυχρὸν ὕλη τῶν συνθέτων σωμάτων ἐστίν· αἱ δʼ ἄλλαι διαφοραὶ ταύταις ἀκολουθοῦσιν, οἷον βάρος καὶ κουφότης καὶ πυκνότης καὶ μανότης καὶ τραχύτης καὶ λειότης καὶ τἆλλα τὰ τοιαύτα πάθη τῶν σωμάτων.
因为湿、干、温、冷是合成身体的物质;而其他差异则随之而来,例如重与轻、密与稀、粗糙与光滑,以及身体的其他此类状态。
δευτέρα δὲ σύστασις ἐκ τῶν πρώτων ἡ τῶν ὁμοιομερῶν φύσις ἐν τοῖς ζῴοις ἐστίν, οἷον ὀστοῦ καὶ σαρκὸς καὶ τῶν ἄλλων τῶν τοιούτων τρίτη δὲ καὶ τελευταία κατ ἀριθμὸν ἡ τῶν ἀνομοιομερῶν, οἷον προσώπου καὶ χειρὸς καὶ τῶν τοιούτων μορίων.
由第一阶段构成的是动物中同质部分的本性,例如骨、肉和其他此类部分;而第三个且在数量上最后的构成是异质部分的本性,例如面部、手和此类部分。
§2.1.2ἐπεὶ δʼ ἐναντίως 2 ἐπὶ τῆς γενέσεως ἔχει καὶ τῆς οὐσίας· τὰ γὰρ ὕστερα τῇ γενέσει πρότερα τὴν φύσιν ἐστί, καὶ πρῶτον τὸ τῇ γενέσει τελευταῖον (οὐ γὰρ οἰκία πλίνθων ἕνεκέν ἐστι καὶ λίθων, ἀλλὰ ταύτα τῆς οἰκίας· ὁμοίως δὲ τοῦτ’ ἔχει καὶ περὶ τὴν ἄλλην ὕλην· οὐ μόνον δὲ φανερὸν ὅτι τοῦτον ἔχει τὸν τρόπον ἐκ τῆς ἐπαγωγῆς, ἀλλὰ καὶ κατὰ τὸν λόγον· πᾶν γὰρ τὸ γινόμενον ἔκ τινος καὶ εἰς τι ποιεῖται τὴν γένεσιν, καὶ ἀπʼ ἀρχῆς ἐπʼ ἀρχὴν, ἀπὸ τῆς πρώτης κινούσης καὶ ἐχούσης ἤδη τινὰ φύσιν ἐπί τινα μορφὴν ἢ τοιοῦτον ἄλλο τέλος· ἅνθρωπος γὰρ ἄνθρωπον καὶ φυτὸν γεννᾷ φυτὸν ἐκ τῆς περὶ ἕκαστον ὑποκειμένης ὕλης)· τῷ μὲν οὖν χρόνῳ προτέραν τὴν ὕλην ἀναγκαῖον εἶναι καὶ τὴν γένεσιν, τῷ λόγῳ δὲ τὴν οὐσίαν καὶ τὴν ἑκάστου μορφὴν.
然而,既然生成与本质的情形是相反的;因为在生成中后来的,在天性上是先在的,而在生成中最后的,则是最先的(因为房屋房屋并不是为了砖块和石头而存在的,而是这些是为了房屋而存在的;同样的情况也适用于其他物质;这不仅通过归纳是显而易见,而且按照理性也是显而易见的;因为一切生成的事物都是从某物出发并向着某物进行其生成,从一个起点到另一个起点,即从已经具有某种天性的最初运动者,向着某种形式或其他此类目的;因为人由每个人身上作为基础的物质中产生人,植物产生植物);因此,在时间上,物质和生成必然是先在的,但在定义(理路)上,本质和每个事物的形式则是先在的。
δῆλον δʼ ἂν λέγῃ τις τὸν λόγον τῆς γενέσεως· ὁ μὲν γὰρ τῆς οἰκοδομήσεως λόγος ἔχει τὸν τῆς οἰκίας, ὁ δὲ τῆς οἰκίας οὐκ ἔχει τὸν τῆς οἰκοδομήσεως.
如果有人陈述生成的定义,这一点就显而易见了;因为建造的定义包含了房屋的定义,但房屋的定义却不包含建造的定义。
§2.1.33 ὁμοίως δὲ τοῦτο συμβέβηκε καὶ ἐπὶ τῶν ἄλλων.
同样的情况也发生于其他事物。
ὥστε τὴν μὲν τῶν στοιχείων ὕλην ἀναγκαῖον εἶναι τῶν ὁμοιομερῶν ἕνεκεν.
因此,元素物质必然是为了同质部分而存在。
ὕστερα γὰρ ἐκείνων ταῦτα τῇ γενέσει, τούτων δὲ τὰ ἀνομοιομερῆ· ταῦτα γὰρ ἤδη τὸ τέλος ἔχει καὶ τὸ πέρας, ἐπὶ τοῦ τρίτου λαβόντα τὴν σύστασιν ἀριθμοῦ, καθάπερ ἐπὶ πολλῶν συμβαίνει τελειοῦσθαι τὰς γενέσεις.
因为这些在生成上晚于元素,而异质部分又晚于同质部分;因为这些已经具有了目的和极限,在第三个数量上获得了它们的构成,正如在许多情况下生成的完成那样。
ἐξ ἀμφοτέρων μὲν οὖν τὰ ζῷα συνέστηκε τῶν μορίων τούτων, ἀλλὰ τὰ ὁμοιομερῆ τῶν ἀνομοιομερῶν ἕνεκέν ἐστιν·
因此,动物是由这两类部分构成的,但同质部分是为了异质部分而存在的;因为功能和活动属于后者,例如眼睛、鼻孔、整个面部、手指、手和整个手臂的活动。
ἐκείνων γὰρ ἔργα καὶ πράξεις εἰσίν, οἷον ὁφθαλμοῦ καὶ μυκτῆρος καὶ τού προσώπου παντὸς καὶ δακτύλου καὶ χειρὸς καὶ παντὸς τοῦ βραχίονος πολυμόρφων δὲ τῶν πράξεων καὶ τῶν κινήσεων ὑπαρχουσῶν τοῖς ζῴοις ὅλοις τε καὶ τοῖς μορίοις τοῖς τοιούτοις, ἀναγκαῖον ἐξ ὧν σύγκεινται, τὰς δυνάμεις ἀνομοίας ἔχειν· πρὸς μὲν γάρ τινα μαλακότης χρήσιμος πρὸς δέ τινα σληρότης, καὶ τὰ μὲν τάσιν ἔχειν δεῖ τὰ δὲ κάμψιν.
既然整个动物以及此类部分的活动和运动是多种多样的,那么构成它们的原料必然具有不同的能力;因为对于某些活动来说柔软是有用的,而对于另一些活动来说硬度是有用的,有些需要拉伸,有些则需要弯曲。
§2.1.44 τὰ μὲν οὖν ὁμοιομερῆ κατὰ μέρος διείληφε τὰς δυνάμεις τὰς τοιαύτας (τὸ μὲν γὰρ αὐτῶν ἐστὶ μαλακὸν τὸ δὲ σκληρὸν, καὶ τὸ μὲν ὑγρὸν τὸ δὲ ξηρόν, καὶ γλίσχρον τὸ δὲ κραῦρον), τὰ δʼ ἀνομοιομερῆ κατὰ πολλὰς καὶ συγκειμένας ἀλλήλαις· ἑτέρα γὰρ πρὸς τὸ πιέσαι τῇ χειρὶ χρήσιμος δύναμις καὶ πρὸς τὸ λαβεῖν.
因此,同质部分分别具有这些能力(因为它们中的一部分是柔软的,另一部分是坚硬的,一部分是湿润的,另一部分是干燥的,有些是粘性的,有些是易碎的),而异质部分则具有相互结合的多重能力;因为手压的有用能力与抓握的有用能力是不同的。
διόπερ ἐξ ὀστῶν καὶ νεύρων καὶ σαρκὸς καὶ τῶν ἄλλων τῶν τοιούτων συνεστήκασι τὰ ὀργανικὰ τῶν μορίων, ἀλλʼ οὐκ ἐκεῖνα ἐκ τούτων.
因此,是由骨、腱、肉和其他此类事物构成了器官性的部分,而不是由器官性的部分构成那些。

词汇与语法注释

  1. 10χωρίσαντας — 宾格复数主动现在分词,其逻辑主语是动词性形容词 `ἐπισκεπτέον`(应当考察)中隐含的动作发出者“我们”。
  2. 25ἐπεὶ δʼ ἐναντίως — 由 `epei de`(既然……)引导的从属从句在经历长括号内的插入成分(`ou gar... hylēs`)后,最终与主句 `tōi men oun chronōi...` 相呼应。其中的 `oun` 起到了收束并恢复论证的作用。
  3. 8λαβόντα — 主格中性复数主动不定过去时分词,与前文的主语 `ta anhomoiomerē`(异质部分)一致,表明这些部分在第三个阶段(数量)上获得了它们的构成。
  4. 15πολυμόρφων δὲ τῶν πράξεων καὶ τῶν κινήσεων ὑπαρχουσῶν — 属格绝对结构,用作主句的家庭原因状语从句(“既然活动和运动是多种多样的……”)。

引用这一段

亚里士多德, 动物的诸部分 §2.1.1-2.1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:2.1.1-2.1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。