§1.5.6ἀναγκαῖον δὲ πρῶτον 6 τὰ συμβεβηκότα διελεῖν περὶ ἕκαστον γένος, ὅσα καθʼ αὐτὰ πᾶσιν ὑπάρχει τοῖς ζῴοις, μετὰ δὲ ταῦτα τὰς αἰτίας αὐτῶν πειρᾶσθαι διελεῖν.
然而,首先有必要划分关于每个属的偶性,即那些就其自身而言属于所有动物的偶性,在此之后,再尝试划分它们的原因。
εἴρηται μὲν οὖν καὶ πρότερον ὅτι πολλὰ κοινὰ πολλοῖς ὑπάρχει τῶν ζῴων, τὰ μὲν ἀπλῶς, οἷον πόδες, πτερά, λεπίδες, καὶ πάθη δὴ τὸν αὐτὸυ τρόπον τούτοις, τὰ δʼ ἀνάλογον.
的确,正如先前所说,许多属性是许多动物所共有的,有些是绝对共有的,例如足、翼、鳞,以及与这些相对应的状态,而另一些则是比拟共有的。
λέγω δʼ ἀνάλογον, ὅτι τοῖς μὲν ὑπάρχει πλεύμων, τοῖς δὲ πλεύμων μὲν οὔ, ὃ δὲ τοῖς ἔχουσι πλεύμονα, ἐκείνοις ἕτερον ἀντὶ τούτου· καὶ τοῖς μὲν αἷμα, τοῖς δὲ τὸ ἀνάλογον τὴν αὐτὴν ἔχον δύναμιν ἥνπερ τοῖς ἐναίμοις τὸ αἷμα.
我所谓“比拟”是指,有些动物有肺,而另一些则没有肺,但拥有代替肺的、相当于有肺者之肺的其他器官;又如有些动物有血,而另一些则有具有相同效能的比拟物,正如血之于有血动物一样。
§1.5.7τὸ δὲ λέγειν χωρὶς 7 περὶ ἑκάστων τῶν καθ’ ἕκαστα, καὶ ἔμπροσθεν εἴπομεν ὅτι πολλάκις συμβήσεται ταὐτὰ λέγειν, ἐπειδὰν λέγωμεν περὶ πάντων τῶν ὑπαρχόντων·
至于分别 7 讨论每个具体情况,我们先前也说过,当我们讨论所有存在的属性时,往往会多次重复相同的话;因为相同的属性属于许多事物。
ὑπάρχει δὲ πολλοῖς ταὐτά. ταῦτα μὲν οὖν ταύτῃ διωρίσθω.
因此,对于这些问题,就以此种方式进行规定吧。
ἐπεὶ δὲ τὸ μὲν ὄργανον πᾶν ἕνεκά του, τῶν δὲ τοῦ σώματος μορίων ἕκαστον ἕνεκά του, τὸ δʼ οὗ ἕνεκα πρᾶξίς τις, φανερὸν ὅτι καὶ τὸ σύνολον σῶμα συνέστηκε πράξεος τινος ἕνεκα πλήρους.
既然所有的工具都是为了某种目的,且身体的每个部分也是为了某种目的,而它们所为了的那个目的则是某种活动,那么显而易见,整体的身体也是为了某种完整的活动而构成的。
οὐ γὰρ ἡ πρίσις τοῦ πρίονος χάριν γέγονεν, ἀλλʼ ὁ πρίων τῆς πρίσεως· χρῆσις γάρ τις ἡ πρίσις ἐστίν.
因为锯切并不是为了锯子而产生的,而是锯子为了锯切而产生的;因为锯切是一种使用。
ὥστε καὶ τὸ σῶμά πως τῆς ψυχῆς ἕνεκεν, καὶ τὰ μόρια τῶν ἔργων πρὸς ἃ πέφυκεν ἕκαστον.
因此,身体在某种意义上也是为了灵魂,而各个部分则是为了它们各自在天性上适合的功能。
§1.5.88 λεκτέον ἄρα πρῶτον τὰς πράξεις τάς τε κοινὰς πάντων καὶ τὰς κατὰ γένος καὶ τὰς κατʼ εἶδος.
8 因此,首先必须讨论各种活动——既有所有动物共有的,也有按属划分的,以及按种划分的。
λέγω δὲ κοινὰς μὲν αἳ πᾶσιν ὑπάρχουσι τοῖς ζῴοις, κατὰ γένος δέ, ὅσων παῤ ἄλληλα τὰς διαφορὰς ὁρῶμεν καθʼ ὑπεροχὴν οὔσας, οἷον ὅρνιδα λέγω κατὰ γένος, ἄνθρωπον δὲ κατʼ εἶδος, καὶ πᾶν ὃ κατὰ τὸν καθόλου λόγον μηδεμίαν ἔχει διαφοφάν.
我所谓“共有”是指属于所有动物的活动,所谓“按属”是指我们看到它们之间的差异在相互比较时表现为程度上的超出,例如,我将鸟称为属,将人称为种,以及凡在一般定义上没有任何差异的一切事物。
τὰ μὲν γὰρ ἔχουσι τὸ κοινὸν κατ᾿ ἀναλογίαν, τὰ δὲ κατὰ γένος, τὰ δὲ κατʼ εἶδος.
因为有些事物是通过比拟而具有共有性,有些是通过属,有些则是通过种。
ὅσαι μὲν οὖν πράξεις ἄλλων ἕνεκα, δῆλον ὅτι καὶ ὧν αἱ πράξεις τὸν αὐτὸν τρόπον διεστᾶσιν ὅνπερ αἱ πράξεις.
凡是为了其他事物的活动,显然,作为这些活动承担者的器官,其差异方式也与活动本身的差异方式相同。
ὁμοίως δὲ κἂν εἴ τινες πρότεραι καὶ τέλος ἑτέρων πράξεων τυγχάνουσιν οὖσαι, τὸν αὐτὸν ἕξει τρόπον καὶ τῶν μορίων ἕκαστον, ὧν αἱ πράξεις αἱ τοιαῦται· καὶ τρίτον, ὧν ὄντων ἀναγκαῖον ὑπάρχειν.
同样地,如果某些活动碰巧先于其他活动,并且是其他活动的终极目的,那么作为这些活动承担者的每个部分也具有相同的关系;第三,为了让那些活动存在而必然要存在的部分也是如此。
§1.5.99 λέγω δὲ πάθη καὶ πράξεις γένεσιν, αὔξησιν, ὀχείαν, ἐγρήγορσιν, ὕπτνον, πορείαν, καὶ ὁπόσʼ ἄλλα τοιαύτα τοῖς ζῴοις ὑπάρχει· μόρια δὲ λέγω ῥῖνα, ὀφθαλμὸν καὶ τὸ σύνολον πρόσωπον, ὧν ἕκαστον καλεῖται μέλος.
9 我所谓“状态”和“活动”是指生成、生长、交配、觉醒、睡眠、移行,以及属于动物的其他诸如此类的事情;而所谓“部分”是指鼻、眼和整个面部,其中每一个都被称为肢体。
ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων.
对于其他部分也是如此。
καὶ περὶ μὲν τοῦ τρόπου τῆς μεθόδου τοσαῦθʼ ἡμῖν εἰρήσθω· τὰς δʼ αἰτίας παιραθῶμεν εἰπεῖν περί τε τῶν κοινῶν καὶ τῶν ἰδίων, ἀρξάμενοι, καθάπερ διωρίσαμεν, πρῶτον ἀπὸ τῶν πρώτων.
关于方法的途径,我们就说这么多元吧;接下来,让我们尝试阐明共有属性和特有属性的原因,正如我们所规定的那样,首先从最初的事物开始。