Humanitext Reader

亚里士多德 · 动物的诸部分 §1.5.1-1.5.5

动物研究的价值与形式的重要性

第 10 段,共 84 段 · 希腊语

内容简介

亚里士多德对比了永恒神圣实体与可消灭自然物的研究,捍卫了动物研究的独特价值、亲近性与内在美,并强调自然研究应当注重整体形式(形相)而非单纯的质料。

§1.5.1Τῶν οὐσιῶν ὅσαι φύσει συνεστᾶσι, τὰς μὲν ἀγενήτους 5 καὶ ἀφθάρτους εἶναι τὸν ἅπαντα αἰῶνα, τὰς δὲ μετέχειν γενέσεως καὶ φθορᾶς.
在自然构成的实体中,有些是无生 5 且不灭而永恒存在的,而另一些则参与生成和消灭。
συμβέβηκε δὲ περὶ μὲν ἐκείνας τιμίας οὔσας καὶ θείας ἐλάττους ἡμῖν ὑπάρχειν θεωρίας (καὶ γὰρ ἐξ ὧν ἄν τις σκέψαιτο περὶ αὐτῶν, καὶ περὶ ὧν εἰδέναι ποθοῦμεν, παντελῶς ἐστὶν ὀλίγα τὰ φανερὰ κατὰ τὴν αἴσθησιν), περὶ δὲ τῶν φθαρτῶν φυτῶν τε καὶ ζῴων εὐποροῦμεν μᾶλλον πρὸς τὴν γνῶσιν διὰ τὸ σύντροφον·
然而,关于前者,尽管它们高贵而神圣,但对我们来说可进行的考察较少(因为无论是人们赖以研究它们的起点,还是我们渴望了解的关于它们的事情,在感官显现上都完全是微乎其微的);相反,关于可消灭的植物和动物,由于我们与之共同生活,我们在认识它们方面拥有更丰富的便利。
πολλὰ γὰρ περὶ ἕκαστον γένος λάβοι τις ἂν τῶν ὑπαρχόντων,
因为如果有人愿意付出足够的努力,对于每个属,他都可以掌握许多存在的属性。
§1.5.22 βουλόμενος διαπονεῖν ἱκανῶς. ἔχει δʼ ἑκάτερα χάριν.
2 这两类研究各有其魅力。
τῶν μὲν γὰρ εἰ καὶ κατὰ μικρὸν ἐφαπτόμεθα, ὅμως διὰ τὴν τιμιότητα τοῦ γνωρίζειν ἥδιον ἢ τὰ παῤ ἡμῖν ἅπαντα, ὧσπερ καὶ τῶν ἐρωμένων τὸ τυχὸν καὶ μικρὸν μόριον κατιδεῖν ἥδιόν ἐστιν ἢ πολλὰ ἕτερα καὶ μεγάλα διʼ ἀκριβείας ἰδεῖν· τὰ δὲ διὰ τὸν μᾶλλον καὶ πλείω γνωρίζειν αὐτῶν λαμβάνει τὴν τῆς ἐπιστήμης ὑπεροχήν, ἔτι δὲ διὰ τὸ πλησιαίτερα ἡμῶν εἶναι καὶ τῆς φύσεως οἰκειότερα ἀντικαταλλάττεταί τι πρὸς τὴν περὶ τὰ θεῖα φιλοσοφίαν.
因为对于前者,即使我们只有微小的接触,但由于认识它们的高贵性,这比认识我们身边的一切事物都要令人愉悦,正如看见所爱之人的任何一个偶然且微小的部分,也比精确地看许多其他巨大的事物更令人愉悦;而对于后者,由于对它们有更多、更充分的认识,它们在科学的优越性上占据了主导地位,而且,由于它们距离我们更近、与我们的本性更亲近,它们在某种程度上补偿了关于神圣事物的哲学。
§1.5.33 ἐπεὶ δὲ περὶ ἐκείνων διήλθομεν λέγοντες τὸ φαινόμενον ἡμῖν, λοιπὸν περὶ τῆς ζωικῆς φύσεως εἰπεῖν, μηδὲν παραλιπόντας εἰς δύναμιν μήτε ἀτιμότερον μήτε τιμιώτερον.
3 既然我们已经讨论了那些事物,阐明了显现给我们的观点,接下来就应该讨论动物的本性,尽我们所能不遗漏任何东西,无论是更卑微的还是更高贵的。
καὶ γὰρ ἐν τοῖς μὴ κεχαρισμένοις αὐτῶν πρὸς τὴν αἴσθησιν κατὰ τὴν θεωρίαν ὅμως ἡ δημιουργήσασα φύσις ἀμηχάνους ἡδονὰς παρέχει τοῖς δυναμένοις τὰς αἰτίας γνωρίζειν καὶ φύσει φιλοσόφοις.
因为即使在那些感官上不讨人喜欢的动物中,在对它们进行考察时,创造它们的自然仍给那些能够认识原因且天生是哲学家的人提供了无法估量的快乐。
καὶ γὰρ ἂν εἴη παράλογον καὶ ἄτοπον, εἰ τὰς μὲν εἰκόνας αὐτῶν θεωροῦντες χαίρομεν ὅτι τὴν δημιουργήσασαν τέχνην συνθεωροῦμεν, οἷον τὴν γραφικὴν ἢ τὴν πλαστικήν, αὐτῶν δὲ τῶν φύσει συνεστώτων μὴ μᾶλλον ἀγαπῷμεν τὴν θεωρίαν, δυνάμενοί γε τὰς αἰτίας καθορᾶν.
事实上,如果我们在观看它们的肖像(例如绘画或雕塑)时,因为同时观赏了创造它们的艺术而感到高兴,却在能够洞察原因的情况下,不更爱对自然构成的实体本身的考察,那将是违背常理和荒谬的。
§1.5.44 διὸ δεῖ μὴ δυσχεραίνειν παιδικῶς τὴν περὶ τῶν ἀτιμοτέρων ζῴων ἐπίσκεψιν.
4 因此,我们不应像小孩子一样厌恶对较为卑微的动物的考察。
ἐν πᾶσι γὰρ τοῖς φυσικοῖς ἔνεστί τι θαυμαστόν·
因为在所有的自然物中,都存在着某种令人惊异的东西。
καὶ καθάπερ Ἡράκλειτος λέγεται πρὸς τοὺς ξένους εἰπεῖν τοὺς βουλεμένους ἐντυχεῖν αὐτῷ, οἳ ἐπειδὴ προσιόντες εἶδον αὐτὸν θερόμενον πρὸς τῷ ἴπνῳ ἔστησαν (ἐκέλευε γὰρ αὐτούς εἰσιέναι θαρροῦντας· εἶναι γὰρ καὶ ἐνταῦθα θεούς), οὕτω καὶ πρὸς τὴν ζήτησιν περὶ ἑκάστου τῶν ξῴων προσιέναι δεῖ μὴ δυσωπούμενον ὡς ἐν ἅπασιν ὄντος τινὸς φυσικοῦ καὶ καλοῦ.
正如据说赫拉克利特对那些想要拜访他的外邦人所说的那样,这些人走近时看到他在炉灶旁取暖,便停下了脚步(他却鼓励他们充满信心地走进来,说 “因为这里也有神灵存在”),同样,我们也应当毫不避讳地去探究每一种动物,因为在所有动物中都存在着某种自然和美的东西。
τὸ γὰρ μὴ τυχόντως ἀλλʼ ἕνεκά τινος ἐν τοῖς τῆς φύσεως ἔργοις ἐστὶ καὶ μάλιστα οὗ δʼ ἕνεκα συνέστηκεν ἢ γέγονε τέλους, τὴν τοῦ καλοῦ χώραν εἴληφεν.
因为在自然的作品中,非偶然性而是为了某种目的而存在的现象最为突出;而它们所构成的或生成的目的,便占据了美的地位。
§1.5.5εἰ δέ τις τὴν περὶ τῶν ἄλλων 5 ζῴων θεωρίαν ἄτιμον εἶναι νενόμικε, τὸν αὐτὸν τρόπον οἴεσθαι χρὴ καὶ περὶ αὐτοῦ·
如果有人认为对其他 5 动物的考察是卑贱的,那么他也应当以同样的方式看待自己。
οὐκ ἔστι γὰρ ἄνευ πολλῆς δυσχερείας ἰδεῖν ἐξ ὧν συνέστηκε τὸ τῶν ἀνθρώπων γένος, οἷον αἷμα, σάρκες, ὀστᾶ, φλέβες καὶ τὰ τοιαῦτα μόρια.
因为,如果不用极大的厌恶,就无法看清构成人类这个属的那些东西,例如血液、肌肉、骨骼、静脉以及诸如此类的部分。
ὁμοίως τε δεῖ νομίζειν τὸν περὶ οὑτινοσοῦν τῶν μορίων ἢ τῶν σκευῶν διαλεγόμενον μὴ περὶ τῆς ὕλης ποιεῖσθαι τὴν μνήμην, μηδὲ ταύτης χάριν, ἀλλὰ τῆς ὅλης μορφῆς, σἷον καὶ περὶ οἰκίας, ἀλλὰ μὴ πλίνθων καὶ πηλοῦ καὶ ξύλων· καὶ τὸν περὶ φύσεως περὶ τῆς συνθέσεως καὶ τῆς ὅλης οὐσίας, ἀλλὰ μὴ περὶ τούτων ἃ μὴ συμβαίνει χωριζόμενά ποτε τῆς οὐσίας αὑτῶν.
同样地,应当认为,谈论任何部分或器官的人,不是在提及质料,也不是为了质料而谈论,而是为了整个形式,正如谈论房屋,而不是谈论砖块、泥浆和木材一样;而谈论自然的人,所谈论的是合成物和整体实体,而不是那些一旦脱离其整体实体就绝不可能存在的东西。

词汇与语法注释

  1. 1.5.1Τῶν οὐσιῶν ὅσαι φύσει συνεστᾶσι, τὰς μὲν ἀγενήτους καὶ ἀφθάρτους εἶναι τὸν ἅπαντα αἰῶνα, τὰς δὲ μετέχειν γενέσεως καὶ φθορᾶς. — 句首的属格名词短语 τῶν οὐσιῶν ὅσαι φύσει συνεστᾶσι 是部分属格,指明了后续两个带定冠词的对格代词(tās men, tās de)所代表的整体范围。此外,主动词被省略,动词不定式(einai, metechein)作为独立不定式在对格不带定冠词的不定式结构中发挥作用。
  2. 1.5.1περὶ μὲν ἐκείνας τιμίας οὔσας καὶ θείας ἐλάττους ἡμῖν ὑπάρχειν θεωρίας — 单词 ἐλάττους 是对格复数形式(形容词 ἐλάττων 的阴性对格复数),而非主格复数。该分句构成了对格不定式结构(对格主语:ἐλάττους θεωρίας,不定式:ὑπάρχειν),作为非人称动词 συμβέβηκε 的主语。ἡμῖν 是与格,表示“对我们而言(存在)”。
  3. 1.5.2τῶν μὲν γὰρ εἰ καὶ κατὰ μικρὸν ἐφαπτόμεθα, ὅμως διὰ τὴν τιμιότητα τοῦ γνωρίζειν ἥδιον ἢ τὰ παῤ ἡμῖν ἅπαντα — 句首的 τῶν μὲν 是指示代词的属格(意为“关于前者”),作为支配属格的动词 ἐφαπτόμεθα(意为“触及”)的宾语。比较级 ἥδιον(意为“更令人愉悦”)的主语是暗含的“认识或触及它们”,并与以 ἤ 引导的比较对象 τὰ παῤ ἡμῖν ἅπαντα(意为“我们身边的一切事物[的认识]”)进行对比。
  4. 1.5.4οὗ δʼ ἕνεκα συνέστηκεν ἢ γέγονε τέλους — 这是一个先行词名词轴 τέλους(属格)被吸收到关系从句 οὗ δʼ ἕνεκα... 内部的先行词并入结构,在句法上等同于 τοῦ τέλους οὗ ἕνεκα...(“……所为了的终极目的”)。这个名词 τέλους 作为主句动词 εἴληφεν(意为“占据”)的主语。
  5. 1.5.5τὸν περὶ φύσεως περὶ τῆς συνθέσεως καὶ τῆς ὅλης οὐσίας, ἀλλὰ μὴ περὶ τούτων ἃ μὴ συμβαίνει χωριζόμενά ποτε τῆς οὐσίας αὑτῶν — 此处延续了前一句 ὁμοίως τε δεῖ νομίζειν...(“同样应当认为……”)的句法结构,对格的 τὸν περὶ φύσεως [διαλεγόμενον](意为“谈论自然的人”)作为不定式的主语,省略并共享了前文的 ποιεῖσθαι τὴν μνήμην(意为“提及”)。在关系从句 ἃ μὴ συμβαίνει... 中,分词 χωριζόμεna 起到了条件分词(意为“一旦脱离……时”)的作用。

引用这一段

亚里士多德, 动物的诸部分 §1.5.1-1.5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:1.5.1-1.5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。