§1.4.14 Ἀπορήσειε δʼ ἄν τις, διὰ τί οὐκ ἄνωθεν ἑνὶ ὀνόματι ἐμπεριλαβόντες ἅμα ἓν γένος ἄμφω προσηγόρευσαν οἱ ἅνθρωποι, ὃ περιέχει τά τε ἔνυδρα καὶ τὰ πτηνὰ τῶν ζῴων.
4 人们可能会问,为什么人们没有从上面用一个名称将两者概括在一起,同时称它们为一个属,该属既包含水生动物也包含飞行动物。
ἔστι γὰρ ἔνια πάθη κοινὰ καὶ τούτοις καὶ τοῖς ἄλλοις ζῴοις ἅπασιν.
因为有一些属性是这些动物以及所有其他动物所共有的。
ἀλλʼ ὅμως ὀρθῶς διώρισται τοῦτον τὸν τρόπον.
然而,以这种方式进行界定是正确的。
ὅσα μὲν γὰρ διαφέρει τῶν γενῶν καθʼ ὑπεροχὴν καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, ταῦτα ὑπέζευκται ἑνὶ γένει, ὅσα δʼ ἔχει τὸ ἀνάλογον, χωρίς·
因为在这些属中,凡是因过度、以及“较多和较少”而有所不同的,都被置于一个属之下,而那些具有类比关系的,则是分开的。
λέγω δʼ οἷον ὄρνις ὄρνιθος διαφέρει τῷ μᾶλλον ἢ καθʼ ὑπεροχὴν (τὸ μὲν γὰρ μακρόπτερον τὸ δὲ βραχύπτερον), ἰχθύες δʼ ὄρνιθος τῷ ἀνάλογον (ὃ γὰρ ἐκείνῳ πτερόν, θατέρῳ λεπίς).
我说的例如,鸟与鸟的差异在于“较多”或“过度”(因为一者羽翼长,另一者羽翼短),而鱼与鸟的差异在于“类比”(因为对前者是羽毛的东西,对后者是鳞片)。
τοῦτο δὲ ποιεῖν ἐπὶ πᾶσιν οὐ ῥᾴδιον· τὰ γὰρ πολλὰ ζῷα ἀνάλογον ταὐτὸ πέπονθεν.
但要在所有事物上都做到这一点并不容易,因为大多数动物都以类比的方式具有相同的属性。
§1.4.22 ἐπεὶ δʼ οὐσίαι μέν εἰσι τὰ ἔσχατα εἴδη, ταῦτα δὲ κατὰ τὸ εἶδος ἀδιάφορα, οἷον Σωκράτης, Κορίσκος, ἀναγκαῖον τὰ καθόλου ὑπάρχοντα πρότερον εἰπεῖν ἢ πολλάκιςς ταὐτὸν λέγειν, καθάπερ εἴρηται.
2 既然最终的种是实体,而这些在形相上是没有差别的,例如苏格拉底和科里斯科,那么正如已经说过的,为了避免多次重复相同的话,就必须先说明普遍存在的属性。
τὰ δὲ καθόλου κοινά· τὰ γὰρ πλείοσιν ὑπάρχοντα καθόλου λέγομεν.
而普遍的属性是共同的,因为我们把属于多个事物的属性称为普遍的。
ἀπορίαν δʼ ἔχει περὶ πότερα δεῖ πραγματεύεσθαι.
但对于应当研究两者中的哪一个,存在着困难。
ᾗ μὲν γὰρ οὐσία τὸ τῷ εἴδει ἄτομον, κράτιστον, εἴ τις δύναιτο περὶ τῶν καθʼ ἕκαστον καὶ ἀτόμων τῷ εἴδει θεωρεῖν χωρίς, ὥσπερ περὶ ἀνθρώπου, οὕτω μὴ περὶ ὄρνιθος (ἔχει γὰρ εἴδη τὸ γένος τοῦτο), ἀλλὰ περὶ ὁτουοῦν ὄρνιθος τῶν ἀτόμων, οἷον ἢ στρουθὸς ἢ γέρανος ἤ τι τοιοῦτον.
因为就形相上不可分割者是实体而言,如果有人能够分别考察个别的事物以及在形相上不可分割的事物,那是最好的,正如关于人所做的那样,而不是关于鸟(因为这个属含有多个种),而是关于形相上不可分割的鸟中的任何一种,例如麻雀、鹤或诸如此类的东西。
ᾗ δὲ συμβήσεται λέγειν πολλάκις περὶ τοῦ αὐτοῦ πάθους διὰ τὸ κοινῇ πλείοσιν ὑπάρχειν, ταύτῃ δʼ ἐστὶν ὑπάτοπον καὶ μακρὸν τὸ περὶ ἑκάστου λέγειν χωρίς.
但是,就因为共同属于多个事物而会导致多次谈论同一属性而言,在这一方面,分别谈论每一个事物是有点荒谬和冗长的。
§1.4.33 ἴσως μὲν οὖν ὀρθῶς ἔχει τὰ μὲν κατὰ γένη κοινῇ λέγειν, ὅσα λέγεται καλῶς ὡρισμένων τῶν ἀνθρώπων, καὶ ἔχει τε μίαν φύσιν κοινὴν καὶ εἴδη ἐν αὐτοῖς μὴ πολὺ διεστῶτα, ὄρνις καὶ ἰχθύς, καὶ εἴ τι ἄλλο ἐστὶν ἀνώνυμον μέν, τῷ γένει δʼ ὁμοίως περιέχει τὰ ἐν αὐτῷ εἴδη· ὅσα δὲ μὴ τοιαύτα, καθʼ ἕκαστον, οἷον περὶ ἀνθρώπου καὶ εἴ τι τοιοῦτον ἕτερόν ἐστιν.
3 因此,也许正确的做法是,按照属来共同谈论那些被人们很好地界定了的事物,它们既具有单一的共同本性,其中的种彼此相距也不远,比如鸟和鱼,以及如果有其他虽然无名,但作为属同样包含其内部的种的事物;而对于那些不属于此类的事物,则要个别地谈论,例如关于人,以及如果有其他类似的事物。
σχεδὸν δὲ τοῖς σχήμασι τῶν μορίων καὶ τοῦ σώματος ὅλου, ἐὰν ὁμοιότητα ἔχωσιν, ὥρισται τὰ γένη, οἷον τὸ τῶν ὀρνίθων γένος πρὸς αὐτὰ πέπονθε καὶ τὸ τῶν ἰχθύων καὶ τὰ μαλάκιά τε καὶ τὰ ὄστρεια.
大体上,如果器官和整个身体的形状具有相似性,诸属就已被界定,例如鸟属之于自身,鱼属,以及软体类和贝类。
τὰ γὰρ μόρια διαφέρουσι τούτων οὐ τῇ ἀνάλογον ὁμοιότητι, οἷον ἐν ἀνθρώπῳ καὶ ἰχθύι πέπονθεν ὀστοῦν πρὸς ἄκανθαν, ἀλλὰ μᾶλλον τοῖς σωματικοῖς πάθεσιν, οἷον μεγέθει μικρότητι, μαλακότητι σκληρότητι, λειότητι τραχύτητ καὶ τοῖς τοιούτοις, ὅλως δὲ τῷ μᾶλλον καὶ ἧττον.
因为这些事物的器官差异并不在于类比的相似性(正如在人和鱼中,骨与鱼刺的关系那样),而更多地在于身体的属性,例如大小、软硬、平滑与粗糙以及诸如此类的东西,总的来说就是“较多和较少”。
§1.4.4πῶς μὲν οὖν ἀποδέχεσθαι δεῖ τὴν περὶ φύσεως μέθοδον, 4 καὶ τίνα τρόπον γίνοιτʼ ἂν ἡ θεωρία περὶ αὐτῶν ὁδῷ καὶ ῥᾷστα, ἔτι δὲ περὶ διαιρέσεως, τίνα τρόπον ἐνδέχεται μετιοῦσι λαμβάνειν χρησίμως, καὶ διότι τὸ διχοτομεῖν τῇ μὲν ἀδύνατον τῇ δὲ κενόν, εἴρηται.
那么,应当如何接受关于自然的探究方法,以及以何种方式对其进行的考察才能既有系统又最容易,此外关于分割,探究者以何种方式能够有益地把握它,以及为什么二分法在某种意义上是不可能的,而在另一种意义上是空洞的,已经说过了。
διωρισμένων δὲ τούτων περὶ τῶν ἐφεξῆς λέγωμεν, ἀρχὴν τήνδε ποιησάμενοι.
这些事情既然已经界定,让我们开始谈论接下来的事情,并以此为起点。