Humanitext Reader

亚里士多德 · 动物的诸部分 §1.1.6-1.1.10

假设必然性与自然生成中目的的优先性

第 2 段,共 84 段 · 希腊语

内容简介

亚里士多德区分了属于永恒事物的绝对必然性与属于自然生成的假设必然性,并通过建造房屋的例子以及对恩培多克勒的批判,论证了目的(形式与本质)必须优先于生成过程。

§1.1.6ὑπάρχει δὲ τὸ μὲν ἀπλῶς τοῖς 6 ἀιδίοις, τὸ δʼ ἐξ ὑποθέσεως καὶ τοῖς ἐν γενέσει πᾶσιν, ὥσπερ ἐν τοῖς τεχναστοῖς, οἷον οἰκίᾳ καὶ τῶν ἄλλων ὁτῳοῦν τῶν τοιούτων.
而[必然性]一方面绝对地属于 6 永恒的事物,另一方面则是假设性地属于所有处于生成过程中的事物,正如在人工制品中一样,例如房屋或任何其他此类事物。
ἀνάγκη δὲ τοιάνδε τὴν ὕλην ὑπάρξαι, εἰ ἔσται οἰκία ἢ ἄλλο τι τέλος· καὶ γενέσθαι τε καὶ κινηθῆναι δεῖ τόδε πρῶτον, εἶτα τόδε, καὶ τοῦτον δὴ τὸν τρόπον ἐφεξῆς μέχρι τού τέλους καὶ οὗ ἕνεκα γίνεται ἕκαστον καὶ ἔστιν.
因为如果要有房屋或任何其他目的,就必须存在这样的质料;且必须首先生成并运动这一个,然后是那一个,并依此类推,直到目的,即每个事物生成和存在的“为了什么”。
ὡσαύτως δὲ καὶ ἐν τοῖς φύσει γινομένοις.
在自然生成的事物中也是如此。
ἀλλʼ ὁ τρόπος τῆς ἀποδείξεως καὶ τῆς ἀνάγκης ἕτερος ἐπί τε τῆς φυσικῆς καὶ τῶν θεωρητικῶν ἐπιστημῶν.
但在自然科学和理论科学中,论证和必然性的方式是不同的。
εἴρηται δʼ ἐν ἑτέροις περὶ τούτων.
关于这些内容,已在其他著作中讨论过。
§1.1.7ἡγὰρ ἀρχὴ τοῖς μὲν τὸ ὄν, τοῖςδὲ τὸ ἐσόμενον· 7 ἐπεὶ γὰρ τοιόνδʼ ἐστὶν ἡ ὑγίεια ἢ ὁ ἅνθρωπος, ἀνάγκη τόδʼ εἶναι ἢ γενέσθαι, ἀλλʼ οὐκ ἐπεὶ τόδʼ ἐστὶν ἢ γέγονεν, ἐκεῖνο ἐξ ἀνάγκης ἐστὶν ἢ ἔσται.
因为对于前者来说,起点是“存在者”,而对于后者来说,则是“将要存在者”; 7 因为既然健康或人是如此这般,就有必要存在或生成这个,但并不是因为这个存在或已经生成,那个就必然存在或将要存在。
οὐδʼ ἔστιν εἰς ἀίδιον συναρτῆσαι τῆς τοιαύτης ἀποδείξεως τὴν ἀνάγκην, ὥστʼ εἰπεῖν, ἐπεὶ τόδʼ ἐστίν, ὅτι τόδʼ ἐστίν.
也不能将这种论证的必然性与永恒联系起来,以至于说,因为这个存在,所以那个存在。
διώρισται δὲ καὶ περὶ τούτων ἐν ἑτέροις, καὶ ποίοις ὑπάρχει καὶ ποῖα ἀντιστρέφει καὶ διὰ τίνʼ αἰτίαν.
关于这些也已在其他著作中作了规定,以及它存在于哪些事物中,哪些事物可以逆转,又是因为什么原因。
§1.1.8δεῖ δὲ μὴ λεληθέναι καὶ πότερον 8 προσήκει λέγειν, ὥσπερ οἱ πρότερον ἐποιοῦντο τὴν θεωρίαν, πῶς ἕκαστον γίνεσθαι πέφυκε μᾶλλον πῶς ἔστιν.
我们也不可忽视,像前人进行考察时那样,是更应当说明每个事物在性质上是如何生成的,还是更应当说明 8 它是如何存在的。
οὐ γάρ τι μικρὸν διαφέρει τοῦτο ἐκείνου.
因为前者与后者有着不小的区别。
ἔοικε δʼ ἐντεῦθεν ἀρκτέον εἶναι, καθάπερ καὶ πρὸτερον εἴπομεν, ὅτι πρῶτον τὰ φαινόμενα ληπτέον περὶ ἕκαστον γένος, εἶθʼ οὕτω τὰς αἰτίας τούτων λεκτέον, καὶ περὶ γενέσεως·
而且正如我们之前所说,似乎应当从这里开始:首先必须掌握关于每个属的现象,然后以这种方式陈述它们的原因,以及关于生成的原因。
μᾶλλον γὰρ τάδε συμβαίνει καὶ περὶ τὴν οἰκοδόμησιν, ἐπεὶ τοιόνδ’ ἐστὶ τὸ εἶδος τῆς οἰκίας, ἢ τοιόνδ᾿ ἐστὶν ἡ οἰκία, ὅτι γίνεται οὕτως.
因为这也更适用于建造房屋:既然房屋的形式是如此这般,或者房屋是如此这般,它才得以这样生成。
§1.1.99 ἡ γὰρ γένεσις ἕνεκα τῆς οὐσίας ἐστίν, ἀλλ᾿ οὐχ ἡ οὐσία ἕνεκα τῆς γενέσεως.
因为生成是为了实体,而不是实体为了生成。
διόπερ Ἐμπεδοκλῆς οὐκ ὀρθῶς εἴρηκε λέγων ὑπάρχειν πολλὰ τοῖς ζῴοις διὰ τὸ συμβῆναι οὕτως ἐν τῇ γενέσει, οἷον καὶ τὴν ῥάχιν τοιαύτην ἔχειν, ὅτι στραφέντος καταχθῆναι συνέβη, ἀγνοῶν πρῶτον μὲν ὅτι δεῖ τὸ σπέρμα τὸ συστὰν ὑπάρχειν τοιαύτην ἔχον δύναμιν, εἶθʼ ὅτι τὸ ποιῆσαν πρότερον ὑπῆρχεν οὐ μόνον τῷ λόγῳ ἀλλὰ καὶ τῷ χρόνῳ· γεννᾶ γὰρ ὁ ἄνθρωπος ἄνθρωπον, ὥστε διὰ τὸ ἐκεῖνον τοιόνδʼ εἶναι ἡ γένεσις τοιάδε συμβαίνει τῳδί.
9 因此,恩培多克勒说,动物具有许多特征是因为在生成过程中碰巧如此,例如脊椎之所以如此,是因为它在扭转时折断了,这种说法是不正确的;因为他首先忽略了:构成的胚种必须本身具有这种潜能;其次,制造者不仅在定义上,而且在时间上都必须在先存在;因为人产生人,所以正因为那一者是如此这般,这一者的生成才碰巧成为如此这般。
§1.1.1010 ὁμοίως δὲ καὶ ἐπὶ τῶν αὐτομάτως δοκούντων γίνεσθαι, καθάπερ καὶ ἐπὶ τῶν τεχναστῶν· ἔνια γὰρ καὶ ἀπὸ ταὐτομάτου γίνεται ταὐτὰ τοῖς ἀπὸ τέχνης, οἷον ὑγίεια.
在那些看似自发生成的事物中也是如此,正如在人工制品中一样; 10 因为有些与由技术制造出的相同事物也会自发生成,例如健康。
τῶν μὲν οὖν προϋπάρχει τὸ ποιητικὸν ὅμοιον, οἷον ἀνδριαντοποιητική· οὐ γὰρ γίνεται αὐτόματον.
在某些情况下,制造性的原因预先作为类似物存在,例如雕塑艺术;因为雕像不会自发生成。
ἡ δὲ τέχνη λόγος τοῦ ἔργου ὁ ἄνευ τῆς ὕλης ἐστίν.
而技术就是没有质料的产品定义。
καὶ τοῖς ἀπὸ τέχνης γίνεται τὰ ἀπὸ τύχης ὁμοίως· ὡς γὰρ ἡ τέχνη ἔχει, οὕτω γίνεται.
而由机遇生成的事物,也与由技术生成的事物相似;因为技术如何规定,它就如何生成。
διὸ μάλιστα μὲν λεκτέον ὡς ἐπειδὴ τοῦτʼ ἦν τὸ ἀνθρώπῳ εἶναι, διὰ τοῦτο ταῦτʼ ἔχει· οὐ γὰρ ἐνδέχεται εἶναι ἄνευ τῶν μορίων τούτων.
因此,最应当说的是,因为“作为人”就是如此,所以他才具有这些部分;因为没有这些部分,就不可能存在。
εἰ δὲ μή, ὅτι ἐγγύτατα τούτου, καὶ ἢ ὅλως ὅτι ἀδύνατον ἄλλως, ἢ καλῶς γε οὕτως.
退一步讲,则应当说最接近这一种的情况,即或者大体上不可能以其他方式存在,或者至少这样做是好的。
ταύτα δʼ ἕπεται.
而这些部分便随之而来。
ἐπεὶ δʼ ἔστι τοιοῦτον, τὴν γένεσιν ὡδὶ καὶ τοιαύτην συμβαίνειν ἀναγκαῖον.
而既然它是如此这般,它的生成就必然以这种方式发生,且成为如此这般。
διὸ γίνεται πρῶτον τῶν μορίων τόδε, εἶτα τόδε.
因此,在各个部分中,这一个首先生成,然后是那一个。
καὶ τοῦτον δὴ τὸν τρόπον ὁμοίως ἐπὶ πάντων τῶν φύσει συνισταμέων.
对于所有由自然构成的事物,确实也同样是这种方式。

词汇与语法注释

  1. §1.1.6τὸ μὲν ἀπλῶς... τὸ δʼ ἐξ ὑποθέσεως — 省略了主语“必然者”(τὸ ἀναγκαῖον),需从前一节(§1.1.5)末尾补出。前者指绝对必然性,后者指假设必然性。
  2. §1.1.7τοῖς μὲν... τοῖς δὲ — 在与格的对比中,τοῖς μὲν 指代理论科学(或其研究者),τοῖς δὲ 指代自然科学或技术(或其研究者)。
  3. §1.1.8μᾶλλον πῶς ἔστιν — 省略了表示比较的连词 ἤ(比),应理解为 μᾶλλον ἢ πῶς ἔστιν(而不是它是如何存在的)。
  4. §1.1.9τὸ ποιῆσαν — 活动分词中性名词化形式,意为“制造者”或亚里士多德四因说中的“动力因”。
  5. §1.1.10τὸ ἀνθρώπῳ εἶναι — 亚里士多德的哲学专门术语,意为“作为人”或“人的本质(形式)”,是 τὸ τί ἦν εἶναι(本质)的变体。

引用这一段

亚里士多德, 动物的诸部分 §1.1.6-1.1.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:1.1.6-1.1.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。