Humanitext Reader

亚里士多德 · 动物的诸部分 §1.1.1-1.1.5

探究的评判标准与目的因的优先性

第 1 段,共 84 段 · 希腊语

内容简介

本段指出任何学问探究都存在科学知识与普通教养两种智力状态,并阐明自然科学也须规定相应的考察顺序与标准,其中“为了某物”的目的因相比起步和必然性具有首要地位。

§1.1.1Περὶ πᾶσαν θεωρίαν τε καὶ μέθοδον, ὁμοίως 1 ταπεινοτέραν τε καὶ τιμιῶτέραν, δύο φαίνονται τρόποι τῆς ἕξεως εἶναι, ὧν τὴν μὲν ἐπιστήμην τοῦ πράγματος καλῶς ἔχει προσαγορεύειν, τὴν δʼ οἷον παιδείαν τινά.
在一切探究和研究方法中,无论是卑俗的还是高贵的,同样1似乎有两种智力状态:将其中一种称为对事物的科学知识是正确的,而将另一种称为某种教养则是正确的。
πεπαιδευμένου γάρ ἐστι κατὰ τρόπον τὸ δύνασθαι κρῖναι εὐστόχως τί καλῶς ἢ μὴ καλῶς ἀποδίδωσιν ὁ λέγων.
因为一个受过教养的人的特征在于,能够切中要害地判断说话者所阐述的是好还是不好。
τοιοῦτον γὰρ δή τινα καὶ τὸν ὅλως πεπαιδευμένον οἰὀμεθʼ εἶναι, καὶ τὸ πεπαιδεῦσθαι τὸ δύνασθαι ποιεῖν τὸ εἰρημένον.
因为我们确实认为,全面受过教养的人就是这样的人,而受过教养就是能够做到上述的事情。
πλὴν τοῦτον μὲν περὶ πάντων ὡς εἰπεῖν κριτικόν τινα νομίζομεν εἶναι ἕνα τὸν ἀριθμὸν ὄντα, τὸν δὲ περί τινος φύσεως ἀφωρισμένης· εἴη γὰρ ἄν τις ἕτερος τὸν αὐτὸν τρόπον τῷ εἰρημένῳ διακείμενος περὶ μόριον.
只不过,我们认为前者可以说是一个对一切事物都有批判力的人,其数量为一人,而后者则是对某种特定的自然具有批判力的人;因为可能存在另一个人,他以与上述相同的方式,仅对某一部分持有这种状态。
§1.1.2ὥστε δῆλον ὅτι καὶ τῆς περὶ φύσιν ἱστορίας δεῖ τινὰς 2 ὑπάρχειν ὅρους τοιούτους, πρὸς οὓς ἀναφέρων ἀποδέξεται τὸν τρόπον τῶν δεικνυμένων, χωρὶς τού πῶς ἔχει τἀληθές, εἴτε οὕτως εἴτε ἄλλως.
因此,显而易见,对于关于自然的探究,也必须存在某些此类标准2,通过向其指引,人们将接受证明的方法,而不管真理究竟如何,是这样还是那样。
λέγω δʼ οἷον πότερον δεῖ λαμβάνοντας μίαν ἑκάστην οὐσίαν περὶ ταύτης διορίζειν καθʼ αὑτήν, σἷον περὶ ἀνθρώπου φύσεως ἢ λέοντος ἢ βοὸς ἢ καί τινος ἄλλου καθʼ ἕκαστον προχειριζομένους, ἢ τὰ κοινῇ συμβεβηκότα πᾶσι κατά τι κοινὸν ὑπσθεμένους.
我的意思是,例如,我们是否应当针对每一个单一的实体进行单独的规定,例如针对人的自然、或狮子、或牛、或任何其他物种,逐一加以处理,还是应当在某种共同的基础上,假定属于所有物种的共同属性。
πολλὰ γὰρ ὑπάρχει ταὐτὰ πολλοῖς γένεσιν ἑτέροις οὖσιν ἀλλήλων, οἷον ὕπνος, ἀναπνοὴ, αὔξησις, φθίσις, θάνατος, καὶ πρὸς τούτοις ὅσα τοιαύτα τῶν λειπομένων παθὼν τε καὶ διαθέσεων· ἄδηλον γὰρ καὶ ἀδιόριστόν ἐστι λέγειν νῦν περὶ τούτων.
因为许多相同的属性存在于许多彼此不同的属中,例如睡眠、呼吸、生长、衰退、死亡,此外还有其余所有此类受动状态和性状;因为目前谈论这些是模糊且未加规定的。
§1.1.33 φανερὸν δʼ ὅτι καὶ κατὰ μέρος μὲν λέγοντες περὶ πολλῶν ἐροῦμεν πολλάκις ταὐτά·
3 然而,显而易见,如果我们分部分地谈论,我们将经常对许多事物说相同的话。
καὶ γὰρ ἵπποις καὶ κυσὶ καὶ ἀνθρώποις ὑπάρχει τῶν εἰρημένων ἕκαστον, ὥστε ἐὰν καθʼ ἕκαστον τῶν συμβεβηκότων λέγῃ τις, πολλάκις ἀναγκασθήσεται περὶ τῶν αὐτῶν λέγειν, ὅσα ταὐτὰ μὲν ὑπάρχει τοῖς εἴδει διαφέρουσι τῶν ζῴων, αὐτὰ δὲ μηδεμίαν ἔχει διαφοράν.
因为马、狗和人都具有上述的每一个属性,所以如果有人逐一谈论每一个偶性,他就必须经常对相同的事情进行阐述,即所有那些属于在物种上相异的动物但在其自身却毫无差异的相同属性。
ἕτερα δʼ ἴσως ἐστὶν οἷς συμβαίνει τὴν μὲν κατηγορίαν ἔχειν τὴν αὐτήν, διαφέρειν δὲ τῇ κατʼ εἶδος διαφορᾷ οἷον ἡ τῶν ζῴων πορεία· οὐ γὰρ φαίνεται μία τῷ εἴδει· διαφέρει γὰρ πτῆσις καὶ νεῦσις καὶ βάδισις καὶ ἕρψις.
但也有些其他属性,它们碰巧具有相同的陈述,却由于种的差异而有所不同,例如动物的移动;因为这在物种上似乎并不是单一的;因为飞行、游泳、行走和爬行是不同的。
§1.1.44 διὸ δεῖ μὴ διαλεληθέναι πῶς ἐπισκεπτέον, λέγω δὲ πότερον κοινὴ κατὰ γένος πρῶτον, εἶθʼ ὕστερον περὶ τῶν ἰδίων θεωρητόν, τέον, ἢ καθʼ ἕκαστον εὐθύς.
4 因此,绝不能忽略应该如何进行考察,我的意思是,是应当首先按属共同考察,然后考察特有的属性,还是应当直接逐个考察。
νῦν γὰρ οὐ διώρισται περὶ αὐτοῦ οὐδέ γε τὸ νῦν ῥηθησόμενον.
因为目前这尚未被规定,现在将要说的内容也是如此。
/ οἷον πότερον καθάπερ οἱ μαθηματικοὶ τὰ περὶ τὴν ἀστρολογίαν δεικνύουσιν, οὕτω δεῖ καὶ τὸν φυσικὸν τὰ φαινὸμενα πρῶτον τὰ περὶ τὰ ζῷα θεωρήσαντα καὶ τὰ μέρη τὰ περὶ ἕκαστον, ἔπειθʼ οὕτω λέγειν τὸ διὰ τί καὶ τὰς αἰτίας, ἢ ἄλλως πως.
例如,是否正像数学家证明关于天文学的事情一样,自然哲学家也必须首先观察关于动物的现象以及关于每个个体的部分,然后以此方式陈述“为什么”和原因,还是以其他某种方式。
/πρὸς δὲ τούτοις, ἐπεὶ πλείους ὁρῶμεν αἰτίας περὶ τὴν γένεσιν τὴν φυσικήν, οἷον τήν θʼ οὗ ἕνεκα καὶ τὴν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, διοριστέον καὶ περὶ τούτων, ποία πρώτη καὶ δευτέρα πέφυκεν.
此外,既然我们看到关于自然生成的因有多种,例如“为了什么”以及“运动起点的来源”,我们也必须规定这些原因,哪一个在性质上是第一的,哪一个是第二的。
§1.1.55 φαίνεται δὲ πρώτη, ἣν λέγομεν ἕνεκά τινος· λόγος γὰρ οὗτος, ἀρχὴ δʼ ὁ λόγος ὁμοίως ἔν τε τοῖς κατὰ τέχνην καὶ ἐν τοῖς φύσει συνεστηκόσιν.
5 而显得是第一位的,是我们所说的“为了某物”;因为这就是定义,而无论是在技术的事物中,还是在由自然构成的事物中,定义同样都是起点。
ἢ γὰρ τῇ διανοίᾳ, ἢ τῇ αἰσθήσει ὁρισάμενος ὁ μὲν ἰατρὸς τὴν ὑγίειαν, ὁ δʼ οἰκοδόμος τὴν οἰκίαν, ἀποδιδόασι τοὺς λόγους καὶ τὰς αἰτίας σὗ ποιοῦσιν ἑκά στου, καὶ διότι ποιητέον οὕτως.
因为医生用思想或感觉规定了健康,建筑家用思想或感觉规定了房屋,然后他们便给出他们所制造的每个事物的定义和原因,以及为什么要这样制造。
μᾶλλον δʼ ἐστὶ τὸ οὗ ἕνεκα καὶ τὸ καλὸν ἐν τοῖς τῆς φύσεως ἔργοις ἢ ἐν τοῖς τῆς τέχνηε.
而且,“为了某物”和“美”更多地存在于自然的作品中,而不是在技术的工作中。
/ τὸ δʼ ἐξ ἀνάγκης οὐ πᾶσιν ὑπάρχει τοῖς κατὰ φύσιν ὁμοίως, εἰς ὃ πειρῶνται πάντες. σχεδὸν τοὺς λόγους ἀνάγειν, οὐ διελόμενοι ποσαχῶς λέγεται τὸ ἀναγκαῖον.
但“出于必然”并不以同样的方式属于所有自然事物,几乎所有人都试图将他们的说明还原于此,而没有区分“必然”是以多少种方式被说出的。

词汇与语法注释

  1. 1.1.1ὧν τὴν μὲν ἐπιστήμην τοῦ πράγματος καλῶς ἔχει προσαγορεύειν, τὴν δʼ οἷον παιδείαν τινά — 关系代词 ὧν 是部分属格,其先行词为前文的 δύο τρόποι τῆς ἕξεως(两种智力状态)。τὴν μὲν 和 τὴν δʼ 是指代这两种状态的宾格,作为不定式 προσαγορεύειν 的直接宾语。
  2. 1.1.1πεπαιδευμένου γάρ ἐστι κατὰ τρόπον τὸ δύνασθαι κρῖναι — 属格 πεπαιδευμένου(受过教养的人)与系动词 ἐστί 连用,表示“是……的特征”或“属于……的本分”(特征属格)。句子的主语是名词化的不定式短语 τὸ δύνασθαι κρῖναι(能够判断)。
  3. 1.1.3ὅσα ταὐτὰ μὲν ὑπάρχει τοῖς εἴδει διαφέρουσι τῶν ζῴων, αὐτὰ δὲ μηδεμίαν ἔχει διαφοράν — 关系代词 ὅσα 的先行词是前文的 περὶ τῶν αὐτῶν。在关系从句中,代词 αὐτά 指代的是“偶性属性自身(συμβεβηκότα)”,而非“动物(ζῷα)”。这表明尽管这些属性作为相同的东西存在于不同物种的动物中,但属性本身却毫无差异。
  4. 1.1.5οὗ ποιοῦσιν ἑκάστου — 这是一个格吸引(attraction)的例子,关系代词 οὗ 被其先行词 ἑκάστου(每个事物)的属格所吸引。在语法结构上,它代表了 ἕκαστον οὗ ποιοῦσιν,其中关系代词原本作为及物动词 ποιέω 的直接宾语,应当使用宾格。

引用这一段

亚里士多德, 动物的诸部分 §1.1.1-1.1.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:1.1.1-1.1.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。