Humanitext Reader

亚里士多德 · 动物的诸部分 §1.1.21-1.1.25

种子的双重性与目的因及质料必然性

第 5 段,共 84 段 · 希腊语

内容简介

解释了种子的双重因果性(来源与目的),并论述了自然科学必须同时结合目的因(假设必然性)与质料及必然原因,并与恩培多克勒和德谟克利特等前人的概念局限性进行对比。

§1.1.2121 ἀρχὴ ἄρα καὶ ποιητικὸν τοῦ ἐξ αὐτοῦ τὸ σπέρμα.
21 因此,种子是源自它的事物的原理和制作因。
φύσει γὰρ ταῦτα· φύεται γοῦν ἐκ τούτου.
因为这些事物是因自然而存在的;无论如何,它们是从种子中生长出来的。
ἀλλὰ μὴν ἔτι τούτου πρότερον τὸ σὗ τὸ σπέρμα· γένεσις μὲν γὰρ τὸ σπέρμα, οὐσία δὲ τὸ τέλος.
然而,比这更先在的,是种子所针对的那个目的(即种子所归属的存在);因为种子是生成,而目的是实体。
ἀμφοῖν δʼ ἔτι πρότερον, ἀφʼ οὗ ἐστὶ τὸ σπέρμα.
而在两者之前更先在的,是种子所源自的那个东西。
ἔστι γὰρ τὸ σπέρμα διχῶς, ἐξ οὗ τε καὶ οὗ· καὶ γὰρ ἀφʼ οὗ ἀπῆλθε, τούτου σπέρμα, οἷον ἵππου, καὶ τούτου ὃ ἔσται ἐξ αὐτοῦ, οἷον ὀρέως, τρόπον δʼ οὐ τὸν αὐτόν, ἀλλʼ ἑκατέρου τὸν εἰρημένον.
因为种子有双重含义,即“源自它”和“属于它”;因为种子既是它所脱离的那个东西的种子,例如马,也是将要由它生成的那个东西的种子,例如骡子,但并非以同样的方式,而是以各自所说的方式。
§1.1.2222 ἔτι δὲ δυνάμει τὸ σπέρμα· δύναμις δʼ ὡς ἔχει πρὸς ἐντελέχειαν, ἴσμεν.
22 此外,种子是潜能;而我们知道潜能与现实的关系。
εἰσὶν ἄρα δύʼ αἰτίαι αὗται, τό θʼ οὗ ἕνεκα καὶ τὸ ἐξ ἀνάγκης· πολλὰ γὰρ γίνεται, ὅτι ἀνάγκη.
因此,存在这两种原因:目的(为了它)和出于必然;因为许多事情的发生是因为必然。
ἴσως δʼ ἄν τις ἀπορήσειε ποίαν λέγουσιν ἀνάγκην οἱ λέγντες ἐξ ἀνάγκης· τῶν μὲν γὰρ δύο τρόπων οὐδέτερον οἷόν θʼ ὑπάρχειν, τῶν διωρισμένων ἐν τοῖς κατὰ φιλοσοφίαν.
但也许有人会产生疑问:“出于必然”的倡导者所说的是哪种必然性;因为在哲学著作中所定义的那两种方式中,任何一种都不可能适用。
ἔστι δʼ ἔν γε τοῖς ἔχουσι γένεσιν ἡ τρίτη· λέγομεν γὰρ τὴν τρογὴν φὴν ἀναγκαῖόν τι κατ᾿ οὐδέτερον τούτων τῶν τρπων, ἀλλʼ ὅτι οὐχ οἷόν τʼ ἄνευ ταύτης εἶναι.
但在具有生成的事物中,存在着第三种必然性;因为我们说食物是某种必需品,不是根据这两种方式中的任何一种,而是因为没有它就不可能存在。
τοῦτο δʼ ἐστὶν ὥσπερ ἐξ ὑπσθέσεως· ὥσπερ γὰρ ἐπεὶ δεῖ σχίζειν τῷ πελέκει, ἀνάγκη σκληρὸν εἶναι, εἰ δὲ σκληρόν χαλκοῦν σιδηροῦν, οὕτω καὶ ἐπεὶ τὸ σῶμα ὄργανον (ἕνεκά τινος γὰρ ἕκαστον τῶν μορίων, ὁμοίως δὲ καὶ τὸ ὅλον), ἀνάγκη ἄρα τοιονδὶ εἶναι καὶ ἐκ τοιωνδί, εἰ ἐκεῖνο ἔσται.
这也就是所谓的假设必然性;因为正如既然必须用斧头砍东西,斧头就必然是坚硬的,如果是坚硬的,就必然是青铜或铁制的,同样,既然身体是工具(因为每一个部分都是为了某个目的,同样整个身体也是如此),那么如果要使那个目的存在,身体就必然是如此这般的,并且是由如此这般的东西构成的。
§1.1.23ὅτι μὲν οὖν δύο τρόποι τῆς 23 αἰτίας, καὶ δεῖ λέγοντας τυγχάνειν μάλιστα μὲν ἀμφοῖν, εἰ δὲ μὴ, δῆλόν γε πειρᾶσθαι ποιεῖν, καὶ ὅτι πάντες οἱ τοῦτο μὴ λέγοντες οὐδὲν ὡς εἰπεῖν περὶ φύσεως λέγουσιν· ἀρχὴ γὰρ ἡ φύσις μᾶλλον τῆς ὕλης.
因此,显而易见,原因有 23 两种方式,说话者应当尽可能同时触及两者,如果不能,也显然应当尝试这样做,而且所有不这样说的人,可以说根本没有谈论自然;因为自然作为原理更胜于质料。
ἐνιαχοῦ δέ που αὐτῇ καὶ Ἐμπεδοκλῆς περιπίπτει, ἀγόμενος ὑπʼ αὐτῆς τῆς ἀληθείας, καὶ τὴν οὐσίαν καὶ τὴν φύσιν ἀναγκάζεται φάναι τὸν λόγον εἶναι, οἷον ὀστοῦν ἀποδιδοὺς τί ἐστιν· οὔτε γὰρ ἕν τι τῶν στοιχείων λέγει αὐτὸ οὔτε δύο ἢ τρία οὔτε πάντα, ἀλλὰ λόγον τῆς μίξεως αὐτῶν.
甚至恩培多克勒在某些地方也会碰到这一点,他是被真理本身所引导,不得不承认实体和自然是比例(比率),例如当他说明骨头是什么时;因为他没有说它是元素中的任何一个,也不是两个或三个,也不是全部,而是它们混合的比例。
§1.1.24δῆλον τοίνυν 24 ὅτι καὶ ἡ σὰρξ τὸν αὐτὸν τρόπον ἐστί, καὶ τῶν ἄλλων τῶν τοιούτων μορίῶν ἕκαστον.
因此显而易见, 24 肉也是以同样的方式存在的,其他类似的每一个部分也是如此。
σἴτιον δὲ τοῦ μὴ ἐλθεῖν τοὺς προγενεστέρους ἐπὶ τὸν τρόπον τοῦτον, ὅτι τὸ τί ἦν εἶναι καὶ τὸ ὁρίσασθαι τὴν οὐσίαν οὐκ ἦν, ἀλλʼ ἥψατο μὲν Δημόκριτος πρῶτος, ὡς οὐκ ἀναγκαίου δὲ τῇ φυσικῇ θεωρίᾳ, ἀλλʼ ἐκφερόμενος ὑπʼ αὐτοῦ τοῦ πράγματος· ἐπὶ Σωκράτους δὲ τοῦτο μὲν ηὐξήθη, τὸ δὲ ζητεῖν τὰ περὶ φύσεως ἔληξε, πρὸς δὲ τὴν χρήσιμον ἀρετὴν καὶ τὴν πολιτικὴν ἀπέκλιναν οἱ φιλοσοφοῦντες.
而前辈们未能达到这种方式的原因,是因为“是什么(本质)”和定义实体的做法还不存在,虽然德谟克利特首先触及了它,但并不是把它当作自然观想所必需的东西,而是被事物本身所吸引;到了苏格拉底时代,这方面得到了发展,但对自然的研究却停止了,哲学研究者们转向了实用的德性和政治。
§1.1.25δεικτέον δʼ οὕτως, οἷον ὅτι 25 ἔστι μὲν ἡ ἀναπνοὴ τουδὶ χάριν, τοῦτο δὲ γίνεται διὰ τάδε ἐξ ἀνάγκης.
应当这样来论证,例如 25 呼吸是为了这个目的,而这因为这些原因而必然发生。
ἡ δʼ ἀνάγκη ὁτὲ μὲν σημαίνει ὅτι εἰ ἐκεῖνο ἔσται τὸ οὗ ἕνεκα, ταύτα ἀνάγκη ἐστὶν ἔχειν, ὁτὲ δʼ ὅτι ἔστιν οὕτως ἔχοντα καὶ πεφυκότα.
而必然性有时意味着,如果那个“为了它”的目的要存在,就必然要具备这些东西;有时则意味着事物具有这样的状态和自然本性。
τὸ θερμὸν γὰρ ἀναγκαῖον ἐξιέναι καὶ πάλιν εἰσιέναι ἀντικροῦον, τὸν δʼ ἀέρα εἰσρεῖν.
因为热必然要出去,并在遇到阻碍时再次进来,而空气必然要流入。
τοῦτο δʼ ἤδη ἀναγκαῖόν ἐστιν.
而这已经是必然的了。
τού ἐντὸς δὲ θερμοῦ ἀντικόπτοντος ἐν τῇ ψύξει τού θύραθεν ἀέρος ἡ εἴσοδος καὶ ἡ ἔξοδσς ὁ μὲν οὖν τρόπος οὗτος ὁ τῆς μεθόδου, καὶ περὶ ὧν δεῖ λαβεῖν τὰς αἰτίας, ταύτα καὶ τοιαῦτά ἐστιν.
当内部的热在外部空气的冷却中反弹时,便产生了吸入和呼出。 因此,这就是研究的方法,而我们必须掌握的原因,也就是这些和这类事物。

词汇与语法注释

  1. 1.1.21τοῦ οὗ τὸ σπέρμα — 词组 τοῦ οὗ 由起名词化作用的冠词 τοῦ 和属格关系代词 οὗ 构成,意为“它是其[种子]的那个东西”,即作为终点的发育完全的成体。这与种子所源自的母体(ἀφʼ οὗ)形成对比。
  2. 1.1.22ἐξ ὑποθέσεως — 意为“来自假设”,指亚里士多德哲学中的“假设必然性(条件必然性)”。它表示当预设了某个目的(例如:砍木头)时,手段(例如:斧头必须是坚硬的铁器)就变得具有必然性。
  3. 1.1.24τὸ τί ἦν εἶναι — 亚里士多德用以表示“本质”的特有术语。包含未完成过去时 ἦν,旨在指明事物在其定义中“历来就是(应当是)的那个东西”,即超越时间的本质规定。
  4. 1.1.25εἰ ἐκεῖνο ἔσται τὸ οὗ ἕνεκα — 条件句 εἰ 之后的直陈式将来时 ἔσται 并非对未来事件的单纯预测,而是带有旨在实现目的(前提条件)的含意:“如果要使那个目的[实现]”。

引用这一段

亚里士多德, 动物的诸部分 §1.1.21-1.1.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:1.1.21-1.1.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。