§1.2.12 Λαμβάνουσι δʼ ἔνιοι τὸ καθʼ ἕκαστον, διαιρούμενοι τὸ γένος εἰς δύο διαφοράς.
2 有些人试图通过将属分割为两个差异来把握个别事物。
τοῦτο δʼ ἐστὶ τῇ μὲν οὐ ῥᾴδιον, τῇ δὲ ἀδύνατον.
但这在某种意义上是不容易的,在另一种意义上是不可能的。
ἐνίων γὰρ ἔσται διαφορὰ μία μόνη, τὰ δʼ ἄλλα περίεργα, οἷον ὑπόπουν, δίπουν, σχιζόπουν, ἄπουν· αὕτη γὰρ μόνη κυρία.
因为对于某些事物,只有一个差异是起决定作用的,而其他差异都是多余的,例如有足的、双足的、裂足的、无足的;因为只有这最后一个差异才是决定性的。
εἰ δὲ μὴ, ταὐτὸν πολλάκις ἀναγκαῖον λέγειν.
否则,就必须多次重复同样的话。
ἔτι δὲ προσήκει μὴ διασπᾶν ἕκαστον γένος, οἷον τοὺς ὄρνιθας τοὺς μὲν ἐν τῇδε τοὺς δʼ ἐν ἄλλῃ διαιρέσει, καθάπερ ἔχουσιν αἱ γεγραμμέναι διαιρέσεις· ἐκεῖ γὰρ τοὺς μὲν μετὰ τῶν ἐνύδρων συμβαίνει διῃρῆσθαι, §1.2.22 τοὺς δʼ ἐν ἄλλῳ γένει.
此外,不应当割裂每一个属,例如鸟类,把一些放在这一分类中,另一些放在另一分类中,正如那些已被记录下来的分类法所做的那样;因为在那些分类法中,有些鸟最终会与水生动物划分在一起, 2 而另一些鸟则被划分在另一个属中。
ταύτῃ μὲν οὖν τῇ ὁμοιότητι ὄρνις ὄνομα κεῖται, ἑτέρᾳ δʼ ἰχθύς.
因此,对于这种相似性,被赋予了“鸟”这个名称,而对于另一种相似性,则被赋予了“鱼”。
ἄλλαι δʼ εἰσὶν ἀνώνυμοι, σἷον τὸ ἔναιμον καὶ τὸ ἄναιμον· ἐφʼ ἑκατέρῳ γὰρ τούτων οὐ κεῖται ἓν ὄνομα.
但还有一些相似性是无名的,例如有血的和无血的;因为对于这两者的每一个,并没有赋予一个单一的名称。
εἴπερ οὖν μηδὲν τῶν ὁμογενῶν διασπαστέον, ἡ εἰς δύο διαίρεσις μάταιος ἂν εἴη· οὕτω γὰρ διαιροῦντας ἀναγκαῖον χωρίζειν καὶ διασπᾶν· τῶν πολυπόδων γάρ ἐστι τὰ μὲν ἐν τοῖς πεζοῖς τὰ δʼ ἐν τοῖς ἐνύδροις.
因此,如果同类的事物绝不应当被割裂,那么二分法就将是徒劳的;因为对于这样分割的人来说,必然会把它们分离并割裂;因为在多足动物中,有些属于陆生动物,有些则属于生水动物。