§1.1.17καὶ ὅτι λεκτέον ὡς τοιοῦτον τὸ ζῴον, καὶ περὶ ἐκείνου, καὶ τί καὶ ποῖόν τι, καὶ τῶν μορίων ἕκαστον, ὥσπερ καὶ περὶ τοῦ εἴδους τῆς κλίνης.
并且,应当说明动物是如此这般的,也应当探讨它(整体),即它是何物、是怎样的,以及它的每一个部分,正如探讨床的形式一样。
εἰ δὴ τοῦτό ἐστι ψυχὴ ἢ ψυχῆς μέρος ἢ μὴ ἄνευ ψυχῆς (ἀπελθούσης γοῦν οὐκέτι ζῷόν ἐστιν, οὐδὲ τῶν μορίων οὐδὲν τὸ αὐτὸ λείπεται, πλὴν τῷ σχήματι μόνον, καθάπερ τὰ μυθευόμενα λιθοῦσθαι), εἰ δὴ ταῦτα οὕτως, τού φυσικοῦ περὶ ψυχῆς ἂν εἴη λέγειν καὶ εἰδέναι, καὶ εἰ μὴ πάσης, κατ᾿ αὐτὸ τοῦτο καθʼ ὃ τοιοῦτο τὸ ζῷον, καὶ τί ἐστιν ἡ ψυχὴ, ἢ αὐτὸ τοῦτο τὸ μόριον, καὶ περὶ τῶν συμβεβηκότων κατὰ τὴν τοιαύτην αὐτῆς οὐσίαν, ἄλλως τε καὶ τῆς φύσεως διχῶς λεγομένης καὶ οὔσης, τῆς μὲν ὡς ὕλης, τῆς δʼ ὡς οὐσίας.
如果这(形式)就是灵魂,或是灵魂的一部分,或是离不开灵魂的东西(总之,灵魂一旦离开,它就不再是动物,其部分也无一能保持原样,仅在形状上相同,就像神话中说被石化了的那些东西),如果这些确实如此,那么探讨和认识灵魂就是自然学者的工作——即使不是全部的灵魂,也是就使动物成为如此这般的这一个特定方面而言——并探讨灵魂是什么,或者这一个特定的灵魂部分是什么,以及探讨按照其如此这般的实体而属于它的偶然属性,特别是既然自然有双重含义且以双重方式存在,其一作为质料,其二作为实体。
καὶ ἔστιν αὕτη καὶ ὡς ἡ κινοῦσα καὶ ὡς τὸ τέλος.
而这后者既作为运动者存在,也作为目的存在。
τοιοῦτον δὲ τοῦ ζ´ ωου ἤτοι πάσα ἡ ψυχὴ ἢ μέρος τι αὐτῆς.
对动物而言,这样的东西要么是整个灵魂,要么是其某个部分。
ὥστε καὶ οὕτως ἂν λεκτέον εἴη τῷ περὶ φύσεως θεωρητικῷ περὶ ψυχῆς μᾶλλον ἢ περὶ τῆς ὕλης, ὅσῳ μᾶλλον ἡ ὕλῃ διʼ ἐκείνην φύσις ἐστὶν ἢ ἀνάπαλιν.
因此,即使从这个角度来看,对于自然研究者而言,也应当更多地讨论灵魂,而不是讨论质料,因为质料是因为灵魂(前者)才是自然,而不是相反。
καὶ γὰρ κλίνη καὶ τρίπους τὸ ξύλον ἐστίν, ὅτι δυνάμει ταῦτά ἐστιν.
因为木材是床和三脚架,是因为它在潜能上是这些东西。
§1.1.18ἀπορήσειε δʼ ἄν τις 18 εἰς τὸ νῦν λεχθὲν ἐπιβλέψας, πότερον περὶ πάσης ψυχῆς τῆς φυσικῆς ἐστὶ τὸ εἰπεῖν ἢ περί τινος.
然而,有人看到刚才所说的话,可能会产生疑问:探讨所有的灵魂是自然科学的任务,还是只探讨其某一部分。
εἰ γὰρ περὶ πάσης, οὐδεμία λείπεται παρὰ τὴν φυσικὴν ἐπιστήμην φιλοσοφία.
因为如果是关于全部灵魂,那么在自然科学之外就没有留下任何哲学了。
ὁ γὰρ νοῦς τῶν νοητῶν.
因为理智属于思想对象。
ὥστε περὶ πάντων ἡ φυσικὴ γνῶσις ἂν εἴη· τῆς γὰρ αὐτῆς περὶ νοῦ καὶ τοῦ νοητοῦ θεωρῆσαι, εἴπερ πρὸς ἄλληλα, καὶ ἡ αὐτὴ θεωρία τῶν πρὸς ἄλληλα πάντων, καθάπερ καὶ περὶ αἰσθήσεως καὶ τῶν αἰσθητῶν.
因此,自然的认识就会关于一切事物;因为如果理智和思想对象确实相互关联,那么观想理智和思想对象就属于同一门科学,而对所有相互关联事物的观想也是相同的,正如关于感觉和感觉对象也是如此。
ἢ οὐκ ἔστι πᾶσα ἡ ψυχὴ κινήσεως ἀρχὴ, οὐδὲ τὰ μόρια ἅπαντα, ἀλλʼ αὐξήσεως μὲν ὅπερ καὶ ἐν τοῖς φυτοῖς, ἀλλοιώσεως δὲ τὸ αἰσθητικόν, φορᾶς δʼ ἔτερόν τι καὶ οὐ τὸ νοητικόν·
或者,是否并非整个灵魂都是运动的原理,也不是其所有部分都是,而生长的原理是那同样存在于植物中的,质变的原理是感觉部分,而位移的原理是另外某个部分而不是理智部分?
ὑπάρχει γὰρ ἡ φορὰ καὶ ἐν ἑτέροις τῶν ζῴων, διάνοια δʼ οὐδενί.
因为位移也存在于其他动物中,而思想却不存在于任何其他动物中。
§1.1.19δῆλον οὖν ὡς οὐ 19 περὶ πάσης ψυχῆς λεκτέον· οὐδὲ γὰρ πᾶσα ψυχὴ φύσις, ἀλλά τι μόριον αὐτῆς ἓν ἢ καὶ πλείω.
因此,显而易见,我们不应讨论全部的灵魂;因为并非整个灵魂都是自然,而只是其中的某一个部分或更多部分。
ἕτι δὲ τῶν ἐξ ἀφαιρέσεως οὐδενὸς οἷόν τʼ εἶναι τὴν φυσικὴν θεωρητικὴν, ἐπειδὴ ἡ φύσις ἕνεκά του ποιεῖ πάντα.
而且,自然科学不可能观想任何通过抽象而得的事物,因为自然做一切事情都是为了某个目的。
φαίνεται γάρ, ὥσπερ ἐν τοῖς τεχναστοῖς ἐστὶν ἡ τέχνη, οὕτως ἐν αὐτοῖς τοῖς πράγμασιν ἄλλη τις ἀρχὴ καὶ αἰτία τοιαύτη, ἣν ἔχομεν καθάπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐκ τοῦ παντὸς.
因为看起来,正如在人工制品中存在技术一样,在事物本身中也存在着另一种如此这般的原理和原因,它是我们从宇宙中获得的,就像我们获得热和冷一样。
διὸ μᾶλλον εἰκὸς τὸν οὐρανὸν γεγενῆσθαι ὑπὸ τοιαύτης αἰτίας, εἰ γέγονε, καὶ εἶναι διὰ τοιαύτην αἰτίαν μᾶλλον ἢ τὰ ζῷα τὰ θνητά· τὸ γοῦν τεταγμένον καὶ τὸ ὡρισμένον πολὺ μᾶλλον φαίνεται ἐν τοῖς οὐρανίοις ἢ περὶ ἡμᾶς, τὸ· δʼ ἄλλοτʼ ἄλλως καὶ ὡς ἔτυχε περὶ τὰ θνητὰ μάλλον.
因此,如果天是生成的,那么天是由这种原因生成且因这种原因而存在,比起会死的动物来,更为合理;无论如何,秩序和确定性在天体中显然比在我们周围要多得多,而时常变化和偶然发生的情况在会死的事物中则更多。
§1.1.2020 οἱ δὲ τῶν μὲν ζῴων ἕκαστον φύσει φασὶν εἶναι καὶ γενέσθαι, τὸν δʼ οὐρανὸν ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου τοιοῦτον συστῆναι, ἐν ᾧ ἀπὸ τύχης καὶ ἀταξίας οὐδʼ ὁτιοῦν φαίνεται.
然而,他们说每一个动物都是自然存在和生成的,但天却是由于偶然和自发才这样构成的,而在天之中,却连任何偶然和无秩序的影子都看不见。
πανταχοῦ δὲ λέγομεν τόδε τοῦδʼ ἕνεκα, ὅπου ἂν φαίνηται τέλος τι πρὸς ὃ ἡ κίνησις περαίνει μηδενὸς ἐμποδίζοντος.
而且,只要没有阻碍,运动所达到的某种目的显现出来,我们就在任何地方都说“这是为了那”。
ὥστε εἶναι φανερὸν ὅτι ἔστι τι τοιοῦτον, ὃ δὴ καὶ καλοῦμεν φύσιν.
因此,显而易见,存在着某种如此这般的东西,这也就是我们所说的自然。
οὐ γὰρ δὴ ὅ τι ἔτυχεν ἐξ ἑκάστου γίνεται σπέρματος, ἀλλὰ τόδε ἐκ τοῦδε, οὐδὲ σπέρμα τὸ τυχὸν ἐκ τοῦ τυχόντος σήματος.
因为确实,并不是随便什么东西都会从每个种子中生成,而是这一个从这一个中生成,也不是随便的种子会从随便的身体中产生。