§2.2.14Κόνδαλος Μαυσώλου ὕπαρχος, ὁπότε διαπορευομένῳ αὐτῷ διὰ τῆς χώρας προσενέγκοι τις πρόβατον ἢ ὗν ἢ μόσχον, ἀπογραψάμενος τὸν δόντα καὶ τὸν χρόνον, ἀπαγαγόντα εἰς οἶκον ἐκέλευε τρέφειν ἕως ἂν ἐπανέλθοι·
马索拉斯的副官康达罗斯,每当他巡视领地时,有人向他赠送羊、猪或牛犊,他都会记录下赠送者和时间,并命令赠送者将动物牵回家中饲养,直到他返回。
ὁπότε δὲ δοκοίη χρόνος ἱκανὸς εἶναι, αὐτό τε τὸ τραφὲν καὶ τὴν ἐπικαρπίαν λογισάμενος ἀπῄτει.
当他认为时间已经足够时,他便计算并索要该动物本身以及其副产物。
τῶν τε δένδρων τὰ ὑπερέχοντα ἢ πίπτοντα εἰς τὰς ὁδοὺς τὰς βασιλικὰς ἐπώλει ὡς τὰς ἐπικαρπίας.
他还将伸出到王道上或掉落其上的树木枝叶及果实,作为其产出予以售卖。
τῶν δὲ στρατιωτῶν εἴ τις τελευτήσειε, διαπύλιον ἀπῄτει δραχμὴν τοῦ σώματος·
若有士兵死亡,他便对死者遗体征收一德拉克马的过门税。
ἅμα τε οὖν ἐντεῦθεν καὶ ἀργύριον ἐλάμβανεν, ἅμα τε οἱ ἡγεμόνες οὐ παρεκρούοντο αὐτόν, πότε τετελεύτηκεν ὁ στρατιώτης.
这样,他一方面由此获得了资金,另一方面军官们也无法欺骗他关于士兵是在何时死亡的。
τούς τε Λυκίους ὁρῶν ἀγαπῶντας τὸ τρίχωμα φορεῖν, ἔφησε γράμματα ἥκειν παρὰ βασιλέως, κόμας ἀποστεῖλαι εἰς προκόμια, προστετάχθαι οὖν αὐτῷ ὑπὸ Μαυσώλου ἀποκεῖραι αὐτούς.
他看到吕基亚人喜欢留长发,便声称收到了国王的来信,命令他们送去头发制作假发,因此马索拉斯命令他将他们的头发剃掉。
ἔφησεν οὖν, εἰ βούλονται ἐπικεφάλαιον τακτὸν αὐτῷ δοῦναι, μεταπέμψασθαι ἐκ τῆς Ἑλλάδος κόμην, οἱ δὲ ἀσμένως ἔδοσαν ὃ ᾔτει, καὶ συνελέγη χρήματα πολλὰ ἀπὸ ὄχλου πολλοῦ.
于是他说,如果他们愿意向他支付一笔固定的人头税,他就会从希腊运送头发过来。 他们便欣然给付了他所要求的数额,从而从众多民众中筹集到了大笔资金。
§2.2.15Ἀριστοτέλης Ῥόδιος ἄρχων Φωκαίας, ἀπορῶν χρημάτων, ὁρῶν στάσεις οὔσας δύο τῶν Φωκαίων, λόγους ἐποιήσατο πρὸς τὴν ἑτέραν στάσιν ἐν ἀπορρήτοις, φάσκων αὑτῷ διδόναι χρήματα τοὺς ἑτέρους ἐφʼ ᾧ αὐτοῖς τὰ πράγματα ἐγκλῖναι, αὐτὸς δὲ μᾶλλον βούλεσθαι παρὰ τούτων λαβεῖν καὶ τὰ περὶ τὴν πόλιν τούτοις διοικεῖν παραδοῦναι.
福卡亚的统治者、罗德岛的亚里士多德在缺乏资金时,看到福卡亚人之间存在两个派系,便与其中一个派系秘密接触,声称另一派正向他提供资金,条件是将政权倾斜给他们,但他自己更愿意从这一派这里接受资金,并将城邦的管理权交托给他们。
ἀκούσαντες δὲ ταῦτα εὐθέως τὰ χρήματα οἱ παρόντες πορίσαντες ὅσα ἐκέλευσεν ἔδωκαν.
听到这些话后,在场的人立即筹集并给付了他所要求的所有资金。
ὁ δὲ τοῖς ἑτέροις πάλιν ἔδειξεν ἃ εἰληφὼς εἴη παρὰ τῶν ἑτέρων· οἱ δὲ καὶ αὐτοὶ ἔφασαν οὐκ ἐλάττω δώσειν.
然后,他又向另一派展示了自己从前一派那里收到的钱,另一派也表示他们给付的不会少于此数。
λαβὼν δὲ παρʼ ἀμφοτέρων κατήλλαξεν αὐτοὺς πρὸς ἀλλήλους.
在从双方都拿到资金后,他使他们互相和解。
τοῖς τε πολίταις κατιδὼν οὔσας δίκας πολλὰς, καὶ μεγάλας ἐκ πολλοῦ χρόνου ἀδικίας τουτοῖς διὰ πολέμου, δικαστήριον καθίσας προεῖπεν, ὅσοι ἂν μὴ δικάσωνται χρόνῷ ὃν ἐθηκε, μηκέτι εἶναι ὑπὲρ τῶν προτέρων ἐγκλημάτων κρίσεις.
此外,他注意到市民之间有许多诉讼,且由于长期的战争而积怨甚深,于是他设立了法庭并宣告,凡是在他指定的期限内不起诉的人,此后将不再受理此前罪行的审判。
τότε δὴ παραβόλιον πολλῶν δικῶν καὶ τὰς ἐκκλήτους μετʼ ἐπιτιμίων ἐφʼ αὑτὸν ποιούμενος καὶ παρʼ ἑκατέρων ἀργύριον διʼ ἑτέρων λαμβάνων, συνήγαγεν οὐκ ὀλίγα χρήματα.
当时,他通过将许多诉讼的保证金以及带有罚金的上诉权收归自己,并利用第三者从双方获取资金,筹集到了不少资金。
§2.2.16Κλαζομένιοι δʼ ἐν σιτοδείᾳ ὄντες χρημάτων τε ἀποροῦντες ἐψηφίσαντο, παρʼ οἷς ἔλαιόν ἐστι τῶν ἰδιωτῶν, δανεῖσαι τῇ πόλει ἐπὶ τόκῳ· γίνεται δὲ πολὺς οὗτος ὁ καρπὸς ἐν τῇ χώρᾳ αὐτῶν.
克拉佐门尼人在遭遇粮食短缺且缺乏资金时,通过决议,要求拥有橄榄油的个人按利息贷款给城邦;这种作物在他们的土地上产量十分丰富。
δανεισάντων δὲ μισθωσάμενοι πλοῖα ἀπέστειλαν εἰς τὰ ἐμπόρια, ὅθεν αὐτοῖς ἧκε σῖτος, ὑποθήκης γενομένης τῆς τοῦ ἐλαίου τιμῆς.
在他们贷款后,克拉佐门尼人雇佣了船只并派遣到贸易港,粮食由此运抵他们那里,而橄榄油的价值被作为抵押。
ὀφείλοντές στρατιώταις μισθὸν εἴκοσι τάλαντα καὶ οὐ δοῦναι δυνάμενοι τόκον ἔφερον τοῖς ἡγεμόσι τέτταρα τάλαντα τοῦ ἐνιαυτοῦ·
他们拖欠士兵薪金共二十塔兰托,且无力偿还,于是每年向军官们支付四塔兰托的利息。
ἐπεὶ δὲ τοῦ μὲν ἀρχαίου ἀπέκοπτον οὐθέν, ἀεὶ δὲ μάτην ἐδαπάνων, νόμισμα ἔκοψαν σιδηροῦν εἰς ἀργυρίου λόγον εἴκοσι ταλάντων, εἶτα διδόντες τοῖς εὐπορωτάτοις ἐν τῇ πόλει κατὰ λόγον ἑκάστῳ ἀργύριον παρʼ ἐκείνων ἔλαβον ἴσον.
但由于本金一点也没有减少,且一直在白白地消耗资金,他们便铸造了相当于二十塔兰托白银价值的铁币,然后按比例分发给城中最为富有的人,并从他们那里换取了等额的白银。
οἵ τε οὖν ἰδιῶται εἶχον εἰς τὰς καθʼ ἡμέραν χρείας ἀναλίσκειν καὶ ἡ πόλις τοῦ χρέους ἀπηλλάγη.
这样,个人可以用铁币来满足日常需要,城邦也得以摆脱债务。
δεύτερον δὲ ἐκ τῶν προσόδων ἐκείνοις τόν τε τόκον κατέφερον καὶ ἀεὶ διαιροῦντες ἑκάστῳ πρὸς μέρος διεδίδοσαν, τοὺς δὲ σιδηροῦς ἐκομίζοντο.
此后,城邦利用财政收入向他们支付利息,并不断进行分割,按比例分发给每个人,从而收回了铁币。
§2.2.17Σηλυβριανοὶ δὲ δεηθέντες χρημάτων, νόμου ὄντος αὐτοῖς σίτου μὴ ἐξάγειν ἐν λιμῷ γενομένοις, ἐκείνοις δὲ ὑπάρχοντος σίτου παλαιοῦ, ἐψηφίσαντο τῇ πόλει παραδοῦναι τοὺς ἰδιώτας τὸν σῖτον τῆς τεταγμένης τιμῆς, ὑπολειπόμενον ἕκαστον ἐνιαυτοῦ τροφήν·
塞吕布利亚人需要资金,虽然他们有法律规定在发生饥荒时不得出口粮食,但当时他们拥有陈粮储备,于是通过决议,要求个人按公定价格将粮食交托给城邦,仅各自留下一年的口粮。
εἶτα ἐξαγωγὴν ἔδωκαν τῷ βουλομένῳ, τάξαντες τιμὴν ἣν ἐδόκει καλῶς ἔχειν αὐτοῖς.
随后,他们设定了他们认为合适的售价,并向任何希望出口的人发放了出口许可。
§2.2.18Ἀβυδηνοὶ δέ, διὰ στασιασμὸν τῆς χώρας ἀργοῦ γενομένης, καὶ τῶν μετοίκων οὐ προϊεμένων αὐτοῖς οὐδὲν διὰ τὸ καὶ ἔτι ὀφείλειν, ἐψηφίσαντο τὸν βουλόμενον τοῖς γεωργοῖς δανείζειν, ὡς ἐργάσωνται, ὡς πρώτοις αὐτοῖς ἐσομένης τῆς κομιδῆς ἐκ τοῦ καρποῦ, τοῖς δὲ ἄλλοις ἐκ τῶν λειπομένων.
阿拜多斯人因内讧导致土地荒芜,且侨民因城邦仍有欠款而不再向他们借贷,于是通过决议,允许任何愿意的人向农民贷款以供其耕作,并规定他们将最优先从收成中收回贷款,而其他债权人则从剩余部分中收回。
§2.2.19Ἐφέσιοι δεηθέντες χρημάτων νόμον ἔθεντο μὴ φορεῖν χρυσὸν τὰς γυναῖκας, ὅσον δὲ νῦν ἔχουσι δανεῖσαι τῇ πόλει.
以弗所人在需要资金时制定法律,禁止妇女佩戴黄金,并将她们目前拥有的黄金贷给城邦。
τῶν τε κιόνων τισὶ τῶν ἐν τῷ νεῷ τάξαντες ἀργύριον ὃ δεῖ καταβαλεῖν εἴων ἐπιγράφεσθαι τὸ ὄνομα τοῦ δόντος τὸ ἀργύριον ὡς ἀνατεθεικότος.
此外,他们为神殿中的某些柱子规定了应缴纳的金额,并允许出资者将自己的名字作为捐献者刻在柱子上。