§2.2.20Διονύσιος Συρακούσιος βουλόμενος χρήματα συναγαγεῖν, ἐκκλησίαν ποιήσας ἔφησεν ἑωρακέναι τὴν Δήμητραν, καὶ κελεύειν τὸν τῶν γυναικῶν κόσμον εἰς τὸ ἱερὸν ἀποκομίζειν.
\n叙拉古的狄奥尼西奥斯想要筹集资金,便召集了公民大会,声称自己见到了得墨忒耳女神,并称女神命令将妇女的饰物送到神庙去。
αὐτὸς μὲν οὖν τῶν παρʼ αὑτῷ γυναικῶν τὸν κόσμον τοῦτο πεποιηκέναι· ἠξίου δὲ καὶ τοὺς ἄλλους, μή τι μήνιμα παρὰ τῆς θεοῦ γένηται· τὸν δὲ μὴ τοῦτο ποιήσαντα ἔνοχον ἔφησεν ἱεροσυλίας ἔσεσθαι.
他说自己已经把家中有关系的女子的饰物这样送去了,并要求其他人也这样做,以免招致女神的愤怒;他还宣称,不这样做的人将犯下亵渎神圣罪。
ἀνενεγκάντων δὲ πάντων ἃ εἶχον διά τε τὴν θεὸν καὶ διʼ ἐκεῖνον, θύσας τῇ θεῷ τὸν κόσμον ἀπηνέγκατο ὡς παρὰ τῆς θεοῦ δεδανεισμένος.
鉴于对女神的敬畏以及因为他的缘故,所有人都把持有的东西送了来,而他在向女神献祭之后,便将这些饰物带走了,仿佛是向女神借用的一样。
προελθόντος δὲ χρόνου καὶ τῶν γυναικῶν πάλιν φορουσῶν, ἐκέλευσε τὴν βουλομένην χρυσοφορεῖν τάγμα τι ἀνατιθέναι ἐν τῷ ἱερῷ.
过了一段时间,妇女们再次佩戴起饰物,于是他下令,凡想佩戴金饰的妇女,必须在神庙里奉献一定数额的供金。
τριηρεῖς τε ναυπηγεῖσθαι μέλλων ᾔδει ὅτι δεήσοιτο χρημάτων.
\n在准备建造三段式战船时,他知道自己会需要资金。
ἐκκλησίαν οὖν συναγαγὼν ἔφη πόλιν αὑτῷ τινα προδίδοσθαι, εἰς ἣν δεῖσθαι χρημάτων, ἠξίου τε αὑτῷ τοὺς πολίτας εἰσενέγκαι δύο στατῆρας ἕκαστον· οἳ δʼ εἰσήνεγκαν.
于是他召集公民大会,声称某个城市正向他暗中投降,为此需要资金,并要求市民每人向他提供两个斯塔特;市民们照办了。
διαλιπὼν δὲ δύο ἢ τρεῖς ἡμέρας, ὡς διημαρτηκὼς τῆς πράξεως, ἐπαινέσας αὐτοὺς ἀπέδωκεν ἑκάστῳ ὃ εἰσήνεγκαν.
过了两三天,他装作该计划已经失败的样子,称赞了他们,并将每人提供的钱退还。
ποιήσας δὲ τοῦτο ἀνεκτήσατο τοὺς πολίτας.
通过这样做,他赢得了市民的信任。
εἶτα πάλιν οἰόμενοι ἀπολήψεσθαι εἰσήνεγκαν· ὃ δὲ λαβὼν εἶχεν εἰς τὴν ναυπηγίαν.
随后,市民们以为还能再退回来,便再次提供了资金;但他拿到钱后,就将其留作造船之用。
οὐκ εὐπορῶν δὲ ἀργυρίου νόμισμα ἔκοψε καττιτέρου, καὶ συναγαγὼν ἐκκλησίαν πολλὰ τοῦ κεκομμένου νομίσματος ὑπερεῖπεν· οἳ δὲ ἐψηφίσαντο καὶ μὴ βουλόμενοι ἕκαστος ὃ ἂν εἵλετο ἔχειν ὡς ἀργυροῦν ἀλλὰ μὴ καττιτέρινον.
\n在缺乏白银时,他铸造了锡币,并召集公民大会,极力称赞这种新铸造的货币;而市民们即便不情愿,也投票同意将各自拿到手的货币当作银币而非锡币来接受。
πάλιν τε δεηθεὶς χρημάτων ἠξίου τοὺς πολίτας εἰσενεγκεῖν αὑτῷ· οἳ δʼ οὐκ ἔφασαν ἔχειν.
\n 再次需要资金时,他要求市民们向他捐款,但他们声称没有钱。
ἐξενέγκας οὖν τὰ σκεύη τὰ παρʼ αὑτοῦ ἐπώλει, ὡς δὴ διʼ ἀπορίαν τοῦτο ποιῶν· ἀγοραζόντων δὲ Συρακουσίων ἀπεγράφετο τί ἕκαστος ἀγοράσειεν· ἐπεὶ δὲ τὴν τιμὴν κατέβαλον, ἐκέλευσε τὸ σκεῦος ἀναφέρειν ἕκαστον ὃ ἠγόρασεν.
于是他把自己的器皿拿出来出卖,假装是因贫困才这样做;当叙拉古人购买这些东西时,回记录下每个人购买了什么;待他们支付了款项后,他命令每个人把买下的器皿再送回来。
τῶν τε πολιτῶν διὰ τὰς εἰσφορὰς οὐ τρεφόντων βοσκήματα, εἶπεν ὅτι ἱκανὰ ἦν αὑτῷ πρὸς τοσοῦτον· τοὺς οὖν νῦν τι κτησαμένους ἀτελεῖς ἔσεσθαι.
\n由于屡次征收直接税,市民们不再饲养牲畜,他便声称自己目前的税收已经足够,现在新购置牲畜的人将免除税收。
πολλῶν δὲ ταχὺ κτησαμένων πολλὰ βοσκήματα, ὡς ἀτελῆ ἑξόντων, ἐπεὶ καιρὸν ᾤετο εἶναι, τιμήσασθαι κελεύσας ἐπέβαλε τέλος.
许多人以为可以免税拥有,很快就购置了许多牲畜,当他认为时机成熟时,便下令进行估价并征收了税款。
οἱ οὖν πολῖται ἀγανακτήσαντες ἐπὶ τῷ ἐξηπατῆσθαι, σφάζοντες ἐπώλουν.
市民们因受骗而感到愤怒,于是宰杀牲畜予以出售。
ὡς δὲ πρὸς τοῦτο ἔταξε σφάζεσθαι ὅσα δεῖ τῆς ἡμέρας, οἱ δὲ πάλιν ἱερόθυτα ἐποίουν· ὁ δὲ ἀπεῖπε θῆλυ μὴ θύειν.
对此,当他规定每天只能宰杀所需的数量时,他们又把牲畜当作祭品来宰杀;但他又禁止宰杀母畜。
πάλιν τε δεηθεὶς χρημάτων ἐκέλευσεν ἀπογράψασθαι πρὸς αὑτὸν ὅσοι οἶκοί εἰσιν ὀρφανικοί.
\n再次需要资金时,他下令将所有孤儿的家产向他登记。
ἀπογραψαμένων δὲ ἄλλων τὰ τούτων χρήματα ἀπεχρᾶτο, ἕως ἕκαστος εἰς ἡλικίαν ἔλθοι.
在他人登记之后,他就使用这些财产,直到每个人成年为止。
Ῥήγιόν τε καταλαβών, ἐκκλησίαν συναγαγὼν εἶπε διότι δικαίως μὲν ἂν ἐξανδραποδισθεῖεν ὑπʼ αὐτοῦ, νῦν μέντοι τὰ εἰς τὸν πόλεμον ἀνηλωμένα χρήματα κομισάμενος καὶ ὑπὲρ ἑκάστου σώματος τρεῖς μνᾶς ἀφήσειν αὐτούς.
\n在占领雷吉翁后,他召集公民大会,说他们理应被他卖为奴隶,但现在,如果他能收回用于战争的资金,并且每个人交纳三明纳,他就释放他们。
οἱ δὲ Ῥηγῖνοι ὅσα ποτʼ ἦν αὐτοῖς ἀποκεκρυμμένα ἐμφανῆ ἐποίουν καὶ οἱ ἄποροι παρὰ τῶν εὐπορωτέρων καὶ παρὰ τῶν ξένων δανειζόμενοι ἐπόρισαν ἃ ἐκέλευσε χρήματα.
雷吉翁人于是把一切藏匿的财产都公开了,贫困者向富有者及外邦人借贷,筹齐了他所要求的资金。
λαβὼν δὲ ταῦτα παρʼ αὐτῶν τά τε σώματα πάντα οὐδὲν ἧττον ἀπέδοτο τά τε σκεύη, ἃ τότε ἦν ἀποκεκρυμμένα, ἐμφανῆ ἅπαντα ἔλαβε.
但他从他们那里拿到这些钱后,却依然把所有人卖为奴隶,并且把当时因藏匿而公开的所有器皿全部没收。
δανεισάμενός τε παρὰ τῶν πολιτῶν χρήματα ἐπʼ ἀποδόσει, ὡς ἀπῄτουν αὐτόν, ἐκέλευσεν ἀναφέρειν ὅσον ἔχει τις ἀργύριον πρὸς αὐτόν· εἰ δὲ μή, θάνατον ἔταξε τὸ ἐπιτίμιον.
\n他向市民们借了钱并承诺偿还,当他们向他索债时,他命令所有人把持有的银币都送到他那里,若不送来则定为死罪。
ἀνενεχθέντος δὲ τοῦ ἀργυρίου, ἐπικόψας χαρακτῆρα ἐξέδωκε τὴν δραχμὴν δύο δυναμένην δραχμὰς καὶ τό τε ὀφειλόμενον πρότερον ἀνήνεγκαν πρὸς αὐτόν.
银币送来后,他打上新印记重新发行,使一德拉克马相当于两德拉克马的价值,并且让他们把自己以前欠他的债务也送交给他。
εἰς Τυρρηνίαν τε πλεύσας ναυσὶν ἑκατόν, ἔλαβεν ἐκ τοῦ τῆς Λευκοθέας ἱεροῦ χρυσίον τε καὶ ἀργύριον πολὺ καὶ τὸν ἄλλον κόσμον οὐκ ὀλίγον.
\n他率领一百艘船航行到图雷尼亚,从勒乌科忒亚的神庙中夺取了大量金银以及不少其他饰物。
εἰδὼς δὲ ὅτι καὶ οἱ ναῦται πολλὰ ἔχουσι, κήρυγμα ἐποιήσατο τὰ ἡμίσεα ὧν ἔχει ἕκαστος ἀναφέρειν πρὸς αὑτόν, τὰ δʼ ἡμίσεα ἔχειν τὸν λαβόντα· τῷ δὲ μὴ ἀνενέγκαντι θάνατον ἔταξε τὸ ἐπιτίμιον.
由于知道水兵们也得到了许多东西,他发出宣告,要求每个人将所持东西的一半交给他,而获取者可保留另一半;对不交出者则定为死罪。
ὑπολαβόντες δὲ οἱ ναῦται ἀνενεγκόντες τὰ ἡμίσεα τὰ κατάλοιπα ἔχειν, ἀδεῶς ἀνήνεγκαν· ὃ δʼ ἐπείπερ ἐκεῖνα ἔλαβεν, ἐκέλευσε πάλιν τὰ ἡμίσεα ἀναφέρειν.
水兵们以为交出一半就能保有剩下的一半,便毫无顾虑地交了出来;但他一旦拿到了那些东西,就又命令他们把剩下的一半也交出来。