§2.2.6Σωσίπολις Ἀντισσαῖος, δεηθείσης τῆς πόλεως χρημάτων, εἰθισμένων αὐτῶν λαμπρῶς ἄγειν Διονύσια, ἐν οἷς ἄλλα τε πολλὰ ἀνήλισκον ἐξ ἐνιαυτοῦ παρασκευάζοντες καὶ ἱερεῖα πολυτελῆ, ὑπογύου δὲ οὔσης ταύτης τῆς ἑορτῆς, ἔπεισεν αὐτοὺς τῷ μὲν Διονύσῳ εὔξασθαι ἐς νέωτα ἀποδώσειν διπλάσια, ταῦτα δὲ συναγαγόντας ἀποδόσθαι.
安提萨的索西波利斯在城邦需要资金时,由于市民习惯于盛大开办狄奥尼索斯节(他们为此提前一年准备,耗费许多其他物品以及昂贵的祭品),而此时该节日又迫在眉睫,于是他劝说他们向狄奥尼索斯许愿在来年奉献双倍的祭品,并将这次收集好的物品予以出售。
συνελέγη οὖν αὐτοῖς χρήματα οὐκ ὀλίγα πρὸς τὴν χρείαν.
因此,他们为当务之急筹集到了不少资金。
§2.2.7Λαμψακηνοὶ δὲ προσδοκίμων οὐσῶν τριηρῶν πολλῶν πρὸς αὐτούς, ὄντος μεδίμνου τῶν ἀλφίτων τετραδράχμου, προσέταξαν τοῖς ἀγοραίοις πωλεῖν ἑξάδραχμον, καὶ τοῦ ἐλαίου τὸν χοᾶ ὄντα δραχμῶν τριῶν, τεττάρων καὶ τριωβόλου, τοῦ τε οἴνου καὶ τῶν ἄλλων ὡσαύτως.
兰普萨科斯人在预料到会有许多三段击船驶往他们那里时,大麦粉每麦地姆诺斯本为四德拉克马,他们却命令市场上的商人按六德拉克马出售;每库斯橄榄油本为三德拉克马,他们命人按四德拉克马又三奥博尔出售;葡萄酒及其他商品也同样处理。
τὴν μὲν οὖν ἀρχαίαν τιμὴν ἐλάμβανεν ὁ ἰδιώτης, τὸ δὲ πλέον ἡ πόλις, καὶ εὐπόρησε χρημάτων.
因此,个人拿取原价,而多出的部分归城邦所有,城邦由此获得了充裕的资金。
§2.2.8Ἡρακλεῶται πέμποντες ναῦς τετταράκοντα ἐπὶ τοὺς ἐν Βοσπόρῳ τυράννους, οὐκ εὐπορούμενοι χρημάτων παρὰ τῶν ἐμπόρων συνηγόρασαν τόν τε σῖτον πάντα καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον καὶ τὴν ἄλλην ἀγοράν χρόνου διισταμένου ἐν ᾧ ἔμελλον ἀποδώσειν τὴν τιμήν.
赫拉克利亚人在派遣四十艘船只去讨伐蓬托斯海峡的僭主时,因缺乏资金,向商人购买了全部的谷物、橄榄油、葡萄酒及其他市场物资,并约定延期付款。
τοῖς δὲ δὴ ἐμπόροις καλῶς εἶχε μὴ κοτυλίζειν, ἀλλʼ ἁθρόα τὰ φορτία πεπρᾶσθαι, ἐκεῖνοί τε διδόντες διʼ ἄλλην οὐ μισθὸν παρῆγον τὴν ἀγορὰν ἐν ὁλκάσι, καὶ ἄνδρα ταμίαν ἐπέστησαν ἐφʼ ἑκάστῃ τῶν νεῶν.
对商人而言,免于零售而能将货物整装售出是十分便利的。 赫拉克利亚人没有给士兵发放薪金,而是给他们提供这些物资,用商船将物资运送同行,并在每艘船上设立了一名财务官。
ἀφικομένων δʼ εἰς τὴν πολεμίαν αὐτῶν ἠγόραζον οἱ στρατιῶται παρὰ τούτων ἅπαντα.
当他们抵达敌境时,士兵们向这些财务官购买了所有东西。
πρότερον οὖν συνελέγη ἀργύριον ἤ ἐδίδοσαν οἱ στρατηγοὶ πάλιν τὸν μισθόν, ὥστε συνέβαινε ταὐτὸ ἀργύριον δίδοσθαι ἕως εἰς οἶκον ἀπῆλθον.
因此,在将军们再次发放薪金之前,资金就已经收回,结果同样的一笔资金得以循环使用,直到他们返回家园。
§2.2.9Λακεδαιμόνιοι Σαμίων δεηθέντων χρήματα αὐτοῖς εἰς τὴν κάθοδον δοῦναι, ἐψηφίσαντο μίαν ἡμέραν καὶ αὐτοὺς καὶ τοὺς οἰκέτας καὶ τὰ ὑποζύγια νηστεῦσαι, ὅσον δὲ ἐδαπάνα ἕκαστος, τοσοῦτον δοῦναι τοῖς Σαμίοις.
斯巴达人在萨摩斯人请求提供资金以资助其重返家园时,决议让他们自身、奴隶以及牲畜都斋戒一日,并将每个人在这一天里本会消耗的数额赠予萨摩斯人。
§2.2.10Χαλκηδόνιοι δέ, ξένων ἐν τῇ πόλει συχνῶν παρʼ αὐτοῖς γινομένων, ὀφείλοντες αὐτοῖς μισθὸν οὐκ ἠδύναντο διαλῦσαι.
迦克墩人在城中聚集了许多雇佣兵,因拖欠他们的薪金而无力偿还。
ἀνήγγειλαν οὖν, εἴ τις τῶν πολιτῶν ἢ μετοίκων σῦλον ἔχει κατὰ πόλεως ἢ ἰδιώτου καὶ βούλεται λαβεῖν, ἀπογράψασθαι.
于是,他们发出公告,规定任何公民或侨民若对其他城邦或个人拥有报复捕获权并希望予以兑现,即可登记。
ἀπογραψαμένων δὲ συχνῶν, τὰ πλοῖα τὰ πλέοντα εἰς τὸν Πόντον ἐσύλων μετὰ προφάσεως εὐλόγου. ἔταξαν δὲ χρόνον ἐν ᾧ λόγον ὑπὲρ αὐτῶν ἔφασαν ποιήσασθαι.
在许多人登记之后,他们以合理的借口拦截了驶向蓬托斯的船只,并规定了一个期限,声称届时将对这些货物进行清算。
συλλεγέντων δὲ χρημάτων συχνῶν, τοὺς μὲν στρατιώτας ἀπήλλαξαν, ὑπὲρ δὲ τῶν σύλων διεδικάσαντο.
在筹集到大笔资金后,他们解散了士兵,并对这些捕获物进行了法庭审理。
τοῖς δὲ μὴ δικαίως συληθεῖσιν ἡ πόλις ἀπὸ τῶν προσόδων ἀπεδίδου.
对于那些被不当捕获的人,城邦用自己的财政收入予以了赔偿。
§2.2.11Κυζικηνοὶ δὲ στασιάσαντες πρὸς ἀλλήλους, ἐπικρατήσαντος τοῦ δήμου, τῶν δὲ πλουσίων συνειλημμένων, ὀφείλοντες χρήματα στρατιώταις ἐψηφίσαντο μὴ θανατῶσαι τοὺς συνειλημμένους, ἀλλὰ χρήματα πραξαμένους φυγαδεῦσαι.
基齐库斯人内部发生内讧,在民主派占了上风且富人被捕后,由于拖欠士兵资金,他们通过决议,不对被捕者处以死刑,而是向他们征收资金后予以驱逐。
§2.2.12Χῖοι δέ, νόμου ὄντος αὐτοῖς ἀπογράφεσθαι τὰ χρέα εἰς τὸ δημόσιον, δεηθέντες χρημάτων ἐψηφίσαντο τοὺς ὀφείλοντας μὲν ἀποδοῦναι τῇ πόλει τὰ δάνεια, τὴν δὲ πόλιν ἐκ τῶν προσόδων τοὺς τόκους τοῖς δεδανεικόσι καταφέρειν, ἕως ἂν καὶ τὸ ἀρχαῖον εὐπορήσωσιν.
希俄斯人原本有一条法律,规定必须将所有债务登记在公家账簿上。 当他们需要资金时,决议要求债务人将借款偿还给城邦,而城邦则从自身的财政收入中向债权人支付利息,直到城邦有能力偿还本金为止。
§2.2.13Μαύσωλος ὁ Καρίας τύραννος, πέμποντος βασιλέως πρὸς αὐτὸν ἐπὶ τῷ τοὺς φόρους δοῦναι, συναγαγὼν τοὺς εὐπορωτάτους ἐν τῇ χώρᾳ ἔλεγεν ὅτι ὁ βασιλεὺς αἰτεῖ τοὺς φόρους, αὐτὸς δὲ οὐκ εὐπορεῖται.
卡里亚的僭主马索拉斯在国王派人向他征收贡税时,召集了领地内最富有的人,告诉他们国王正在索要贡税,而他自己缺乏资金。
κατασκευαστοὶ δʼ ἄνδρες αὐτῷ εὐθέως ἐπηγγέλλοντο ὅσον εἰσοίσει ἕκαστος.
随后,他暗中安排好的一些托儿立即当众宣布了每个人将贡献多少资金。
τούτων δὲ τοῦτο πραξάντων, οἱ εὐπορώτεροι τὰ μὲν αἰσχυνόμενοι τὰ δὲ φοβούμενοι πολλῷ τούτων πλείω ἐπηγγέλλοντο καὶ εἰσέφερον.
在这些人这样做之后,其他更富有的人一方面出于羞愧,另一方面出于恐惧,宣布并缴纳了比那些人多得多的资金。
πάλιν δεηθεὶς χρημάτων ἐξεκκλησιάσας τοῖς Μυλασσεῦσιν ἔλεγεν ὅτι μητρόπολις οὖσα ἡ πόλις αὐτοῦ αὕτη ἀτείχιστός ἐστιν, ὁ δὲ βασιλεὺς ἐπʼ αὐτὸν στρατεύει.
当他再次需要资金时,他召集米拉萨人开会,声称这作为他母邦的城市是没有城墙的,且国王正向他进军。
ἐκέλευσεν οὖν τοὺς Μυλασσεῖς φέρειν ἕκαστον ὅτι πλεῖστα χρήματα, φάσκων αὐτοὺς τοῖς νῦν εἰσενεχθεῖσι καὶ τὰ λοιπὰ σῴζειν.
因此,他命令米拉萨人每人带来尽可能多的资金,声称通过现在缴纳的资金,他们也能保住剩余的财产。
εἰσενεχθέντων δὲ πολλῶν τὰ μὲν χρήματα εἶχε, τὸ δὲ τεῖχος οὐκ ἔφη τὸν θεὸν ἐᾶν ἐν τῷ παρόντι οἰκοδομεῖν.
在许多资金被送来之后,他将钱据为己有,却称神明目前不允许建造城墙。