Humanitext Reader

亚里士多德 · 经济学 §2.1.1-2.1.8

四种经济管理形态与收入来源

第 7 段,共 15 段 · 希腊语

内容简介

作者提出了四种经济管理(家政)的类型(王室、太守、城邦、个人),并阐述了它们各自的主要收入来源与特点。随后说明了收集历史上有用的财务管理实例的目的。

§2.1.1τὸν οἰκονομεῖν μέλλοντά τι κατὰ τρόπον τῶν τε τόπων, περὶ οὓς ἂν πραγματεύηται, μὴ ἀπείρως ἔχειν, καὶ τῇ φύσει εὐφυῆ εἶναι καὶ τῇ προαιρέσει φιλόπονόν τε καὶ δίκαιον· ὅ τι γὰρ ἂν ἀπῇ τούτων τῶν μερῶν, πολλὰ διαμαρτήσεται περὶ τὴν πραγματείαν ἣν μεταχειρίζεται.
凡意欲妥善进行管理者,对于自己所要从事管理的地区,不可不具经验,且须天资聪颖,在选择上既勤勉又公正;因为如果缺少这些要素中的任何一项,他在所着手处理的事务中将会犯下许多错误。
οἰκονομίαι δέ εἰσι τέσσαρες, ὡς ἐν τύπῳ διελέσθαι ʽτὰς γὰρ ἄλλας εἰς τοῦτο ἐμπιπτούσας εὑρήσομεν̓, βασιλική σατραπική πολιτική ἰδιωτική.
家政(经济管理)有四种类型,粗略地加以区分(因为我们会发现其他类型都归属于此):王室的、太守的、城邦的、个人的。
§2.1.2τούτων δὲ μεγίστη μὲν καὶ ἁπλουστάτη ἡ βασιλική,, ποικιλωτάτη δὲ καὶ ῥᾴστη ἡ πολιτική, ἐλαχίστη δὲ καὶ ποικιλωτάτη ἡ ἰδιωτική.
在这些之中,王室的是规模最大且最简单的,,而城邦的是最多样且最容易的,个人的是规模最小且最多样的。
ἐπικοινωνεῖν μὲν τὰ πολλὰ ἀλλήλαις ἀναγκαῖόν ἐστιν· ὅσα δὲ μάλιστα διʼ αὐτῶν ἑκάστῃ συμβαίνει, ταῦτα ἐπισκεπτέον ἡμῖν ἐστιν.
虽然它们在许多方面必然彼此相通,但我们必须考察在它们各自之中最特有的事物。
πρῶτον μὲν τοίνυν τὴν βασιλικὴν ἴδωμεν.
那么,我们首先来看王室的。
ἔστι δὲ αὕτη δυναμένη μὲν τὸ καθόλου, εἴδη δὲ ἔχουσα τέσσαρα· περὶ νόμισμα, περὶ τὰ ἐξαγώγιμα, περὶ τὰ εἰσαγώγιμα, περὶ τὰ ἀναλώματα.
这在总体上具有支配力,但包含四个部门:关于货币、关于出口、关于进口、关于支出。
§2.1.3τούτων δὲ ἕκαστον περὶ τὸ νόμισμα λέγω ποῖον καὶ πότε τίμιον ἢ εὔωνον ποιητέον, περὶ δὲ τὰ ἐξαγώγιμα καὶ εἰσαγώγιμα πότε καὶ τίνα παρὰ τῶν σατραπῶν ἐν τῇ ταγῇ ἐκλαβόντι αὐτῷ λυσιτελήσει διατίθεσθαι, περὶ δὲ τὰ ἀναλώματα τίνα περιαιρετέον καὶ πότε, καὶ πότερον δοτέον νόμισμα εἰς τὰς δαπάνας ἢ ἃ τῷ νομίσματι ὤνια.
关于这些中的每一项:关于货币,我是指应当使何种货币在何时增值或贬值;关于出口和进口,是指在何时以及将何种货物从太守的征收中收来后,由其自身予以处置(售出)才会是有利的;关于支出,是指应当在何时削减何种支出,以及应当支付货币作为费用,还是支付可用货币购买的商品。
§2.1.4δεύτερον δὲ τὴν σατραπικήν.
第二,太守的。
ἔστι δὲ ταύτης εἴδη ἓξ τῶν προσόδων ἀπὸ γῆς, ἀπὸ τῶν ἐν τῇ χώρᾳ ἰδίων γινομένων, ἀπὸ ἐμπορίων, ἀπὸ τελῶν, ἀπὸ βοσκημάτων, ἀπὸ τῶν ἄλλων.
这有六种收入来源:来自土地、来自境内特产、来自贸易、来自税收、来自牲畜、来自其他来源。
αὐτῶν δὲ τούτων πρώτη μὲν καὶ κρατίστη ἡ ἀπὸ τῆς γῆς ʽαὕτη δέ ἐστιν ἣν οἱ μὲν ἐκφόριον, οἱ δὲ δεκάτην προσαγορεύουσιν̓, δευτέρα δὲ ἡ ἀπὸ τῶν ἰδίων γινομένη, οὗ μὲν χρυσίον, οὗ δὲ ἀργύριον, οὗ δὲ χαλκός, οὗ δὲ ὁπόσα δύναται γίνεσθαι, τρίτη δὲ καὶ ἡ ἀπὸ τῶν ἐμπορίων τετάρτη δὲ καὶ ἡ ἀπὸ τῶν κατὰ γῆν τε καὶ ἀγοραίων τελῶν γινομένη, πέμπτη δὲ ἡ ἀπὸ τῶν βοσκημάτων, ἐπικαρπία τε καὶ δεκάτη καλουμένη, ἕκτη δὲ ἡ ἀπὸ τῶν ἄλλων, ἐπικεφάλαιόν τε καὶ χειρωνάξιον προσαγορευομένη.
在这些来源中,第一且最主要的是来自土地的收入(有人称之为地租,有人称之为十分之一税);第二是来自特产的收入,在有金、银、铜或任何其他可产出之物的地方;第三是来自贸易的收入;第四是来自陆路和市场税收的收入;第五是来自牲畜的收入,被称为牧业使用税和十分之一税;第六是来自其他的收入,被称为人头税和手工业税。
§2.1.5τρίτον δὲ τὴν πολιτικήν.
第三,城邦的。
ταύτης δὲ κρατίστη μὲν πρόσοδος ἡ ἀπὸ τῶν ἰδίων ἐν τῇ χώρᾳ γινομένων, εἶτα ἡ ἀπὸ τῶν ἐμπορίων καὶ διαγωγῶν, εἶτα ἡ ἀπὸ τῶν ἐγκυκλίων.
其中最主要的收入是来自境内特产的收入,其次是来自贸易和过境税的收入,再其次是来自定期税收的收入。
§2.1.6τέταρτον δὲ καὶ τελευταῖον τὴν ἰδιωτικήν.
第四且最后,个人的。
αὕτη δέ ἐστιν ἀνώμαλος μὲν διὰ τὸ δεῖν μὴ πρὸς ἕνα σκοπὸν οἰκονομεῖν, ἐλαχίστη δὲ διὰ τὸ καὶ τὰς προσόδους καὶ τὰ ἀναλώματα βραχέα γίνεσθαι.
这是不规则的,因为不可仅朝着单一的目标来进行管理,而且它是规模最小的,因为其收入和支出都很微薄。
αὐτῆς δὲ ταύτης κρατίστη μὲν πρόσοδος ἡ ἀπὸ γῆς γινομένη, δευτέρα δὲ ἡ ἀπὸ τῶν ἄλλων ἐγκλημάτων, τρίτη δὲ ἡ ἀπὸ ἀργυρίου.
在这种个人管理本身中,最主要的收入是来自土地的收入,第二是来自其他财产的收入,第三是来自货币的收入。
χωρὶς δὲ τούτων ὃ πάσαις μὲν ἐπικοινωνεῖται ταῖς οἰκονομίαις καὶ προσήκει σκοπεῖν αὐτὸ μὴ παρέργως, μάλιστα δὲ ταύτῃ, τὸ τἀναλώματα μὴ μείζω τῶν προσόδων γίνεσθαι.
除此以外,有一条适用于所有家政管理的法则,且应当认真对待、不可轻视,特别是在个人家政中,那就是支出不得大于收入。
§2.1.7ἐπεὶ τοίνυν τὰς διαιρέσεις εἰρήκαμεν, μετὰ τοῦτο πάλιν νοητέον ἡμῖν, ἡ σατραπεία, περὶ ἣν ἂν πραγματευώμεθα, ἢ πόλις, πότερον ἃ πάντα ἄρτι διειλόμεθα ἢ τὰ μέγιστα τούτων εἰ δυνατὴ φέρειν ἐστί, τούτοις χρηστέον· μετὰ δὲ τοῦτο ποῖαι τῶν προσόδων ἢ τὸ παράπαν οὐκ εἰσί, δυναταὶ δʼ εἰσὶ γενέσθαι, ἢ μικραὶ νῦν οὖσαι μείζους οἷαί τινες κατασκευασθῆναι, ἢ τῶν ἀναλωμάτων τῶν νῦν ἀναλουμένων, τίνα τε καὶ πόσα περιαιρεθέντα τὰ ὅλα μηθὲν βλάψει.
既然我们已经阐述了这些分类,此后我们必须再次思考,我们所从事管理的太守辖区或城邦,是否能够承受我们刚才所划分的一切,或者其中的最主要部分,并加以利用;在此之后,还要思考在收入中,有哪些是完全不存在但可以创造的,或者目前虽小但可以扩大规模的,以及在目前的支出中,削减哪些、削减多少,才不会对整体造成任何损害。
§2.1.8τὰ μὲν οὖν περὶ τὰς οἰκονομίας τε καὶ τὰ μέρη τὰ τούτων εἰρήκαμεν· ὅσα δέ τινες τῶν πρότερον πεπράγασιν εἰς πόρον χρημάτων ἢ τεχνικῶς τι διῴκησαν, ἃ ὑπελαμβάνομεν ἀξιόλογα αὐτῶν εἶναι, συναγηόχαμεν.
关于家政管理及其组成部分的事宜,我们已经阐述完毕;而前人为了筹措资金所做的努力,或是在管理上颇具技巧的行为,凡是我们认为值得注意的,均已收集在此。
οὐδὲ γὰρ ταύτην τὴν ἱστορίαν ἀχρεῖον ὑπολαμβάνομεν εἶναι. ἔστι γὰρ ὅτε τούτων ἐφαρμόσει τοῖς οἷα ἂν αὐτὸς πραγματεύηται.
因为我们认为,即使是这样的历史记录也是大有裨益的;因为有时这些案例能适用于一个人自己可能从事的各类具体事务中。

词汇与语法注释

  1. 1345bτὸν οἰκονομεῖν μέλλοντά τι — 带有宾格主语的不定式短语独立构成句子,用以表达一般的准则或义务。在语法上,可以理解为省略了表示义务的无人称动词(如 δεῖ 或 χρή),或作为命令性不定式(infinitive of command)起作用。
  2. 1345bοἰκονομίαι — 此处该词的使用超越了其原本“家政(个人家计)”的含义,而是在更广泛 protective 的意义上指代国家或帝国的“经济管理”或“财政运营”模式。
  3. 1346aἐγκλημάτων — 大多数抄本写作 ἐγκλημάτων(诉讼、指控、债权债务),但在个人财产管理的语境中,作为土地以外的收入来源分类显得不自然,因此常被校勘为 ἐγκτημάτων(所有物、不动产)的笔误。译文采用了后者的“其他资产(财产)”的解释。
  4. 1346aεἰ δυνατὴ φέρειν ἐστί — 动词 φέρειν 在此处语境中用于表示“维持、承受、支付(财政负担或税收等)”。其主语是因提前置位(prolepsis)而置于句首的主格名词(ἡ σατραπεία ... ἢ πόλις)。

引用这一段

亚里士多德, 经济学 §2.1.1-2.1.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg029.humanitext-grc2:2.1.1-2.1.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。