Humanitext Reader

亚里士多德 · 经济学 §1.5.1-1.5.6

作为主要财产的奴隶之备办与管理

第 5 段,共 15 段 · 希腊语

内容简介

本节讨论了作为最重要和最基本财产的奴隶的备办与管理方法。文章指出了平衡工作、惩罚和食物的重要性,应当根据功绩对待奴隶,并主张将给予自由作为最终的奖赏。

§1.5.1τῶν δὲ κτημάτων πρῶτον μὲν καὶ ἀναγκαιότατον τὸ βέλτιστον καὶ οἰκονομικώτατον· τοῦτο δὲ ἦν ἄνθρωπος.
在财产中,第一也是最不可或缺的,是那最善且最适合家政管理的;而这就是人。
διὸ δεῖ πρῶτον δούλους παρασκευάζεσθαι σπουδαίους.
因此,首先必须备办优秀的奴隶。
δούλων δὲ εἴδη δύο, ἐπίτροπος καὶ ἐργάτης.
奴隶有两种:管理者和劳动者。
ἐπεὶ δὲ ὁρῶμεν ὅτι αἱ παιδεῖαι ποιούς τινας ποιοῦσι τοὺς νέους, ἀναγκαῖον καὶ παρασκευασάμενον τρέφειν οἷς τὰ ἐλευθέρια τῶν ἔργων προστακτέον.
既然我们看到教育能使年轻人具有某种特定的品质,那么在备办他们之后,就必须培养那些将被委以自由人工作的人。
§1.5.2ὁμιλία δὲ πρὸς δούλους ὡς μήτε ὑβρίζειν ἐᾶν μήτε ἀνιᾶν, καὶ τοῖς μὲν ἐλευθεριωτέροις τιμῆς μεταδιδόναι, τοῖς δʼ ἐργάταις τροφῆς πλῆθος.
与奴隶交往的方式应当是:既不容许他们傲慢无礼,也不折磨他们;对那些较有自由人气质的人,要给予他们名誉,而对劳动者则要给予充足的食物。
καὶ ἐπειδὴ ἡ τοῦ οἴνου πόσις καὶ τοὺς ἐλευθέρους ὑβριστὰς ποιεῖ, καὶ πολλὰ ἔθνη ἀπέχεται καὶ τῶν ἐλευθέρων, οἷον Καρχηδόνιοι ἐπὶ στρατιᾶς, φανερὸν ὅτι τούτου ἢ μηδὲν ἢ ὀλιγάκις μεταδοτέον.
既然饮酒甚至会使自由人变得傲慢,而且许多民族即使是自由人也戒酒——例如迦太基人在随军时——那么显而易见,对于酒,应当要么完全不给,要么极少分给他们。
§1.5.3ὄντων δὲ τριῶν, ἔργου καὶ κολάσεως καὶ τροφῆς, τὸ μὲν μήτε κολάζεσθαι, μήτʼ ἐργάζεσθαι, τροφὴν δʼ ἔχειν, ὕβριν ἐμποιεῖ· τὸ δὲ ἔργα μὲν ἔχειν καὶ κολάσεις, τροφὴν δὲ μή, βίαιον καὶ ἀδυναμίαν ποιεῖ.
在工作、惩罚和食物这三者中,既不受惩罚,也不工作,却能得到食物,会产生傲慢;而有工作和惩罚,却没有食物,则是强暴的,并会造成无力工作。
λείπεται δὴ ἔργα παρέχειν καὶ τροφὴν ἱκανήν· ἀμίσθων γὰρ οὐχ οἷόν τε ἄρχειν, δούλῳ δὲ μισθὸς τροφή.
因此,剩下的便是提供工作和充足的食物;因为没有报酬就无法统治,而对奴隶来说,食物就是报酬。
ὥσπερ δὲ καὶ τοῖς ἄλλοις ὅταν μὴ γίγνηται τοῖς βελτίοσι βέλτιον μηδὲ ἆθλα ᾖ ἀρετῆς καὶ κακίας, γίγνονται χείρους, οὕτω καὶ περὶ οἰκέτας.
正如其他人在优秀者得不到更好待遇、且对美德与恶行没有奖惩时,他们就会变坏一样,对于家奴也是如此。
§1.5.4διόπερ δεῖ ποιεῖσθαι σκέψιν καὶ διανέμειν τε καὶ ἀνιέναι κατʼ ἀξίαν ἕκαστα, καὶ τροφὴν καὶ ἐσθῆτα καὶ ἀργίαν καὶ κολάσεις, λόγῳ καὶ ἔργῳ μιμουμένους τὴν τῶν ἰατρῶν δύναμιν ἐν φαρμάκου λόγῳ, προσθεωροῦντας ὅτι ἡ τροφὴ οὐ φάρμακον διὰ τὸ συνεχές.
因此,必须进行考量,并根据功绩来分配和宽免各项事务,即食物、衣服、休息和惩罚,在言行上效仿医生在用药方面的技能,同时考虑到食物因其连续性而并非药物。
§1.5.5γένη δὲ ἂν εἴη πρὸς τὰ ἔργα βέλτιστα μήτε δειλὰ μήτε ἀνδρῖα ἄγαν.
最适合工作的种族,应当是既不至于过分胆怯、也不至于过分勇敢的。
ἀμφότερα γὰρ ἀδικοῦσι. καὶ γὰρ οἱ ἄγαν δειλοὶ οὐχ ὑπομένουσι καὶ οἱ θυμοειδεῖς οὐκ εὔαρχοι.
因为两者都会带来弊端:过分胆怯者无法坚持,而性情刚烈者不易被统治。
§1.5.6χρὴ δὲ καὶ τέλος ὡρίσθαι πᾶσιν· δίκαιον γὰρ καὶ συμφέρον τὴν ἐλευθερίαν κεῖσθαι ἆθλον· βούλονται γὰρ πονεῖν, ὅταν ᾖ ἆθλον καὶ ὁ χρόνος ὡρισμένος.
还应当给所有人规定一个限度(目标);因为将自由作为奖赏是公正且有利的;因为当有了奖赏且限定了时间,他们就愿意付出辛劳。
δεῖ δὲ καὶ ἐξομηρεύειν ταῖς τεκνοποιίαις· καὶ μὴ κτᾶσθαι ὁμοεθνεῖς πολλούς, ὥσπερ καὶ ἐν ταῖς πόλεσιν· καὶ τὰς θυσίας καὶ τὰς ἀπολαύσεις μᾶλλον τῶν δούλων ἕνεκα ποιεῖσθαι ἢ τῶν ἐλευθέρων· πλείονα γὰρ ἔχουσιν οὗτοι οὗπερ ἕνεκα τὰ τοιαῦτα ἐνομίσθη.
还应当通过让他们繁衍后代来扣留人质;不要占有太多同族的人,正如在城邦中一样;并且,祭祀和娱乐活动应当更多地为奴隶、而不是为自由人而举行;因为奴隶比自由人更需要这些为此类目的而设立的活动。

词汇与语法注释

  1. 1.5.1τοῦτο δὲ ἦν ἄνθρωπος — 此处的未完成过去时动词 ἦν 是哲学未完成过去时(philosophical imperfect),用于表示既定的真理或前述前提的必然结论,在功能上等同于现在时(‘是’)。
  2. 1.5.1ἀναγκαῖον καὶ παρασκευασάμενον τρέφειν οἷς τὰ ἐλευθέρια τῶν ἔργων προστακτέον — 分词 παρασκευασάμενον 采用宾格,是因为不定式 τρέφειν 暗含的逻辑主语(指主人)被假定为宾格。προστακτέον 是动形容词的无人称用法,支配与格 οἷς。
  3. 1.5.2ὡς μήτε ὑβρίζειν ἐᾶν μήτε ἀνιᾶν — ὡς 引导表示结果或目的的不定式从句。ἐᾶν 的暗示主语是主人,而其补足语不定式 ὑβρίζειν 的逻辑主语是省略的奴隶们(αὐτούς)。
  4. 1.5.3τοῖς βελτίοσι βέλτιον — τοῖς βελτίοσι 是与格,意为‘对更优秀的人’;βέλτιον 是中性单数主格,意为‘更好的待遇’,作为动词 γίγνηται 的主语。
  5. 1.5.6πλείονα γὰρ ἔχουσιν οὗτοι οὗπερ ἕνεκα τὰ τοιαῦτα ἐνομίσθη — οὗτοι 指代奴隶。由 οὗπερ ἕνεκα(关系代词 οὗ 连同后置词 ἕνεκα)引导的关系从句中,先行词被吸收,指代设立此类活动(祭祀、娱乐)的根本目的(如放松、慰藉)。

引用这一段

亚里士多德, 经济学 §1.5.1-1.5.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg029.humanitext-grc2:1.5.1-1.5.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。