§1.6.1εἴδη δὲ τοῦ οἰκονόμου τέτταρα ἃ δεῖ ἔχειν περὶ τὰ χρήματα.
家政管理者对于财产必须具备四种能力。
καὶ γὰρ τὸ κτᾶσθαι δυνατὸν χρὴ εἶναι καὶ φυλάττειν· εἰ δὲ μή, οὐδὲν ὄφελος τοῦ κτᾶσθαι· τῷ γὰρ ἠθμῷ ἀντλεῖν τοῦτʼ ἔστιν, καὶ ὁ λεγόμενος τετρημένος πίθος.
因为,必须能够获取并予以守护;否则,获取便毫无益处,因为这无异于用筛子打水,或是所谓漏水的坛子。
ἔτι δὲ καὶ εἶναι κοσμητικὸν τῶν ὑπαρχόντων καὶ χρηστικόν· τούτων γὰρ ἕνεκα κἀκείνων δεόμεθα.
此外,还必须能够整理现有之物并加以使用;因为正是为了这二者(整理与使用),我们才需要那两件事(获取与守护)。
§1.6.2διῃρῆσθαι δὲ δεῖ τούτων ἕκαστον, καὶ πλείω τὰ κάρπιμα εἶναι τῶν ἀκάρπων, καὶ τὰς ἐργασίας οὕτω νενεμῆσθαι, ὅπως μὴ ἅμα κινδυνεύσωσιν ἅπασιν.
这四者中的每一项都应当加以区分,且带来收益的财产应当多于不带来收益的财产,各项事务也应当合理分配,以免所有的财产同时面临危险。
πρὸς δὲ φυλακὴν τοῖς τε Περσικοῖς συμφέρει χρῆσθαι καὶ τοῖς Λακωνικοῖς.
为了守护,采用波斯式和斯巴达式的方法都是有益的。
καὶ ἡ Ἀττικὴ δὲ οἰκονομία χρήσιμος· ἀποδιδόμενοι γὰρ ὠνοῦνται, καὶ ἡ τοῦ ταμιείου θέσις οὐκ ἔστιν ἐν ταῖς μικροτέραις οἰκονομίαις.
雅典式的家政管理也是有用的;因为他们通过售出[收获物]来购入[必需品],而且在较小的家政中并不存在设立储藏室的必要。
§1.6.3Περσικὰ δὲ ἦν τὸ πάντα τετάχθαι, καὶ πάντʼ ἐφορᾶν αὐτόν, καθʼ ὃ ἔλεγε Δίων περὶ Διονυσίου· οὐδεὶς γὰρ ἐπιμελεῖται ὁμοίως τῶν ἀλλοτρίων καὶ τῶν οἰκείων, ὥστε ὅσα ἐνδέχεται, διʼ ἑαυτοῦ ποιεῖσθαι χρὴ τὴν ἐπιμέλειαν.
波斯式的方法是指让一切都井井有条,并且主人亲自监督一切,正如狄翁谈到狄奥尼修斯时所说的那样;因为没有人会像关心自己的东西那样关心别人的东西,所以只要有可能,就应当亲自进行监督。
καὶ τὸ τοῦ Πέρσου καὶ τὸ τοῦ Λίβυος ἀπόφθεγμα εὖ ἂν ἔχοι.
波斯人和利比亚人的格言也都十分贴切。
ὁ μὲν γὰρ ἐρωτηθεὶς τί μάλιστα ἵππον πιαίνει,
"ὁ τοῦ δεσπότου ὀφθαλμός"
ἔφη· ὁ δὲ Λίβυς ἐρωτηθεὶς ποία κόπρος ἀρίστη,
"τὰ τοῦ δεσπότου ἴχνη"
ἔφη.
前者在被问及什么最能让马肥壮时,说道: “主人的眼睛”;而利比亚人在被问及什么样的肥料最完美时,说道: “主人的足迹”。
§1.6.4ἐπισκεπτέον οὖν τὰ μὲν αὐτόν, τὰ δὲ τὴν γυναῖκα, ὡς ἑκατέροις διαιρεῖται τὰ ἔργα τῆς οἰκονομίας.
因此,应当由主人亲自点检某些事务,而由妻子点检另一些事务,这取决于家政事务在双方之间是如何分担的。
καὶ τοῦτο ποιητέον ἐν μικραῖς οἰκονομίαις ὀλιγάκις, ἐν δʼ ἐπιτροπευομέναις πολλάκις.
这在小规模的家政中应当偶尔为之,而在由监督人管理的家政中则应当经常为之。
οὐ γὰρ οἷόν τε μὴ καλῶς ὑποδεικνύντος καλῶς μιμεῖσθαι, οὔτʼ ἐν τοῖς ἄλλοις, οὔτʼ ἐν ἐπιτροπείᾳ, ὡς ἀδύνατον μὴ ἐπιμελῶν δεσποτῶν ἐπιμελεῖς εἶναι τοὺς ἐφεστῶτας.
因为,如果主人不能很好地做出示范,无论是在其他事务中还是在监督工作中,下属都无法很好地效仿,正如不负责任的主人不可能带出认真负责的管理者一样。
§1.6.5ἐπεὶ δὲ ταῦτα καὶ καλὰ πρὸς ἀρετὴν καὶ ὠφέλιμα πρὸς οἰκονομίαν, ἐγείρεσθαι χρὴ πρότερον δεσπότας οἰκετῶν καὶ καθεύδειν ὕστερον· καὶ μηδέποτε ἀφύλακτον οἰκίαν εἶναι, ὥσπερ πόλιν· ὅσα τε δεῖ ποιεῖν μήτε νυκτὸς μήτε ἡμέρας παριέναι· τό τε διανίστασθαι νύκτωρ· τοῦτο γὰρ καὶ πρὸς ὑγίειαν καὶ οἰκονομίαν καὶ φιλοσοφίαν χρήσιμον.
既然这些做法既有益于美德,又有利于家政管理,主人就应当比仆人起得更早、睡得更晚;而且房屋绝不能处于无防备的状态,正如城邦一样;无论在夜间还是白天,都不能耽误该做的事情;此外,还应当在夜间起身,因为这对于健康、家政和爱智学问(哲学)都是有用的。
§1.6.6ἐν μὲν οὖν ταῖς μικραῖς κτήσεσιν ὁ Ἀττικὸς τρόπος τῆς διαθέσεως τῶν ἐπικαρπιῶν χρήσιμος· ἐν δὲ ταῖς μεγάλαις, διαμερισθέντων καὶ τῶν πρὸς ἐνιαυτὸν καὶ τῶν κατὰ μῆνα δαπανωμένων, ὁμοίως δὲ καὶ περὶ σκευῶν χρήσεως τῶν καθʼ ἡμέραν καὶ τῶν ὀλιγάκις, ταῦτα παραδοτέον τοῖς ἐφεστῶσιν.
因此,在小规模的产业中,雅典式的分配(处置)收成的方法是有用的;而在规模较大的产业中,则应当在区分了年支出和月支出之后,同样对日常使用的器具和偶尔使用的器具进行分类,然后将这些交给管理者们。
ἐπὶ τούτοις καὶ τὴν ἐπίσκεψιν αὐτῶν διά τινος χρόνου ποιητέον, ἵνα μὴ λανθάνῃ τὸ σῳζόμενον καὶ τὸ ἐλλεῖπον.
此外,还必须定期对它们进行检查,以免漏掉关于保存之物与短缺之物的信息。
§1.6.7οἰκίαν δὲ πρός τε τὰ κτήματα ἀποβλέποντα κατασκευαστέον καὶ πρὸς ὑγίειαν καὶ πρὸς εὐημερίαν αὐτῶν·
建造房屋时,必须考虑到财产,并考虑到其成员的健康和安宁。
λέγω δὲ κτήματα μέν, οἷον καρποῖς καὶ ἐσθῆτι ποία συμφέρει, καὶ τῶν καρπῶν ποία ξηροῖς καὶ ποία ὑγροῖς, καὶ τῶν ἄλλων κτημάτων ποία ἐμψύχοις καὶ ποία ἀψύχοις, καὶ δούλοις καὶ ἐλευθέροις, καὶ γυναιξὶ καὶ ἀνδράσι, καὶ ξένοις καὶ ἀστοῖς.
我所说的“考虑到财产”,是指例如:什么样的房屋适合储藏收成和衣服,收成中哪些适合干燥的地方,哪些适合潮湿的地方,以及其他财产中哪些适合生物,哪些适合无生物,还有对于奴隶和自由人、女人和男人、外邦人和公民而言,各适合什么样的房屋。
καὶ πρὸς εὐημερίαν δὲ καὶ πρὸς ὑγίειαν δεῖ εἶναι, εὔπνουν μὲν τοῦ θέρους, εὐήλιον δὲ τοῦ χειμῶνος.
此外,还必须考虑到安宁与健康,在夏天通风良好,在冬天日照充足。
§1.6.8εἴη δʼ ἂν ἡ τοιαύτη κατάβορρος οὖσα καὶ μὴ ἰσοπλατής.
这样的房屋应当是朝向北方且宽度不等的。
δοκεῖ δὲ καὶ ἐν ταῖς μεγάλαις οἰκονομίαις χρήσιμος εἶναι θυρωρός, ὃς ἂν ᾖ ἄχρηστος τῶν ἄλλων ἔργων, πρὸς τὴν σωτηρίαν τῶν εἰσφερομένων καὶ ἐκφερομένων.
此外,在大规模的家政中,由一个不能胜任其他工作的人来担任门房,对于携入和携出之物安全似乎也是有用的。
πρὸς εὐχρηστίαν δὲ σκευῶν τὸ Λακωνικόν· χρὴ γὰρ ἓν ἕκαστον ἐν τῇ αὑτοῦ χώρᾳ κεῖσθαι· οὕτω γὰρ ἂν ἕτοιμον ὂν οὐ ζητοῖτο.
至于器具的使用便利,斯巴达式的方法是最好的;因为每一件东西都应当放在它自己的位置上,因为这样准备停当,就不需要四处寻找了。