Humanitext Reader

亚里士多德 · 气象学 §4.6

液化的方式与物体固化及融解的原因

第 58 段,共 68 段 · 希腊语

内容简介

通过热、冷、干、湿的相互作用,阐明了物体的两种液化方式以及水和复合体的固化与融解机制,并提及炼钢工艺以及各种石、土的融解与不融解特性。

§4.66 τὸ δʼ ὑγραίνεσθαί ἐστιν ἓν μὲν τὸ ὕδωρ γίγνεσθαι συνιστάμενον, ἓν δὲ τὸ τήκεσθαι τὸ πεπηγός.
6 所谓液化,一种是凝缩而变成水,另一种则是固化物融解。
τούτων δὲ συνίσταται μὲν ψυχόμενον τὸ πνεῦμα· περὶ δὲ τήξεως ἅμα καὶ περὶ πήξεως ἔσται δῆλον.
在这些之中,蒸汽经冷却而凝缩;而关于融解,将在论述固化的同时变得明了。
πήγνυται δὲ ὅσα πήγνυται ἢ ὕδατος ὄντα ἢ γῆς καὶ ὕδατος, καὶ ταῦτα ἢ θερμῷ ξηρῷ ἢ ψυχρῷ.
凡是固化的事物,要么是由水构成的,要么是由地和水构成的,而它们要么是通过干热,要么是通过冷而固化。
διὸ καὶ λύεται τοῖς ἐναντίοις, ὅσα λύεται τῶν ὑπὸ θερμοῦ παγέντων ἢ ὑπὸ ψυχροῦ·
因此,在那些因热或因冷而固化的事物中,凡是能溶解的,都会被它们的相反者所溶解。
τὰ μὲν γὰρ ὑπὸ ξηροῦ θερμοῦ παγέντα ὑπὸ ὕδατος λύεται, ὅ ἐστιν ὑγρὸν ψυχρόν, τὰ δὲ ὑπὸ ψυχροῦ παγέντα ὑπὸ πυρὸς λύεται, ὅ ἐστιν θερμόν.
因为因干热而固化的事物会被水溶解(水是湿冷的),而因冷而固化的事物会被火溶解(火是热的)。
πήγνυσθαι δʼ ἔνια δόξειεν ἂν ὑπὸ ὕδατος, ὡς τὸ μέλι τὸ ἑφθόν· πήγνυται δὲ οὐχ ὑπὸ τοῦ ὕδατος, ἀλλʼ ὑπὸ τοῦ ἐν αὐτῷ ψυχροῦ.
不过,某些事物似乎是通过水而固化的,例如熬煮过的蜂蜜;但它们并不是被水固化,而是被水中的冷固化。
ὅσα μὲν οὖν ἐστιν ὕδατος, οὐ πήγνυται ὑπὸ πυρός· λύεται γὰρ ὑπὸ πυρός, τὸ δὲ αὐτὸ τῷ αὐτῷ κατὰ ταὐτὸ οὐκ ἔσται αἴτιον τοῦ ἐναντίου.
的确,凡是由水构成的物质都不会被火固化;因为它们会被火溶解,而同一事物在同一方面不可能对同一事物产生相反的原因。
ἔτι τῷ ἀπιέναι τὸ θερμὸν πήγνυται, ὥστε δῆλον ὅτι τῷ εἰσιέναι λυθήσεται· ὥστε ποιοῦντος τοῦ ψυχροῦ πήγνυται.
此外,它们由于热的消散而固化,因此显然由于热的进入而溶解;所以,它们是在冷起作用时固化的。
διὸ καὶ οὐ παχύνεται τὰ τοιαῦτα πηγνύμενα· ἡ γὰρ πάχυνσις ὑγροῦ μὲν ἀπιόντος γίγνεται, τοῦ ξηροῦ δὲ συνισταμένου· ὕδωρ δὲ τῶν ὑγρῶν οὐ παχύνεται μόνον.
因此,这类物质在固化时不会变稠;因为变稠发生在湿气散失、干物凝缩之时,而在湿物中,唯独水不会变稠。
ὅσα δὲ κοινὰ γῆς καὶ ὕδατος, καὶ ὑπὸ πυρὸς πήγνυται καὶ ὑπὸ ψυχροῦ, παχύνεται δὲ ὑπʼ ἀμφοῖν ἔστι μὲν ὡς τὸν αὐτὸν τρόπον, ἔστι δʼ ὡς ἄλλως, ὑπὸ μὲν θερμοῦ τὸ ὑγρὸν ἐξάγοντος (ἐξατμίζοντος γὰρ τοῦ ὑγροῦ παχύνεται τὸ ξηρὸν καὶ συνίσταται), ὑπὸ δὲ ψυχροῦ τὸ θερμὸν ἐκθλίβοντος, μεθʼ οὗ τὸ ὑγρὸν συναπέρχεται συνεξατμίζον.
而地和水共有的物质,既会被火固化也会被冷固化,并且会被两者变稠,这在某种意义上是以相同的方式,但在另一种意义上则是以不同的方式:即热通过引出湿气(因为随着湿气蒸发,干物变稠并凝缩),而冷通过挤出热,伴随着热,湿气也一同蒸发并消散。
ὅσα μὲν οὖν μαλακὰ ἀλλὰ μὴ ὑγρά, οὐ παχύνεται ἀλλὰ πήγνυται ἐξιόντος τοῦ ὑγροῦ, οἷον ὁ ὀπτώμενος κέραμος· ὅσα δὲ ὑγρὰ τῶν μεικτῶν, καὶ παχύνεται, οἷον γάλα.
因此,凡是柔软而非湿润的物质,当湿气消散时并不变稠,而是固化,例如正在被烧制的陶器;而混合物中呈湿润状态的物质,也会变稠,例如牛奶。
πολλὰ δὲ καὶ ὑγραίνεται πρῶτον, ὅσα ἢ παχέα ἢ σκληρὰ ὑπὸ ψυχροῦ προϋπῆρχεν ὄντα, ὥσπερ καὶ ὁ κέραμος τὸ πρῶτον ὀπτώμενος ἀτμίζει καὶ μαλακώτερος γίγνεται· διὸ καὶ διαστρέφεται ἐν ταῖς καμίνοις.
许多先前因冷而呈稠态或硬态的物质,首先会变湿润,正如陶器最初被烧制时会冒出蒸汽并变得更软;因此,它也会在窑中变形。
ὅσα μὲν οὖν ὑπὸ ψυχροῦ πήγνυται τῶν κοινῶν γῆς καὶ ὕδατος, πλέον δὲ ἐχόντων γῆς, τὰ μὲν τῷ τὸ θερμὸν ἐξεληλυθέναι πηγνύμενα, ταῦτα τήκεται θερμῷ εἰσιόντος πάλιν τοῦ θερμοῦ, οἷον ὁ πηλὸς ὅταν παγῇ· ὅσα δὲ διὰ ψύξιν, καὶ τοῦ θερμοῦ συνεξατμίσαντος ἅπαντος, ταῦτα δὲ ἄλυτα μὴ ὑπερβαλλούσῃ θερμότητι, ἀλλὰ μαλάττεται, οἶον σίδηρος καὶ κέρας.
的确,在地和水共有的、但含有较多地成分的物质中,那些因冷、由热消散而固化的物质,当热再次进入时,会被热熔化,例如泥土凝固的时候;至于那些因冷却、且热量全部一同蒸散而固化的物质,在没有过度热力的情况下是不可溶解的,但会被软化,例如铁和角。
τήκεται δὲ καὶ ὁ εἰργασμένος σίδηρος, ὥστε ὑγρὸς γίγνεσθαι καὶ πάλιν πήγνυσθαι.
锻造过的铁也会熔化,以至于变液态并再次固化。
καὶ τὰ στομώματα ποιοῦσιν οὕτως· ὑφίσταται γὰρ καὶ ἀποκαθαίρεται κάτω ἡ σκωρία· ὅταν δὲ πολλάκις πάθη καὶ καθαρὸς γένηται, τοῦτο στόμωμα γίγνεται.
钢也是以此种方式制成的;因为矿渣下沉并往下被清除净化;当它多次经历这一过程并变得纯净时,这就成了钢。
οὐ ποιοῦσι δὲ πολλάκις αὐτὸ διὰ τὸ ἀπουσίαν γίγνεσθαι πολλὴν καὶ τὸν σταθμὸν ἐλάττω ἀποκαθαιρομένου.
但他们并不多次进行这一过程,因为在清除净化的过程中会产生大量的损耗,且重量会减少。
ἔστιν δʼ ἀμείνων σίδηρος ὁ ἐλάττω ἔχων ἀποκάθαρσιν.
而清除净化出的杂质较少的铁是更好的铁。
τήκεται δὲ καὶ ὁ λίθος ὁ πυρίμαχος ὥστε στάζειν καὶ δεῖν· τὸ δὲ πηγνύμενον ὅταν ῥυῇ, πάλιν γίγνεται σκληρόν.
耐火石也会熔化,以至于滴落和流淌;而流淌的物质在固化后,又会变硬。
καὶ αἱ μύλαι τήκονται ὥστε δεῖν· τὸ δὲ δέον πηγνύμενον τὸ μὲν χρῶμα μέλαν, ὅμοιον δὲ γίγνεται τῇ τιτάνῳ.
磨砧石也会熔化,以至于流淌;而流淌的物质在固化后,颜色变黑,并变得像石灰一样。
τήκεται δὲ καὶ ὁ πηλὸς καὶ ἡ γῆ.
泥土和地也会熔化。
ὅσα δʼ ὑπὸ ξηροῦ θερμοῦ πήγνυται, τὰ μὲν ἄλυτα, τὰ δὲ λυτὰ ὑγρῷ.
而因干热而固化的物质,有些是不可溶解的,有些则可被湿物溶解。
κέραμος μὲν οὖν καὶ λίθων ἐνίων γένη, ὅσοι ὑπὸ πυρὸς τῆς γῆς συγκαυθείσης γίγνονται, οἶον οἱ μυλίαι, ἄλυτα, νίτρον δὲ καὶ ἅλες λυτὰ ὑγρῷ, οὐ παντὶ δὲ ἀλλὰ ψυχρῷ·
的确,陶器以及某些因地被火烧结而成的石类(例如磨石),是不可溶解的;而苏打和盐可被湿物溶解,但并非被任何湿物溶解,而是被冷的湿物溶解。
διὸ ὕδατι καὶ ὅσα ὕδατος εἴδη τήκεται, ἐλαίῳ δʼ οὐ τήκεται·
因此,它们会被水和任何属于水类的物质熔化,但不会被油熔化。
τῷ γὰρ ξηρῷ θερμῷ ἐναντίον ψυχρὸν ὑγρόν.
因为与干热相反的是冷湿。
εἰ οὖν ἔπηξεν θάτερον, θάτερον λύσει· οὕτω γὰρ τἀναντία ἔσται αἴτια τῶν ἐναντίων.
因此,如果其中一方使其固化,另一方就会使其溶解;因为以此种方式,相反者将成为相反者的原因。

词汇与语法注释

  1. ¦15¦ὑπὸ μὲν θερμοῦ τὸ ὑγρὸν ἐξάγοντος — 介词 ὑπό 后面接属格名词 θερμοῦ 和分词 ἐξάγοντος,用以说明行为的主体及其作用。此处带有手段和原因的色彩,译为“通过引出湿气的热”。接下来的 ὑπὸ δὲ ψυχροῦ τὸ θερμὸν ἐκθλίβοντος 也具有相同的结构。
  2. ¦30¦ὅσα δὲ διὰ ψύξιν — 此处省略了前文 ὅσα μὲν οὖν ... πηγνύμενα 中的动词(或分词)ἐπάγη(“固化”),需要补充理解。属格独立结构 τοῦ θερμοῦ συνεξατμίσαντος ἅπαντος 补充说明了原因。
  3. ¦383b¦ὅταν δὲ πολλάκις πάθη — 虚拟语气不定过去时 πάθη(πάσχω“遭受、经历”的单数第三人称)的主语是前文隐含的“铁(矿石)”。意思是铁多次“经历”这种熔化和去杂质的过程。
  4. ¦5¦δεῖν / δέον — 原文中的 δεῖν 和 δέον 通常意为“捆绑”和“捆绑之物”,但在此处语境中(与 στάζειν“滴落”和 ῥυῇ“流淌”并列),被解释为 ῥεῖν(“流淌”)和 ῥέον(“流淌之物”)的异体字或抄写错误。

引用这一段

亚里士多德, 气象学 §4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。