§4.44 τῶν δὲ παθητικῶν, τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ, λεκτέον τὰ εἴδη.
4 关于受动性的要素,即湿和干,必须说明它们的种类。
εἰσὶν δ᾿ αἱ μὲν ἀρχαὶ τῶν σωμάτων αἱ παθητικαὶ ὑγρὸν καὶ ξηρόν, τὰ δ᾿ ἄλλα μεικτὰ μὲν ἐκ τούτων, ὁποτέρου δὲ μᾶλλον, τούτου μᾶλλον τὴν φύσιν ἐστίν, οἷον τὰ μὲν ξηροῦ μᾶλλον τὰ δ᾿ ὑγροῦ.
物体的受动性原理是湿和干,而其他物体则是这些要素的混合物,其中哪一种占主导,该物体就更多地具有哪一种的本性,例如有些物体干占多数,有些物体湿占多数。
πάντα δὲ τὰ μὲν ἐντελεχείᾳ ἔσται, τὰ δ᾿ ἐν τῷ ἀντικειμένῳ· ἔχει δ᾿ οὕτως τῆξις πρὸς τὸ τηκτόν.
而且所有事物要么以现实态存在,要么以相反的状态存在;溶解与可溶解物的关系也是如此。
ἐπεὶ δ᾿ ἐστὶν τὸ μὲν ὑγρὸν εὐόριστον, τὸ δὲ ξηρὸν δυσόριστον, ὅμοιόν τι τῷ ὄψῳ καὶ τοῖς ἡδύσμασι πρὸς ἄλληλα πάσχουσι· τὸ γὰρ ὑγρὸν τῷ ξηρῷ αἴτιον τοῦ ὁρίζεσθαι, καὶ ἑκάτερον ἑκατέρῳ οἷον κόλλα γίγνεται, ὥσπερ καὶ Ἐμπεδοκλῆς ἐποίησεν ἐν τοῖς φυσικοῖς “ἄλφιτον ὕδατι κολλήσας.
由于湿容易被限定,而干难以被限定,它们相互之间所受的作用,类似于食物和调味品之间的相互作用;因为湿是干被限定的原因,而每一方对另一方来说都变成了类似于胶的东西,正如恩培多克勒在《自然论》中所写的那样:“用胶水粘合大麦粉”。
” καὶ διὰ τοῦτο ἐξ ἀμφοῖν ἐστιν τὸ ὡρισμένον σῶμα.
因此,被限定的物体是由这两者构成的。
λέγεται δὲ τῶν στοιχείων ἰδιαίτατα ξηροῦ μὲν γῆ, ὑγροῦ δὲ ὕδωρ.
在元素中,地被认为最特属于干,水最特属于湿。
διὰ τοῦτο ἅπαντά τε τὰ ὡρισμένα σώματα ἐνταῦθα οὐκ ἄνευ γῆς καὶ ὕδατος (ὁποτέρου δὲ πλέον, κατὰ τὴν δύναμιν τούτου ἕκαστον φαίνεται)· καὶ ἐν γῇ καὶ ἐν ὕδατι ζῷα μόνον ἐστίν, ἐν ἀέρι δὲ καὶ πυρὶ οὐκ ἔστιν, ὅτι τῶν σωμάτων ὕλη ταῦτα.
因此,这里所有被限定的物体都不能没有地和水(并且根据哪一方更为强大,每一个物体都会体现出其力量);只有在陆地和水中才有动物生存,而在空气和火中则没有,因为这两者是物体的质料。
τῶν δὲ σωματικῶν παθημάτων ταῦτα πρῶτα ἀνάγκη ὑπάρχειν τῷ ὡρισμένῳ, σκληρότητα ἢ μαλακότητα· ἀνάγκη γὰρ τὸ ἐξ ὑγροῦ καὶ ξηροῦ ἢ σκληρὸν εἶναι ἢ μαλακόν.
在肉体的受动状态中,这些必须首先属于被限定的物体,即硬度或软度;因为由湿和干构成的物体必须要么是硬的,要么是软的。
ἔστι δὲ σκληρὸν μὲν τὸ μὴ ὑπεῖκον εἰς αὑτὸ κατὰ τὸ ἐπίπεδον, μαλακὸν δὲ τὸ ὑπεῖκον τῷ μὴ ἀντιπεριίστασθαι· τὸ γὰρ ὕδωρ οὐ μαλακόν· οὐ γὰρ ὑπείκει τῇ θλίψει τὸ ἐπίπεδον εἰς βάθος, ἀλλ᾿ ἀντιπεριίσταται.
硬是指其表面不向自身内部屈服者,而软则是指通过不向周围避开而屈服者;因为水不是软的,因为其表面受到压力时并不向深度屈服,而是向周围避开。
ἁπλῶς μὲν οὖν σκληρὸν ἢ μαλακὸν τὸ ἁπλῶς τοιοῦτον, πρὸς ἕτερον δὲ τὸ πρὸς ἐκεῖνο τοιοῦτον.
简单来说,绝对的硬或软是绝对具有此种属性者,而相对则是相对于另一物而言具有此种属性者。
πρὸς μὲν οὖν ἄλληλα ἀόριστά ἐστιν τῷ μᾶλλον καὶ ἧττον· ἐπεὶ δὲ πρὸς τὴν αἴσθησιν πάντα κρίνομεν τὰ αἰσθητὰ, δῆλον ὅτι καὶ τὸ σκληρὸν καὶ τὸ μαλακὸν ἁπλῶς πρὸς τὴν ἁφὴν ὡρίκαμεν, ὡς μεσότητι χρώμενοι τῇ ἁφῇ· διὸ τὸ μὲν ὑπερβάλλον αὐτὴν σκληρόν, τὸ δ᾿ ἐλλεῖπον μαλακὸν εἶναί φαμεν.
因此,在彼此相对的关系中,它们因多与少而无法确定;但由于我们根据感觉来判断所有可感之物,显然我们是相对于触觉来定义绝对的硬与软的,因为我们把触觉当作一种中介;因此,我们说超出触觉度量的是硬的,而达不到的是软的。
§4.55 ἀνάγκη δὲ σκληρὸν ἢ μαλακὸν εἶναι τὸ ὡρισμένον σῶμα οἰκείῳ ὅρῳ (ἢ γὰρ ὑπείκει ἢ μή)· ἔτι πεπηγὸς εἶνα (τούτῳ γὰρ ὁρίζεται)· ὥστ᾿ ἐπεὶ πᾶν μὲν τὸ ὡρισμένον καὶ συνεστὸς ἢ μαλακὸν ἢ σκληρόν, ταῦτα δὲ πήξει ἐστίν, ἄπαντ᾿ ἂν εἴη τὰ σώματα τὰ σύνθετα καὶ ὡρισμένα οὐκ ἄνευ πήξεως.
5 被其自身界限所限定的物体必须是硬的或软的(因为它要么屈服,要么不屈服);此外,它必须是固化的(因为它是被这所限定的);所以,既然所有被限定和结合在一起的物体要么是软的,要么是硬的,而这些状态又是通过固化产生的,那么所有合成的和被限定的物体都不能没有固化。
πήξεως οὖν πέρι ῥητέον.
因此,必须谈谈固化。
ἔστιν δὴ τὰ αἴτια τὰ παρὰ τὴν ὕλην δύο, τό τε ποιοῦν καὶ τὸ πάθος (τὸ μὲν οὖν ποιοῦν ὡς ὅθεν ἡ κίνησις, τὸ δὲ πάθος ὡς εἶδος)·
在质料之外,原因有两个:作用者和受动状态(作用者是运动的源泉,受动状态则是形相)。
ὥστε καὶ πήξεως καὶ διαχύσεως, καὶ τοῦ ξηραίνεσθαι καὶ τοῦ ὑγραίνεσθαι.
因此,固化与融解、干燥与湿润也是如此。
ποιεῖ δὲ τὸ ποιοῦν δυσὶ δυνάμεσι, καὶ πάσχει παθήμασιν δυσίν, ὥσπερ εἴρηται· ποιεῖ μὲν θερμῷ καὶ ψυχρῷ, τὸ δὲ πάθος ἢ ἀπουσίᾳ ἢ παρουσίᾳ θερμοῦ ἢ ψυχροῦ.
作用者通过两种力量起作用,而受动者则通过两种状态受动,正如已经说过的:作用者通过热和冷起作用,受动状态则通过热或冷的缺失或现存产生。
ἐπεὶ δὲ τὸ πήγνυσθαι ξηραίνεσθαί πώς ἐστιν, περὶ τούτου εἴπωμεν πρῶτον.
既然固化在某种意义上是干燥,我们首先来谈谈这个。
τὸ δὴ πάσχον ἢ ὑγρὸν ἢ ξηρὸν ἢ ἐκ τούτων.
受动者要么是湿,要么是干,要么是由这些构成的。
τιθέμεθα δὲ ὑγροῦ σῶμα ὕδωρ, ξηροῦ δὲ γῆν· ταῦτα γὰρ τῶν ὑγρῶν καὶ τῶν ξηρῶν παθητικά.
我们把水设定为湿的物体,地设定为干的物体;因为这些是湿和干中的受动性元素。
διὸ καὶ τὸ ψυχρὸν τῶν παθητικῶν μᾶλλον· ἐν τούτοις γάρ ἐστιν· καὶ γὰρ ἡ γῇ καὶ τὸ ὕδωρ ψυχρὰ ὑπόκειται.
因此,冷也更多地属于受动性要因;因为冷在这些要素之中;因为地和水都被假定为冷的。
ποιητικὸν δὲ τὸ ψυχρὸν ὡς φθαρτικὸν ἢ ὡς κατὰ συμβεβηκός, καθάπερ εἴρηται πρότερον· ἐνίοτε γὰρ καὶ κάειν λέγεται καὶ θερμαίνειν τὸ ψυχρόν, οὐχ ὡς τὸ θερμόν, ἀλλὰ τῷ συνάγειν ἢ ἀντιπεριιστάναι τὸ θερμόν.
而冷作为具有毁灭性或附随性的因素是起作用的,正如先前所说的那样;因为冷有时甚至被说成能烧灼和加热,但这与热的方式不同,而是通过使热聚集或将其反转限制在内部。
ξηραίνεται δὲ ὅσα ἐστὶν ὕδωρ καὶ ὕδατος εἴδη, ἢ ἔχει ὕδωρ εἴτ᾿ ἐπακτὸν εἴτε συμφυές (λέγω δὲ ἐπακτὸν μὲν οἷον ἐν ἐρίῳ, σύμφυτον δ᾿ οἷον ἐν γάλακτι).
干燥的是水和水的种类,或者是含有水分(无论是外来的还是共生的水分)的物质(我所说的外来水分,例如羊毛中的水分;共生水分,例如牛奶中的水分)。
ὕδατος δ᾿ εἴδη τὰ τοιάδε, οἶνος, οὖρον, ὀρός, καὶ ὅλως ὅσα μηδεμίαν ἢ βραχεῖαν ἔχει ὑπόστασιν, μὴ διὰ γλισχρότητα· ἐνίοις γὰρ αἴτιον τοῦ μὴ ὑφίστασθαι μηδὲν ἡ γλισχρότης, ὥσπερ ἐλαίῳ ἢ πίττῃ.
水的种类包括葡萄酒、尿、乳清,以及总的来说没有任何沉淀或只有极少沉淀、且并非由于黏性而没有沉淀的物质;因为对于某些物质来说,黏性是没有任何东西下沉的原因,就像油或沥青一样。
ξηραίνεται δὲ πάντα ἢ θερμαινόμενα ἢ ψυχόμενα, ἀμφότερα δὲ θερμῷ καὶ ὑπὸ τῆς ἐντὸς θερμότητος ἢ τῆς ἕξω· καὶ γὰρ τὰ τῇ ψύξει ξηραινόμενα, ὥσπερ ἱμάτιον, ἐὰν ᾗ κεχωρισμένον αὐτὸ καθʼ αὑτὸ τὸ ὑγρόν, ὑπὸ τοῦ ἐντὸς θερμοῦ συνεξατμίζοντος τὸ ὑγρὸν ξηραίνεται, ἂν ὀλίγον ᾖ τὸ ὑγρόν, ἐξιούσης τῆς θερμότητος ὑπὸ τοῦ περιεστῶτος ψυχροῦ.
所有物体要么通过加热,要么通过冷却而干燥,但两者都是通过热,以及通过内部的热或外部的热;因为即使是通过冷却而干燥的物体,比如衣服,如果湿气本身被单独分离出来,它就会由于内部的热将湿气一同蒸发而干燥;如果湿气很少,当热在周围冷的作用下散去时,它也会干燥。
ξηραίνεται μὲν οὖν, ὥσπερ εἴρηται, ἅπαντα ἢ θερμαινόμενα ἢ ψυχόμενα, καὶ πάντα θερμῷ, ἢ τῷ ἐντὸς ἢ τῷ ἐκτὸς συνεξατμίζοντι τὸ ὑγρόν (λέγω δʼ ἐκτὸς μὲν ὥσπερ τὰ ἐψόμενα, ἐντὸς δὲ ὅταν ἀφαιρεθέντος ὑφʼ ἧς ἔχει θερμότητος ἀναλωθῇ ἀποπνεούσης).
因此,正如所说的,所有物体要么通过加热,要么通过冷却而干燥,并且都是通过热——无论是内部还是外部的热将湿气一同蒸发(我所说的外部是指像被煮之物中的热,内部是指当湿气被移除时,它所具有的热在散发时被消耗)。
περὶ μὲν οὖν τοῦ ξηραίνεσθαι εἴρηται.
关于干燥已经说明。