Humanitext Reader

亚里士多德 · 气象学 §4.7#1

油的独特性质与水土混合物的分类

第 59 段,共 68 段 · 希腊语

内容简介

解释了油的独特性质及其凝结和变稠的过程,并对由水和地构成的各种混合物的性质进行了分类和阐述。

§4.7#17 παχύνεται μὲν οὖν ὑπὸ πυρὸς μόνον, ὅσα ὕδατος πλέον ἔχει ἢ γῆς, πήγνυται δέ, ὅσα γῆς.
7 因此,仅被火变稠的,是含有较多水而非地的物质,而固化的,则是含有较多地的物质。
διὸ καὶ τὸ νίτρον καὶ οἱ ἅλες γῆς εἰσιν μᾶλλον, καὶ λίθος καὶ κέραμος.
因此,苏打和盐都含有较多的地,石头和陶器也是如此。
ἀπορώτατα δὲ ἔχει ἡ τοῦ ἐλαίου φύσις.
然而,油的性质是最令人困惑的。
εἰ μὲν γὰρ ὕδατος, ἔδει πήγνυσθαι ὑπὸ ψυχροῦ, εἰ δὲ γῆς πλέον, ὑπὸ πυρός· νῦν δὲ πήγνυται οὐδετέρου, παχύνεται δὲ ὑπʼ ἀμφοῖν.
因为如果它是由水构成的,就应当被冷固化,如果含有较多的地,就应当被火固化;但实际上,它不被其中任何一方固化,却被双方变稠。
αἴτιον δʼ ἐστὶν ὅτι ἀέρος ἐστὶν πλῆρες.
其原因在于它充满了空气。
διὸ καὶ ἐν τῷ ὕδατι ἐπιπολάζει· καὶ γὰρ ὁ ἀὴρ φέρεται ἄνω.
因此它也漂浮在水面上;因为空气也是向上运动的。
τὸ μὲν οὖν ψυχρὸν ἐκ τοῦ ἐνόντος πνεύματος ὕδωρ ποιοῦν παχύνει· ἀεὶ γάρ, ὅταν μειχθῇ ὕδωρ καὶ ἔλαιον, ἄμφοῖν γίγνεται παχύτερον.
那么,冷通过将其中所含的气体变成水,从而使其变稠;因为每当水和油混合时,所得的混合物都比两者更稠。
ὑπὸ δὲ πυρὸς καὶ χρόνου παχύνεται καὶ λευκαίνεται, λευκαίνεται μὲν ἐξατμίζοντος εἴ τι ἐνῆν ὕδατος, παχύνεται δὲ διὰ τὸ μαραινομένου τοῦ θερμοῦ ἐκ τοῦ ἀέρος γίγνεσθαι ὕδωρ.
另一方面,由于火和时间,它会变稠并变白:变白是因为其中若含有任何水分都会蒸发,变稠则是由于随着热力衰退,空气中生成了水。
ἀμφστέρως μὲν οὖν τὸ αὐτὸ γίγνεται πάθος, καὶ διὰ τὸ αὐτό, ἀλλʼ οὐχ ὡσαύτως.
因此,在这两种情况下发生的是相同的变化,并且是出于相同的原因,但方式却不相同。
παχύνεται μὲν οὖν ὑπʼ ἀμφοτέρων, οὐ ξηραίνεται δʼ ὑπ᾿ οὐδετέρου· οὔτε γὰρ ὁ ἥλιος οὔτε τὸ ψῦχος ξηραίνει· οὐ μόνον διότι γλίσχρον, ἀλλὰ καὶ διότι ἀέρος ἐστίν.
所以,它虽然被双方变稠,却不被任何一方干燥;因为太阳和冷都不使其干燥;这不仅是因为它具有粘性,也是因为它是由空气构成的。
οὐ ξηραίνεται δὲ τὸ ὕδωρ οὐδʼ ἕψεται ὑπὸ πυρός, ὅτι οὐκ ἀτμίζει διὰ γλισχρότητα.
此外,[其中的]水因粘性而不蒸发,因此不会被火干燥,也不会被火煮沸。
ὅσα δὲ μεικτὰ ὕδατος καὶ γῆς, κατὰ τὸ πλῆθος ἐκατέρου ἄξιον λέγεσθαι· οἶνος γάρ τις καὶ πήγνυται καὶ ἕψεται, οἶον τὸ γλεῦκος.
而对于水和地的混合物,应当根据其中各成分的数量来进行论述;因为某种酒,例如葡萄汁(新酒),既会固化也会被煮沸。
ἀπέρχεται δὲ ἀπὸ πάντων τῶν τοιούτων ξηραινομένων τὸ ὕδωρ.
而当所有这些物质干燥时,水分都会从中消散。
σημεῖον δʼ ὅτι τὸ ὕδωρ· ἡ γὰρ ἀτμὶς συνίσταται εἰς ὕδωρ, ἐάν τις βούληται συλλέγειν· ὥστε ὅσοις λείπεταί τι, τοῦτο γῆς.
其为水的证据在于:若有人想要收集,气就会凝结成水;因此,在留有任何残留物的事物中,这残留物是属于地的。
ἔνια δὲ τούτων καὶ ὑπὸ ψυχροῦ, ὥσπερ εἴρηται, παχύνεται καὶ ξηραίνεται· τὸ γὰρ ψυχρὸν οὐ μόνον πήγνυσιν, ἀλλὰ ξηραίνει μὲν ὕδωρ, παχύνει δὲ τὸν ἀέρα ὕδωρ ποιοῦν· ἡ δὲ πῆξις εἴρηται ξηρασία τις οὖσα.
而正如所说,这些之中的某些事物也会因冷而变稠并干燥;因为冷不仅使之固化,而且使水干燥,并因将空气变成水而使空气变稠;而固化已被说成是一种干燥。
ὅσα μὲν οὖν μὴ παχύνεται ὑπὸ τοῦ ψυχροῦ ἀλλὰ πήγνυται, ὕδατός ἐστι μᾶλλον, οἷον οἶνος καὶ οὖρον καὶ ὄξος καὶ κονία καὶ ὀρός· ὅσα δὲ παχύνεται μὴ ἐξατμίζοντα ὑπὸ πυρός, τὰ μὲν γῆς, τὰ δὲ κοινὰ ὕδατος καὶ ἀέρος, μέλι μὲν γῆς, ἔλαιον δʼ ἀέρος.
因此,不因冷变稠而固化的事物,主要是由水构成的,例如酒、尿、醋、灰汁和乳清;而那些被火加热时不蒸发却变稠的物质,有些属于地,有些则是水和空气共有的——蜂蜜属于地,而油则属于空气。
ἔστιν δὲ καὶ τὸ γάλα καὶ τὸ αἶμα ἀμφοῖν μὲν κοινὰ καὶ ὕδατος καὶ γῆς, μᾶλλον δὲ τὰ πολλὰ γῆς, ὥσπερ καὶ ἐξ ὅσων ὑγρῶν νίτρον γίγνεται καὶ ἅλες (καὶ λίθοι δʼ ἔκ τινων συνίστανται τοιούτων).
此外,牛奶和血液也是水和地共有的,但大部分情况下它们主要由地构成,正如产生苏打和盐的那些液体一样(实际上,石头也是由某些此类液体凝结而成的)。
διὸ ἐὰν μὴ χωρισθῇ ὁ ὀρός, ἐκκάεται ὑπὸ τοῦ πυρὸς ἐρόμενος.
因此,如果不分离乳清,在煮沸时它会被火烧焦。

词汇与语法注释

  1. 20ἀπορώτατα δὲ ἔχει — "ἀπορώτατα" 是最高级副词。"ἔχει" 与副词连用(ἔχω + 副词)作不及物动词,表示“处于……的状态”,即“处于最困难(困惑)的状态”。
  2. 20εἰ μὲν γὰρ ὕδατος, ἔδει πήγνυσθαι — 这是一个表示与事实相反或未实现状态的条件句,条件从句使用 "εἰ + 直陈式过去时",主句使用表示必要性的非人称动词未完成过去时(ἔδει)且不带 ἄν。表示义务或必要的非人称动词在虚拟条件句中通常省略 ἄν。
  3. 384aοὐ ξηραίνεται δὲ τὸ ὕδωρ — 这里的 "τὸ ὕδωρ" 在上下文中指“油中所含的水”而非一般的水。虽然这可能是文本抄写错误(例如误植或替代了 "τὸ ἔλαιον"),但此处理解为由于油的粘性而无法蒸发的油中水分。
  4. 20ἐρόμενος — 传抄文本中的 "ἐρόμενος"(被询问,或流出)显然是抄写错误;根据标准校勘本,此词应读作并译为 "ἑψόμενος"(被煮沸)。

引用这一段

亚里士多德, 气象学 §4.7#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:4.7%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。