§4.3#2καὶ τὰ ὑγρὰ δὲ ἕψεσθαι λέγομεν, οἷον γάλα καὶ γλεῦκος, ὅταν ἐν τῷ ὑγρῷ ὁ χυμὸς εἰς εἶδός τι μεταβάλλῃ ὑπὸ τοῦ κύκλῳ καὶ ἔξωθεν πυρὸς θερμαίνοντος, ὥστε τρόπον τινὰ παραπλήσιον τῇ εἰρημένῃ ἑψήσει ποιεῖ.
联同我们也说湿性之物是被煮沸的,例如牛奶和葡萄汁,当湿气中的汁液在外围及外部加热之火的作用下转变成某种形态时,从而在某种程度上产生与上述煮沸相似的效果。
(τέλος δὲ οὐ ταὐτὸ πᾶσιν, οὔτε ἐψομένοις οὔτε πεττομένοις, ἀλλὰ τοῖς μὲν πρὸς ἐδωδήν, τοῖς δὲ πρὸς ῥόφησιν, τοῖς δὲ πρὸς ἄλλην χρείαν, ἐπεὶ καὶ τὰ φάρμακα ἕψειν λέγομεν.
(但是,对于所有被煮沸或被熟化的事物来说,其目的并不相同,而是有些是为了食用,有些是为了饮用,有些是为了其他用途,因为我们也说煮药。
) ὥστε ὅσα παχύτερα δύναται γίγνεσθαι ἢ ἐλάττω ἢ βαρύτερα, ἢ τὰ μὲν αὐτῶν τοιαῦτα τὰ δ᾿ ἐναντία, διὰ τὸ διακρινόμενα τὰ μὲν παχύνεσθαι τὰ δὲ λεπτύνεσθαι, ὥσπερ τὸ γάλα εἴς τε ὀρὸν καὶ πυετίαν, πάντα ἑψητά ἐστιν.
) 因此,凡是能够变稠、或者变少、或者变重的,或者其一部分变成这样而另一部分相反的(这是由于它们在被分离时,一部分变稠而另一部分变稀,就像牛奶被分离成乳清和凝乳一样),所有这些都是可煮的。
τὸ δὲ ἔλαιον οὐχ ἕψεται αὐτὸ καθ᾿ ἑαυτό, ὅτι τού των οὐδὲν πάσχει.
但油自身不能被煮沸,因为它不经受这些变化的任何一种。
ἡ μὲν οὖν κατὰ τὴν ἕψησιν λεγομένη πέ ψις τοῦτ᾿ ἐστίν· καὶ οὐδὲν διαφέρει ἐν ὀργάνοις τεχνικοῖς καὶ φυσικοῖς ἐάν τι γίγνηται· διὰ τὴν αὐτὴν γὰρ αἰτίαν πάντα ἔσται.
那么,通过煮沸而被谈论的熟化就是这个;而且,无论它是发生在人工工具中还是自然器官中,都没有什么不同;因为一切都将由于相同的原因而产生。
μόλυνσις δὲ ἀπεψία μὲν ἡ ἐναντία ἑψήσει· εἴη δ᾿ ἂν ἐναντία ἥ τε πρώτη λεχθεῖσα ἀπεψία τοῦ ἐν τῷ σώματι ἀορίστου δι᾿ ἔνδειαν τῆς ἐν τῷ ὑγρῷ τῷ πέριξ θερμότητος (ἡ δ᾿ ἔνδεια μετὰ ψυχρότητος ὅτι ἐστίν, εἴρηται)· γίγνεται δὲ διὰ κίνησιν ἄλλην·
而煮瘪则是与煮沸相反的未熟化;这种相反者,当是由于周围湿气中热量的匮乏,导致物体中未限定者产生的最初提到的那种未熟化(已经说过,这种匮乏是与寒冷并存的);它是由于另一种运动而产生的;因为起熟化作用的运动被排挤出去了。
ἐκκρούεται γὰρ ἡ πέττουσα, καὶ ἡ ἔνδεια δὲ ἢ διὰ τὸ πλῆθος τῆς ἐν τῷ ὑγρῷ ψυχρότητος ἢ διὰ τὸ ἐν τῷ ἑψομένῳ πλῆθος· τότε γὰρ συμβαίνει τὴν ἐν τῷ ὑγρῷ θερμότητα πλείω μὲν εἶναι ἢ ὥστε μὴ κινῆσαι, ἐλάττω δὲ ἢ ὥστε ὁμαλῦναι καὶ συμπέψαι.
而热量的匮乏,要么是由于湿气中寒冷的量多,要么是由于被煮物中物质的量多;因为那时发生的是,湿气中的热量虽然多到足以引起运动,但少到不足以使之均匀并完成熟化。
διὸ σκληρότερα μὲν τὰ μεμωλυσμένα γίγνεται τῶν ἑφθῶν, τὰ δ᾿ ὑγρὰ διωρισμένα μᾶλλον.
因此,煮瘪之物比煮透之物更硬,且其中的湿性部分更为分离。
ἕψησις μὲν οὖν καὶ μόλυνσις εἴρηται, καὶ τί ἐστιν καὶ διὰ τί ἐστιν·
那么,煮沸和煮瘪已经说明了,它们是什么以及它们为什么存在。
ὄπτησις δ᾿ ἐστὶν πέψις ὑπὸ θερμότητος ξηρᾶς καὶ ἀλλοτρίας.
而焙烧是指由干燥的外来热量所进行的熟化。
διὰ τοῦτο κἂν ἕψων τις ποιῇ μεταβάλλειν καὶ πέττεσθαι, μὴ ὑπὸ τῆς τοῦ ὑγροῦ θερμότητος ἀλλ᾿ ὑπὸ τῆς τοῦ πυρός, ὅταν τελεσθῇ, ὀπτὸν γίγνεται καὶ οὐχ ἑφθόν, καὶ τῇ ὑπερβολῇ προσκεκαῦσθαι λέγεται· ὑπὸ ξηρᾶς δὲ θερμότητος γίγνεται ὅταν ξηρότερον γίγνηται ἐπιτελεσθέν.
因此,即使有人在煮沸某物时使其发生变化和熟化,但如果不是通过湿气的热量而是通过火的热量,那么当它完成时,它就变成了焙烧之物而非煮沸之物;如果热量过剩,就被称为烧焦;当它完成时变得更干,便是由干热所致。
διὸ καὶ τὰ ἐκτὸς ξηρότερα τῶν ἐντὸς· τὰ δ᾿ ἑφθὰ τοὐναντίον.
因此,焙烧之物的外侧比内侧更干;而煮沸之物则相反。
καὶ ἔργον ἐπὶ τῶν χειροκμήτων τὸ ὀπτῆσαι μεῖζον ἢ ἑψῆσαι· χαλεπὸν γὰρ τὰ ἐκτὸς καὶ τὰ ἐντὸς ὁμαλῶς θερμαίνειν.
在手艺中,焙烧是比煮沸更大的难事;因为很难使外侧和内侧均匀受热。
ἀεὶ γὰρ τὰ ἐγγύτερον τοῦ πυρὸς ξηραίνεται θᾶττον, ὥστε καὶ μᾶλλον.
因为靠近火的部分总是更快、从而更强地被干燥。
συνιόντων οὖν τῶν ἔξω πόρων οὐ δύναται ἐκκρίνεσθαι τὸ ἐνυπάρχον ὑγρόν, ἀλλ᾿ ἐγκατακλείεται, ὅταν οἱ πόροι μύσωσιν.
因此,当外部的孔隙收缩时,内部固有的湿气就无法分泌出来,而是在孔隙闭合时被封闭在里面。
ὄπτησις μὲν οὖν καὶ ἔψησις γίγνονται μὲν τέχνῃ, ἔστιν δʼ, ὥσπερ λέγομεν, τὰ εἴδη καθόλου ταὐτὰ καὶ φύσει· ὅμοια γὰρ τὰ γιγνόμενα πάθη, ἀλλ᾿ ἀνώνυμα· μιμεῖται γὰρ ἡ τέχνη τὴν φύσιν, ἐπεὶ καὶ ἡ τῆς τροφῆς ἐν τῷ σώματι πέψις ὁμοία ἐφήσει ἐστίν· καὶ γὰρ ἐν ὑγρῷ καὶ θερμῷ ὑπὸ τῆς τοῦ σώματος θερμότητος γίγνεται.
因此,焙烧和煮沸虽然是通过技术进行的,但正如我们所说,其形式在总体上在自然中也是相同的;因为所产生的外在状态是相似的,只是没有被命名;因为技术模仿自然,因为体内食物的熟化确实与煮沸相似;因为它是在湿和热的环境中,在身体热量的作用下产生的。
καὶ ἀπεψίαι ἔνιαι ὅμοιαι τῇ μολύνσει.
而某些未熟化也与煮瘪相似。
καὶ ζῷον οὐκ ἐγγίγνεται ἐν τῇ πέψει, ὥσπερ τινές φασιν, ἀλλ᾿ ἐν τῇ ἀποκρίσει σηπομένῃ ἐν τῇ κάτω κοιλίᾳ, εἶτ᾿ ἐπανέρχεται ἄνω· πέττεται μὲν γὰρ ἐν τῇ ἄνω κοιλίᾳ, σήπεται δ᾿ ἐν τῇ κάτω τὸ ἀποκριθέν· δι᾿ ἣν δ᾿ αἰτίαν, εἴρηται ἐν ἑτέροις.
而动物并不是如某些人所说在熟化过程中产生的,而是在下腹腔腐烂的排泄物中产生的,然后再向上升;因为熟化是在上腹腔中进行的,而在下腹腔中被排泄的东西则腐烂;至于其原因,已在其他著作中说明。
ἡ μὲν οὖν μόλυνσις τῇ ἑψήσει ἐναντίον· τῇ δὲ ὡς ὀπτήσει λεγομένῃ πέψει ἔστι μέν τι ἀντικείμενον ὁμοίως, ἀνωνυμώτερον δέ.
因此,煮瘪与煮沸相反;而对于被称为焙烧的熟化,同样也有与之对立的状态,只是更没有名字。
εἴη δ᾿ ἂ οἷον εἰ γένοιτο στάτευσις ἀλλὰ μὴ ὄπτησις δι᾿ ἔνδειαν θερμότητος, ἣ συμβαίη ἂν ἢ δι᾿ ὀλιγότητα τοῦ ἔξω πυρὸς ἢ διὰ πλῆθος τοῦ ἐν τῷ ὀπτωμένῳ ὕδατος· τότε γὰρ πλείων μέν ἐστιν ἢ ὥστε μὴ κινῆσαι, ἐλάττων δὲ ἢ ὥστε πέψαι.
这就像是由于热量匮乏而产生的“烘瘪”而不是焙烧,这种情况的发生要么是由于外部火力的微弱,要么是由于被焙烧物中水分的多;因为那时热量虽然多到足以引起运动,但少到不足以完成熟化。
τί μὲν οὖν ἐστι πέψις καὶ ἀπεψία, καὶ πέπανσις καὶ ὠμότης, καὶ ἕψησις καὶ ὄπτησις καὶ τἀναντία τούτοις, εἴρηται.
那么,熟化和未熟化、成熟和未成熟、以及煮沸和焙烧以及它们的对立面是什么,都已经说明了。