Humanitext Reader

亚里士多德 · 气象学 §4.3#1

成熟与未成熟的定义及煮沸的过程

第 55 段,共 68 段 · 希腊语

内容简介

作者定义了成熟、未成熟和煮沸,详细阐述了它们的完善标准、物理过程,以及引起这些过程的热与湿之间的相互作用。

§4.3#13 πέπανσις δ᾿ ἐστὶν πέψις τις· ἡ γὰρ τῆς ἐν τοῖς περικαρπίοις τροφῆς πέψις πέπανσις λέγεται.
[3] 成熟是一种熟化;因为果皮中养分的熟化被称为成熟。
ἐπεὶ δ᾿ ἡ πέψις τελέωσις, τότε ἡ πέπανσις τελέα ἐστὶν ὅταν τὰ ἐν τῷ περικαρπίῳ σπέρματα δύνηται ἀποτελεῖν τοιοῦτον ἕτερον οἷον αὐτό· καὶ γὰρ ἐπὶ τῶν ἄλλων τὸ τέλεον οὕτω λέγομεν.
既然熟化是一种完善,那么当果皮中的种子能够产生另一个像它自己那样的种子时,成熟才是完美的;因为在其他情况下,我们也以这种方式称之为完美。
περικαρπίου μὲν οὖν αὕτη πέπανσις, λέγεται δὲ καὶ ἄλλα πολλὰ πέπονα τῶν πεπεμμένων, κατὰ μὲν τὴν αὐτὴν ἰδέαν, μεταφοραῖς δέ, διὰ τὸ μὴ κεῖσθαι, καθάπερ εἴρηται καὶ πρότερον, ὀνόματα καθ᾿ ἑκάστην τελείωσιν περὶ τὰ ὁριζόμενα ὑπὸ τῆς φυσικῆς θερμότητος καὶ ψυχρότητος.
这就是果皮的成熟,但许多其他已被熟化的事物也被称为成熟,这确实是按照相同的理念,但是通过比喻,因为如前所述,对于由自然热和冷所限定的每一个完善过程,都没有制定专门的名称。
ἔστιν δὲ ἡ φυμάτων καὶ φλέγματος καὶ τῶν τοιούτων πέπανσις ἡ ὑπὸ τοῦ φυσικοῦ θερμοῦ τοῦ ἐνόντος ὑγροῦ πέψις· ἀδύνατον γὰρ ὁρίζειν μὴ κρατοῦν.
而脓包、痰及此类事物的成熟,是指由于其中所含的湿气被自然热熟化;因为如果不支配它,就不可能进行限定。
ἐκ μὲν οὖν τῶν πνευματικῶν ὑδατώδη, ἐκ δὲ τῶν τοιούτων τὰ γεηρὰ συνίσταται, καὶ ἐκ λεπτῶν αἰεὶ παχύτερα γίγνεται πεπαινόμενα πάντα.
因此,从风性物质中形成了水性物质,而从这些物质中又形成了土性物质,并且在成熟时,所有事物总是从稀变稠。
καὶ τὰ μὲν εἰς αὐτὴν ἡ φύσις ἄγει κατὰ τοῦτο, τὰ δὲ ἐκβάλλει.
在这方面,自然将某些事物引向自身,而将另一些事物排出。
πέπανσις μὲν οὖν εἴρηται τί ἐστιν· ὠμότης δ᾿ ἐστὶν τὸ ἐναντίον·
那么,成熟是什么已经说过了;而未成熟则是其对立面。
ἐναντίον δὲ πεπάνσει ἀπεψία τῆς ἐν τῷ περικαρπίῳ τροφῆς· αὕτη δ᾿ ἐστὶν ἡ ἀόριστος ὑγρότης.
与成熟相对立的是果皮中养分的未熟化;而这就是未限定的湿气。
διὸ ἢ πνευματικὴ ἢ ὑδατώδης ἢ τῶν ἐξ ἀμφοῖν ἐστιν ἡ ὠμότης.
因此,未成熟要么是风性的,要么是水性的,要么是两者的结合。
ἐπεὶ δ᾿ ἡ πέπανσις τελέωσίς τίς ἐστιν, ἡ ὠμότης ἀτέλεια ἔσται.
既然成熟是一种完善,未成熟就是未完善。
γίγνεται δ᾿ ἡ ἀτέλεια δι᾿ ἔνδειαν τοῦ φυσικοῦ θερμοῦ καὶ ἀσυμμετρίαν πρὸς τὸ ὑγρὸν τὸ πεπαινόμενον.
未完善是由于自然热的匮乏以及它与被成熟的湿气之间的不协调而产生的。
οὐδὲν δὲ ὑγρὸν αὐτὸ καθ᾿ αὑτὸ πεπαίνεται ἄνευ ξηροῦ· ὕδωρ γὰρ οὐ παχύνεται μόνον τῶν ὑγρῶν.
而任何湿性的东西,如果脱离了干性的东西,其自身都不能成熟;因为在湿性东西中,只有水不会变稠。
συμβαίνει δὲ τοῦτο ἢ τῷ τὸ θερμὸν ὀλίγον εἶναι ἢ τῷ τὸ ὁριζόμενον πολὺ· διὸ καὶ λεπτοὶ οἱ χυμοὶ τῶν ὠμῶν, καὶ ψυχροὶ μᾶλλον ἢ θερμοί, καὶ ἄβρωτοι καὶ ἄποτοι.
这种情况的发生,要么是因为热量少,要么是因为被限定的物质很多;因此未成熟之物的汁液是稀的,而且偏冷而不是偏热,并且不可食也不可饮。
λέγεται δὲ καὶ ἡ ὠμότης ὥσπερ καὶ ἡ πέπανσις, πολλαχῶς.
而未成熟和成熟一样,也有多种说法。
ὅθεν καὶ οὖρα καὶ ὑποχωρήσεις καὶ κατάρροι ὠμοὶ λέγονται διὰ τὸ αὐτὸ αἴτιον· τῷ γὰρ μὴ κεκρατῆσθαι ὑπὸ τῆς θερμότητος μηδὲ συνεστάναι ὠμὰ πάντα προσαγορεύεται.
因此,尿液、大便和感冒被称为未成熟也是由于同样的原因;因为由于没有被热支配,也没有凝聚,所有这些都被称为未成熟。
πόρρω δὲ προϊόντων καὶ κέραμος ὠμὸς καὶ γάλα ὠμὸν καὶ ἄλλα πολλὰ λέγεται, ἐὰν δυνάμενα μεταβάλλειν καὶ συνίστασθαι ὑπὸ θερμότητος ἀπαθῆ ᾖ.
再往前推,粘土也被说成是生的,牛奶也被说成是生的,以及许多其他东西,如果它们本能够通过热发生变化和凝聚,却未受其影响的话。
διὸ τὸ ὕδωρ ἑφθὸν μὲν λέγεται, ὠμὸν δ᾿ οὔ, ὅτι οὐ παχύνεται.
因此,水确实被称为煮过的,但不被称为生的,因为水不会变稠。
πέπανσις μὲν οὖν καὶ ὠμότης εἴρηται τί ἐστιν, καὶ διὰ τί ἐστιν ἑκάτερον αὐτῶν·
那么,成熟和未成熟是什么,以及它们各自为什么存在,已经说明了。
ἕψησις δ᾿ ἐστὶν τὸ μὲν ὅλον πέψις ὑπὸ θερμότητος ὑγρᾶς τοῦ ἐνυπάρχοντος ἀορίστου ἐν τῷ ὑγρῷ, λέγεται δὲ τοὔνομα κυρίως μόνον ἐπὶ τῶν ἑψομένων.
而煮沸,总体上来说,是通过湿热对湿气中固有的未限定者进行熟化,但该名称严格来说仅适用于被煮沸的事物。
τοῦτο δ᾿ ἂν εἴη, ὥσπερ εἴρηται, πνευματῶδες ἢ ὑδατῶδες.
正如所说的,这应当是风性的或水性的。
ἡ δὲ πέψις γίγνεται ἀπὸ τοῦ ἐν τῷ ὑγρῷ πυρός· τὸ γὰρ ἐπὶ τῶν τηγάνων ὀπτᾶται (ὑπὸ γὰρ τοῦ ἔξωθεν θερμοῦ πάσχει, ἐν ᾧ δ᾿ ἐστὶν ὑγρῷ, ποιεῖ ἐκεῖνο μᾶλλον ξηρόν, εἰς αὑτὸ ἀναλαμβάνον), τὸ δ᾿ ἑψόμενον τοὐναντίον ποιεῖ (ἐκκρίνεται γὰρ ἐξ αὐτοῦ τὸ ὑγρὸν ὑπὸ τῆς ἐν τῷ ἔξω ὑγρῷ θερμασίας)· διὸ ξηρότερα τὰ ἑφθὰ τῶν ὀπτῶν· οὐ γὰρ ἀνασπᾷ εἰς ἑαυτὰ τὸ ὑγρὸν τὰ ἑψόμενα· κρατεῖ γὰρ ἡ ἔξωθεν θερμότης τῆς ἐντός· εἰ δ᾿ ἐκράτει ἡ ἐντός, εἷλκεν ἂν εἰς ἑαυτήν.
熟化来自于湿气中的火;因为平底锅上的东西是被焙烧的(因为它受到外部热量的作用,并且在它所在的任何湿气中,它通过将湿气吸收到自身中而使那东西变得更干),而被煮沸的东西则相反(因为由于外部湿气中的热量,湿气从它自身中被分泌出来);因此,煮过的东西比焙烧过的东西更干;因为被煮沸的东西并不把湿气吸收到自己内部;因为外部的热支配着内部的热;但如果内部的热支配,它就会把它吸收到自身中。
ἔστιν δ᾿ οὐ πᾶν σῶμα ἑψητόν· οὔτε γὰρ ἐν ᾧ μηδέν ἐστιν ὑγρόν, οἷον ἐν λίθοις, οὔτ᾿ ἐν οἷς ἔνεστι μέν, ἀλλ᾿ ἀδύνατον κρατηθῆναι διὰ πυκνότητα, οἷον ἐν τοῖς ξύλοις· ἀλλ᾿ ὅσα τῶν σωμάτων ἔχει ὑγρότητα παθητικὴν ὑπὸ τῆς ἐν τῷ ὑγρῷ πυρώσεως.
但是,并非所有的物体都是可煮的;因为既不是其中没有湿气的物体(如石头),也不是虽然含有湿气但由于致密而无法被支配的物体(如木头);而是那些具有能受到湿气中火的作用的、受动性湿气的物体。
λέγεται δὲ καὶ χρυσὸς ἕψεσθαι καὶ ξύλον καὶ ἄλλα πολλὰ, κατὰ μὲν τὴν ἰδέαν οὐ τὴν αὐτήν, μεταφορᾷ δέ· οὐ γὰρ κεῖται ὀνόματα ταῖς διαφοραῖς.
金子、木头和许多其他东西也被说成是可煮的,确实不是按照相同的理念,而是通过比喻;因为对于这些差异并没有制定专门的名称。

词汇与语法注释

  1. 125διὰ τὸ μὴ κεῖσθαι ... ὀνόματα — 在带有冠词不定式 `τὸ μὴ κεῖσθαι` 的介词短语中,宾格名词 `ὀνόματα` 充当该不定式的主语。整个短语意为“因为没有制定名称”。
  2. 125ἀδύνατον γὰρ ὁρίζειν μὴ κρατοῦν — 中性单数分词 `μὴ κρατοῦν` 表示条件(“如果不支配”),在语境中指“热”没有支配湿气。整句意为“因为如果不支配(克服),就不可能进行限定”。
  3. 126εἰ δ᾿ ἐκράτει ἡ ἐντός, εἷλκεν ἂν εἰς ἑαυτήν — 这是一个反事实条件句(与现在事实相反的虚拟语气),条件从句使用直说式未完成过去时 `εἰ ... ἐκράτει`,主句使用 `ἄν` 加上直说式未完成过去时 `εἷλκεν ἂν`。表示“如果内部的热支配,它就会把它吸收到自身中(而实际上是外部的热支配,所以没有吸收)”。

引用这一段

亚里士多德, 气象学 §4.3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:4.3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。