Humanitext Reader

亚里士多德 · 气象学 §4.2

熟化与未熟化的形态及熟化的定义

第 54 段,共 68 段 · 希腊语

内容简介

本文提出由热与冷相互作用产生的“熟化”与“未熟化”这两种自然界的基本形态,并将“熟化”定义为通过事物内部特有的热来完善其质料的过程。

§4.22 λοιπὸν δ᾿ εἰπεῖν τὰ ἐχόμενα εἴδη, ὅσα αἱ εἰρημέναι δυνάμεις ἐργάζονται ἐξ ὑποκειμένων τῶν φύσει συνεστώτων ἤδη.
[2] 接下来,剩下的就是论述以下诸形态,即上述诸力量从已经由自然构成的基底质料中所产生的那些形态。
ἔστι δὴ θερμοῦ μὲν πέψις, πέψεως δὲ πέπανσις, ἕψησις, ἔτι ὄπτησις· ψυχρότητος δὲ ἀπεψία, ταύτης δὲ ὠμότης, μόλυνσις, στάτευσις.
实际上,热的作用是熟化,熟化包括成熟、煮沸,以及焙烧;而冷的作用是未熟化,未熟化包括生涩、生煮,以及生烤。
δεῖ δὲ ὑπολαμβάνειν μὴ κυρίως ταῦτα λέγεσθαι τὰ ὀνόματα τοῖς πράγμασιν, ἀλλ᾿ οὐ κεῖται καθόλου τοῖς ὁμοίοις, ὥστε οὐ ταῦτα ἀλλὰ τοιαῦτα δεῖ νομίζειν εἶναι τὰ εἰρημένα εἴδη.
但是我们必须理解,这些名称并不是严格地适用于这些事物,而是因为没有为类似的事物制定通用的名称;因此,应当认为上述诸形态并不是严格的这些事物,而是属于此类性质的事物。
εἴπωμεν δ᾿ αὐτῶν ἕκαστον τί ἐστιν.
让我们说明它们之中的每一个是什么。
πέψις μὲν οὖν ἐστιν τελείωσις ὑπὸ τοῦ φυσικοῦ καὶ οἰκείου θερμοῦ ἐκ τῶν ἀντικειμένων παθητικῶν· ταῦτα δ᾿ ἐστὶν ἡ οἰκεία ἑκάστῳ ὕλη.
熟化,就是通过自然且特有的热,从对立的受动性质中达到完善;而这些受动性质就是每个事物特有的质料。
ὅταν γὰρ πεφθῇ, τετελείωταί τε καὶ γέγονεν.
因为当一个事物被熟化时,它就已经被完善并且生成了。
καὶ ἡ ἀρχὴ τῆς τελειώσεως ὑπὸ θερμότητος τῆς οἰκείας συμβαίνει, κἂν διά τινος τῶν ἐκτὸς βοηθείας συνεπιτελεσθῇ, οἷον ἡ τροφὴ συμπέττεται καὶ διὰ λουτρῶν καὶ δι᾿ ἄλλων τοιούτων· ἀλλ᾿ ἥ γε ἀρχὴ ἡ ἐν αὐτῷ θερμότης ἐστίν.
而完善的起点是由特有的热引起的,即使它是借助外部的某种帮助共同完成的,例如食物由于洗温水澡及其他类似的事情而共同被消化;但其起点至少是该事物内部的热。
τὸ δὲ τέλος τοῖς μὲν ἡ φύσις ἐστίν, φύσις δὲ ἣν λέγομεν ὡς εἶδος καὶ οὐσίαν· τοῖς δὲ εἰς ὑποκειμένην τινὰ μορφὴν τὸ τέλος ἐστὶ τῆς πέψεως, ὅταν τοιονδὶ γένηται καὶ τοσονδὶ τὸ ὑγρὸν ἢ ὀπτώμενον ἢ ἑψόμενον ἢ σηπόμενον ἢ ἄλλως πως θερμαινόμενον·
而终点,对于某些事物来说是它们的本性——我们称之为形式和实体的那种本性;而对于另一些事物来说,熟化的终点是达到某种基底的形状,即当被焙烧、煮沸、腐烂或以其他方式加热的湿物达到如此的性质和数量时。
τότε γὰρ χρήσιμόν ἐστι καὶ πεπέφθαι φαμέν, ὥσπερ τὸ γλεῦκος καὶ τὰ ἐν τοῖς φύμασιν συνιστάμενα, ὅταν γένηται πύον, καὶ τὸ δάκρυον, ὅταν γένηται λήμη· ὁμοίως δὲ καὶ τἆλλα.
因为到那时它变得有用,我们便说它已被熟化,正如新酿的葡萄汁、脓包中聚集的物质变成脓时,以及眼泪变成眼垢时一样;其他事物也是如此。
συμβαίνει δὲ τοῦτο πάσχειν ἅπασιν, ὅταν κρατηθῇ ἡ ὕλη καὶ ἡ ὑγρότης· αὕτη γάρ ἐστιν ἡ ὁριζομένη ὑπὸ τῆς ἐν τῇ φύσει θερμότητος.
而所有这些事物发生这种变化,是在质料和湿气被支配的时候;因为这正是被自然内部的热所限定的东西。
ἕως γὰρ ἂν ἐνῇ ἐν αὐτῇ ὁ λόγος, φύσις τοῦτ᾿ ἐστίν.
因为只要在其(质料)中还存在着比例,这就是它的本性。
διὸ καὶ ὑγιείας σημεῖα τὰ τοιαῦτα, καὶ οὖρα καὶ ὑποχωρήσεις καὶ ὅλως τὰ περιττώματα.
因此,此类事物也是健康的征兆,包括尿液、大便以及所有的排泄物。
καὶ λέγεται πεπέφθαι, ὅτι δηλοῖ κρατεῖν τὴν θερμότητα τὴν οἰκείαν τοῦ ἀορίστου.
它们被说成是已被熟化,是因为这表明特有的热支配了未限定者。
ἀνάγκη δὲ τὰ πεττόμενα παχύτερα καὶ θερμότερα εἶναι· τοιοῦτον γὰρ ἀποτελεῖ τὸ θερμόν, εὐογκότερον καὶ παχύτερον καὶ ξηρότερον.
而且,正在被熟化的事物必然变得更稠、更热;因为热产生这样的结果,使事物更紧实、更稠、更干。
πέψις μὲν οὖν τοῦτο ἐστίν·
那么,熟化就是如此。
ἀπεψία δὲ ἀτέλεια δι᾿ ἔνδειαν τῆς οἰκείας θερμότητος (ἡ δὲ ἔνδεια τῆς θερμότητος ψυχρότης ἐστίν)· ἡ δ᾿ ἀτέλειά ἐστιν τῶν ἀντικειμένων παθητικῶν, ἥπερ ἐστὶν ἑκάστῳ φύσει ὕλη.
而未熟化,则是由于缺乏特有的热(而缺乏热就是冷)所致的未完善;而这种未完善,是对立的受动性质(即每个事物在自然上特有的质料)的未完善。
πέψις μὲν οὖν καὶ ἀπεψία διωρίσθω τοῦτον τὸν τρόπον.
因此,关于熟化和未熟化,就以此种方式来界定。

词汇与语法注释

  1. 379b10λοιπὸν δ᾿ εἰπεῖν — 在无人称表达 λοιπόν ἐστιν(剩下的是……)中省略了系动词 ἐστίν。不定式短语 εἰπεῖν τὰ ἐχόμενα εἴδη(论述接下来的诸形态)充当该句子的主语。
  2. 379b15μὴ κυρίως... λέγεσθαι — 由无人称动词 δεῖ 引导的带宾格的不定式结构。在此处,表示事物并非在其本来意义上被使用的否定词是 μή 而不是表示客观否定的 οὐ,这在表示设想或主观状况的不定式短语中很常见。
  3. 379b20ἐκ τῶν ἀντικειμένων παθητικῶν — 介词 ἐκ 指明了变化的起点或作为基础的质料。在这里,它说明了熟化过程变化的起源,即“从对立的受动性质(湿与干)出发”以达到完善。
  4. 379b25τοῖς μὲν... τοῖς δὲ... — 关系与格,用以对比“对于某些事物而言”与“对于另一些事物而言”。它表明熟化过程的终点(目的)因相关物质的性质不同而有所差异。
  5. 379b35ἕως γὰρ ἂν ἐνῇ — 带 ἄν 和虚拟式(ἐνῇ,动词 ἔνειμι 的第三人称单数现在虚拟式)的时间连词 ἕως,构成了表示现在一般情况下的条件时间状语从句(“只要……还在其中”或“每当……还在其中时”)。

引用这一段

亚里士多德, 气象学 §4.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:4.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。