Humanitext Reader

亚里士多德 · 气象学 §4.1

四种基本性质的能动与受动及腐烂的成因

第 53 段,共 68 段 · 希腊语

内容简介

本章概述了四种基本性质(能动的热与冷,受动的干与湿)的分类与作用,并详细解释了作为自然消灭形式的“腐烂”发生的机制与条件。

§4.11 Ἐπεὶ δὲ τέτταρα αἴτια διώρισται τῶν στοιχείων, τούτων δὲ κατὰ συζυγίας καὶ τὰ στοιχεῖα τέτταρα συμβέβηκεν εἶναι, ὧν τὰ μὲν δύο ποιητικά, τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὰ δὲ δύο παθητικά, τὸ ξηρὸν καὶ τὸ ὑγρόν·
[1] 既然已经确定了元素的四个原因,而元素根据它们的配对也恰好是四个,其中两个是能动的,即热和冷,两个是受动的,即干和湿;对此的证明是通过归纳法。
ἡ δὲ πίστις τούτων ἐκ τῆς ἐπαγωγῆς· φαίνεται γὰρ ἐν πᾶσιν ἡ μὲν θερμότης καὶ ψυχρότης ὁρίζουσαι καὶ συμφύουσαι καὶ μεταβάλλουσαι τὰ θ᾿ ὁμογενῆ καὶ τὰ μὴ ὁμογενῆ, καὶ ὑγραίνουσαι καὶ ξηραίνουσαι καὶ σκληρύνουσαι καὶ μαλάττουσαι, τὰ δὲ ξηρὰ καὶ ὑγρὰ ὁριζόμενα καὶ τἆλλα τὰ εἰρημένα πάθη πάσχοντα αὐτά τε καθ᾿ αὑτὰ καὶ ὅσα κοινὰ ἐξ ἀμφοῖν σώματα συνέστηκεν·
因为在一切事物中热和冷显然能够限定、结合并改变同质和非同质的事物,并且使它们湿润、干燥、变硬和变软;而干和湿则是被限定的,并承受上述的其他受动性质,无论是它们自身,还是由两者合成的所有共同物体。
ἔτι δ᾿ ἐκ τῶν λόγων δῆλον, οἷς ὁριζόμεθα τὰς φύσεις αὐτῶν·
此外,从我们借以定义它们本性的言说(定义)中这也是显而易见的。
τὸ μὲν γὰρ θερμὸν καὶ ψυχρὸν ὡς ποιητικὰ λέγομεν (τὸ γὰρ συγκριτικὸν ὥσπερ ποιητικόν τὶ ἐστι), τὸ δὲ ὑγρὸν καὶ ξηρὸν παθητικόν (τὸ γὰρ εὐόριστον καὶ δυσόριστον τῷ πάσχειν τι λέγεται τὴν φύσιν αὐτῶν)·
因为我们说热和冷是能动的(因为结合是一种能动的力量),而湿和干是受动的(因为易于限定或难以限定是由于它们在本性上承受某种作用而说的)。
ὅτι μὲν οὖν τὰ μὲν ποιητικὰ τὰ δὲ παθητικά, φανερόν·
因此,有些是能动的,有些是受动的,这是显而易见的。
διωρισμένων δὲ τούτων ληπτέον ἂν εἴη τὰς ἐργασίας αὐτῶν, αἷς ἐργάζονται τὰ ποιητικά, καὶ τῶν παθητικῶν τὰ εἴδη.
在确定了这些之后,应该理解能动元素借以发生作用的那些活动(作用),以及受动元素的种类。
πρῶτον μὲν οὖν καθόλου ἡ ἁπλῆ γένεσις καὶ ἡ φυσικὴ μεταβολὴ τούτων τῶν δυνάμεών ἐστιν ἔργον, καὶ ἡ ἀντικειμένη φθορὰ κατὰ φύσιν.
首先,从整体上说,这些力量的作用就是简单的生成和自然的变化,以及与之相反的符合本性的消灭。
αὗται μὲν οὖν τοῖς τε φυτοῖς ὑπάρχουσι καὶ ζῴοις καὶ τοῖς μέρεσιν αὐτῶν.
这些力量既存在于植物和动物中,也存在于它们的各个部分中。
ἔστι δ᾿ ἡ ἁπλῆ καὶ ἡ φυσικὴ γένεσις μεταβολὴ ὑπὸ τούτων τῶν δυνάμεων, ὅταν ἔχωσι λόγον, ἐκ τῆς ὑποκειμένης ὕλης ἐκάστῃ φύσει· αὗται δ᾿ εἰσὶν αἱ εἰρημέναι δυνάμεις παθητικαί.
而简单的和自然的变化是由这些力量引起的,当它们具有适当的比例(逻各斯)时,从每种本性所特有的基底质料中产生;而这后者就是上述的受动力量。
γεννῶσι δὲ τὸ θερμὸν καὶ ψυχρὸν κρατοῦντα τῆς ὕλης· ὅταν δὲ μὴ κρατῇ, κατὰ μέρος μὲν μόλυνσις καὶ ἀπεψία γίγνεται.
当热和冷支配质料时,它们就产生生成;但当它们不能支配时,在部分上就会产生不全和消化不良。
τῇ δ᾿ ἁπλῇ γενέσει ἐναντίον μάλιστα κοινὸν σῆψις·
与简单生成最对立的共同现象是腐烂。
πᾶσα γὰρ ἡ κατὰ φύσιν φθορὰ εἰς τοῦθ᾿ ὁδός ἐστιν, οἷον γῆρας καὶ αὔανσις.
因为一切符合本性的消灭都是走向这一步的道路,例如衰老和枯干。
τέλος δὲ πάντων τῶν ἄλλων τούτων σαπρότης, ἐὰν μή τι βίᾳ φθαρῇ τῶν φύσει συνεστώτων·
除非自然结合而成的事物受到外力破坏,否则所有其他这些事物的终点都是腐败。
ἔστιν γὰρ καὶ σάρκα καὶ ὀστοῦν καὶ ὁτιοῦν κατακαῦσαι, ὧν τὸ τέλος τῆς κατὰ φύσιν φθορᾶς σῆψίς ἐστιν.
因为即使是肉、骨或任何东西,我们也可以将其烧毁,但它们符合本性的消灭,其终点都是腐烂。
διὸ ὑγρὰ πρῶτον, εἶτα ξηρὰ τέλος γίγνεται τὰ σηπόμενα·
因此,腐烂的事物起初变湿,最后变干。
ἐκ τούτων γὰρ ἐγένετο, καὶ ὡρίσθη τῷ ὑγρῷ τὸ ξηρὸν ἐργαζομένων τῶν ποιητικῶν.
因为它们是从这些产生的,并且由于能动力量的作用,干被湿所限定。
γίγνεται δ᾿ ἡ φθορὰ ὅταν κρατῇ τοῦ ὁρίζοντος τὸ ὁριζόμενον διὰ τὸ περιέχον.
当被限定者由于周围环境的原因而压倒限定者时,消灭就发生了。
(οὐ μὴν ἀλλ᾿ ἰδίως γε λέγεται σῆψις ἐπὶ τῶν κατὰ μέρος φθειρομένων, ὅταν χωρισθῇ τῆς φύσεως.
(不过,“腐烂”一词特指在部分上消灭的事物,当它们脱离其自然本性时。
) διὸ καὶ σήπεται πάντα τἆλλα πλὴν πυρός· καὶ γὰρ γῆ καὶ ὕδωρ καὶ ἀὴρ σήπεται· πάντα γὰρ ὕλη τῷ πυρί ἐστι ταῦτα.
)因此,除火之外,所有其他事物都会腐烂;实际上,土、水、空气都会腐烂,因为所有这些对火来说都是质料。
σῆψις δ᾿ ἐστὶν φθορὰ τῆς ἐν ἑκάστῳ ὑγρῷ οἰκείας καὶ κατὰ φύσιν θερμότητος ὑπ᾿ ἀλλοτρίας θερμότητος· αὕτη δ᾿ ἐστὶν ἡ τοῦ περιέχοντος.
而腐烂就是每个湿物中特有的、符合本性的热被外来之热所消灭,外来之热即周围环境的热。
ὥστε ἐπεὶ κατ᾿ ἔνδειαν πάσχει θερμοῦ, ἐνδεὲς δὲ ὂν τοιαύτης δυνάμεως ψυχρὸν πᾶν, ἄμφω ἂν αἴτια εἴη, καὶ κοινὸν τὸ πάθος ἡ σῆψις, ψυχρότητός τε οἰκείας καὶ θερμότητος ἀλλοτρίας.
因此,既然它因缺乏热而承受作用,而缺乏这种力量的任何事物都是冷的,所以两者都是原因,而腐烂是特有之冷和外来之热的共同受动状态。
διὰ τοῦτο γὰρ καὶ ξηρότερα γίγνεται τὰ σηπόμενα πάντα, καὶ τέλος γῆ καὶ κόπρος·
正是由于这个原因,所有腐烂的事物都会变得更干燥,最后变成土和粪便。
ἐξιόντος γὰρ τοῦ οἰκείου θερμοῦ συνεξατμίζεται τὸ κατὰ φύσιν ὑγρόν, καὶ τὸ σπῶν τὴν ὑγρότητα οὐκ ἔστιν· ἐπάγει γὰρ ἕλκουσα ἡ οἰκεία θερμότης.
因为当特有的热散失时,符合本性的湿也随之蒸发,并且没有什么来吸引湿气了;因为是特有的热通过吸引来引导湿气的。
καὶ ἐν τοῖς ψύχεσι δ᾿ ἧττον σήπεται ἢ ἐν ταῖς ἀλέαις (ἐν μὲν γὰρ τῷ χειμῶνι ὀλίγον ἐν τῷ περιέχοντι ἀέρι καὶ ὕδατι τὸ θερμόν, ὥστ᾿ οὐδὲν ἰσχύει, ἐν δὲ τῷ θέρει πλέον)· καὶ οὔτε τὸ πεπηγός (μᾶλλον γὰρ ψυχρὸν ἢ ὁ ἀὴρ θερμόν· οὔκουν κρατεῖται, τὸ δὲ κινοῦν κρατεῖ) οὔτε τὸ ζέον ἢ θερμὸν (ἐλάττων γὰρ ἡ ἐν τῷ ἀέρι θερμότης τῆς ἐν τῷ πράγματι, ὥστ᾿ οὐ κρατεῖ οὐδὲ ποιεῖ μεταβολὴν οὐδεμίαν).
在寒冷中事物比在温暖中更不易腐烂(因为在冬天,周围空气和水中的热很少,以致毫无力量,而在夏天则较多);既不是结冰之物(因为它是冷甚于空气的热,因而不被支配,而运动者会支配)也不是沸腾或温热之物(因为空气中的热少于物体本身之热,以致不能支配,也不引起任何变化)。
ὁμοίως δὲ καὶ τὸ κινούμενον καὶ ῥέον ἧττον σήπεται τοῦ ἀκινητίζοντος·
同样,运动和流动的物体也比静止的物体更不易腐烂。
ἀσθενεστέρα γὰρ γίγνεται ἡ ὑπὸ τῆς ἐν τῷ ἀέρι θερμότητος κίνησις τῆς ἐν τῷ πράγματι προϋπαρχούσης, ὥστε οὐδὲν ποιεῖ μεταβάλλειν, ἡ δ᾿ αὐτὴ αἰτία καὶ τοῦ τὸ πολὺ ἧττον τοῦ ὀλίγου σήπεσθαι·
因为由空气中的热引起的运动,比物体中预先存在的运动更弱,以致无法使其发生变化。
ἐν γὰρ τῷ πλέονι πλέον ἐστὶν πῦρ οἰκεῖον καὶ ψυχρὸν ἢ ὥστε κρατεῖν τὰς ἐν τῷ περιεστῶτι δυνάμεις.
而这也是为什么多量之物比少量之物更不易腐烂的原因;因为在较多量中,存在着特有的火和冷,多到周围环境中的力量无法支配。
διὸ ἡ θάλαττα κατὰ μέρος μὲν διαιρουμένη ταχὺ σήπεται, ἅπασα δ᾿ οὔ, καὶ τἆλλα ὕδατα ὡσαύτως.
因此,海水分成部分时会迅速腐烂,但整体上不会,其他水也同样如此。
καὶ ζῷα ἐγγίγνεται τοῖς σηπομένοις διὰ τὸ τὴν ἀποκεκριμένην θερμότητα φυσικὴν οὖσαν συνιστάναι τὰ ἐκκριθέντα.
在腐烂之物中会产生生物,是因为被分离出来的热具有自然本性,它结合了排泄出来的部分。
τί μὲν οὖν ἐστι γένεσις καὶ τί φθορά, εἴρηται.
那么,什么是生成,什么是消灭,已经阐明。

词汇与语法注释

  1. 10Ἐπεὶ δὲ τέτταρα αἴτια διώρισται τῶν στοιχείων — 句首由 ἐπεί 引导的从属句经过冗长的插入语和解释,一直延续到第25行的 φανερόν 和 διωρισμένων δὲ τούτων。这一逻辑结构阐明了四元素的能动与受动性质的分野,并由 ἡ δὲ πίστις... 和 ἔτι δ᾿ ἐκ τῶν λόγων... 等解释予以支持。
  2. 20τὸ γὰρ συγκριτικὸν ὥσπερ ποιητικόν τὶ ἐστι — τὸ συγκριτικόν(结合者/凝聚作用)是主语,ὥσπερ ποιητικόν τι 作谓语。这解释了为什么热和冷被归类为“能动的”(ποιητικόν),因为它们具有结合事物的能力。
  3. 30ὅταν ἔχωσι λόγον — 这指的是主语 αὗται αἱ δυνάμεις(这些力量,即热和冷)具有适当的“比例”或“均衡”(λόγον)的状态。热和冷对质料(湿和干)保持适当的配比或平衡,被视为自然“生成”(γένεσις)的必要条件。
  4. 379aὅταν κρατῇ τοῦ ὁρίζοντος τὸ ὁριζόμενον διὰ τὸ περιέχον — 当“被限定者”(受动的湿或干)压倒(κρατῇ)“限定者”(能动的热或冷)时,消灭(φθορὰ)便会发生。通常,能动的热控制并限定湿,但由于周围环境(τὸ περιέχον)的作用,特有的热丧失,导致受动要素反过来压倒限定它的力量。
  5. 379aἐξιόντος γὰρ τοῦ οἰκείου θερμοῦ συνεξατμίζεται — ἐξιόντος... τοῦ οἰκείου θερμοῦ 是属格独立结构,描述在腐烂过程中特有之热的散失。这解释了其机制:特有之热的散逸导致符合本性的湿气也随之蒸发,最终导致干燥状态(土或粪便)。

引用这一段

亚里士多德, 气象学 §4.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:4.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。