Humanitext Reader

亚里士多德 · 气象学 §4.11

物体的冷热性质与固有及外来之热

第 67 段,共 68 段 · 希腊语

内容简介

从水与土两种元素,以及固有热量与外来热量的角度,解释了凝固和液态物质的冷热性质。

§4.1111 ποῖα δὲ θερμὰ ἢ ψυχρὰ τῶν πεπηγότων ἢ τῶν ὑγρῶν, ἐκ τῶν εἰρημένων δεῖ μεταδιώκειν.
11 至于在凝固的或液态的物质中,哪些是热的、哪些是冷的,必须根据已述的内容来探讨。
ὅσα μὲν οὖν ὕδατος, ὡς ἐπὶ τὸ πολὺ ψυχρά, ἐὰν μὴ ἀλλοτρίαν ἔχῃ θερμότητα, οἷον κονία, οὖρον, οἶνος· ὅσα δὲ γῆς, ὡς ἐπὶ τὸ πολὺ θερμὰ διὰ τὴν τοῦ θερμοῦ δημιουργίαν, οἷον τίτανος καὶ τέφρα.
因此,凡是属于水的,大多是冷的,除非它们含有外来的热量,例如灰汁、尿、葡萄酒;而属于土的,则大多是热的,因为有热的作用参与其形成,例如石灰和灰。
δεῖ δὲ λαβεῖν τὴν ὕλην ψυχρότητά τινα εἶναι· ἐπεὶ γὰρ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ὕλη (ταῦτα γὰρ παθητικά), τούτων δὲ σώματα μάλιστα γῆ καὶ ὕδωρ ἐστίν (ταῦτα γὰρ ψυχρότητι ὥρισται), δῆλον ὅτι πάντα τὰ σώματα ὅσα ἑκατέρου ἁπλῶς τοῦ στοιχείου, ψυχρὰ μᾶλλόν ἐστιν, ἐὰν μὴ ἔχῃ ἀλλοτρίαν θερμότητα, οἷον τὸ ζέον ὕδωρ ἢ τὸ διὰ τέφρας ἠθημένον· καὶ γὰρ τοῦτο ἔχει τὴν ἐκ τῆς τέφρας θερμότητα·
而且应当理解,质料乃是某种冷;因为干燥和湿润是质料(因为这些是被动的),而最能体现这两者的物体是土和水(因为这些是由冷来限定的),显然,凡是单纯由这两者中任一元素构成的物体,都是较冷的,除非它们含有外来的热量,例如沸腾的水或滤过灰的液体;因为后者也含有来自灰的热量。
ἐν ἅπασι γάρ ἐστι θερμότης, ἢ πλείων ἢ ἐλάττων, τοῖς πεπυρωμένοις· διὸ καὶ ἐν τοῖς σαπροῖς ζῷα ἐγγίγνεται· ἔνεστι γὰρ θερμότης ἡ φθείρασα τὴν ἑκάστου οἰκείαν θερμότητα.
因为在所有经过火烧的物质中,都存在着或多或少的热量;因此即使在腐烂的物质中也会产生动物;因为其中存在着破坏了各物自身特有热量的热量。
ὅσα δὲ κοινά, ἔχει θερμότητα· συνέστηκε γὰρ τὰ πλεῖστα ὑπὸ θερμότητος πεψάσης.
而混合的物质则含有热量;因为它们的大多数都是由于热量的熟化作用而构成的。
ἔνια δὲ σήψεις εἰσίν, οἷον τὰ συντηκτά· ὥστε ἔχοντα μὲν τὴν φύσιν θερμὰ καὶ οἷμα καὶ γονὴ καὶ μυελὸς καὶ ὀπὸς καὶ πάντα τὰ τοιαῦτα, φθειρόμενα δὲ καὶ ἐξιστάμενα τῆς φύσεως οὐκέτι· λείπεται γὰρ ἡ ὕλη, γῆ οὖσα ἢ ὕδωρ·
不过,有些则是腐败的产物,例如熔解物;因此,血液、精液、骨髓、无花果汁以及所有此类物质,在保持其本性时是热的,但当它们腐败并偏离其本性时就并非如此了;因为只剩下了质料,即土或水。
διὸ ἀμφότερα δοκεῖ τισιν, καὶ οἱ μὲν φυχρὰ οἱ δὲ θερμὰ ταῦτά φασιν εἶναι, ὁρῶντες, ὅταν μὲν ἐν τῇ φύσει ὦσιν, θερμά, ὅταν δὲ χωρισθῶσιν, πηγνὺμενα.
因此,在某些人看来它们兼具两者,有人说它们是冷的,有人说它们是热的,因为他们看到它们处于其自然状态时是热的,但在被分离时却会凝固。
ἔχει μὲν οὖν οὕτως, ὅμως δέ, ὥσπερ διώρισται, ἐν οἷς μὲν ἡ ὕλη ὕδατος τὸ πλεῖστον, ψυχρά (ἀντίκειται γὰρ μάλιστα τοῦτο τῷ πυρί), ἐν οἷς δὲ γῆς ἢ ἀέρος, θερμότερα.
事实确乎如此,但尽管如此,正如已规定的那样,在那些质料大部分是水的物质中是冷的(因为水最反对火),而在那些大部分是土或空气的物质中则较热。
συμβαίνει δέ ποτε ταὐτὰ γίγνεσθαι θυχρδτατα καὶ θερμότατα ἀλλοτρίᾳ θερμότητι· ὅσα γὰρ μάλιστα πέπηγε καὶ στερεώτερά ἐστιν, ταῦτα ψυχρά τε μάλιστα, ἐὰν στερηθῇ θερμότητος, καὶ κάει μάλιστα, ἐὰν πυρωθῇ, οἷον ὕδωρ καπνοῦ καὶ ὁ λίθος ὕδατος καίει μᾶλλον.
但有时也会发生同样的东西由于外来的热量而变得最冷又最热的情况;因为那些最硬化且最坚固的物质,如果被剥夺了热量,它们就最冷,而如果被火烧过,它们就烧得最厉害,就像水比烟烧得更厉害,而石头又比水烧得更厉害。

词汇与语法注释

  1. 11δεῖ δὲ λαβεῖν τὴν ὕλην ψυχρότητά τινα εἶναι· — 此处用宾格加不定式结构表示主语“质料(τὴν ὕλην)”与补语“某种冷(ψυχρότητά τινα)”的关系。这并非指质料等同于冷本身,而是表明冷作为质料的被动原理发挥着规定性作用。
  2. 339bπάντα τὰ σώματα ὅσα ἑκατέρου ἁπλῶς τοῦ στοιχείου — “ἑκατέρου... τοῦ στοιχείου”(两种元素中的任一种)是指代土(γῆ)与水(ὕδωρ)的属格。“ἁπλῶς”(单纯地、自身地)在此将由单一元素构成的纯粹物体与混合物(κοινά)进行对比。
  3. 5ἔνεστι γὰρ θερμότης ἡ φθείρασα τὴν ἑκάστου οἰκείαν θερμότητα. — 不定过去分词“φθείρασα”起限定作用,修饰“θερμότης”(热量)。其意为“破坏了各物自身特有热量的热量”,指的是在腐败(σήψις)过程中,外来或异质的热量驱逐并破坏了物体内部原本具有的自然热量(οἰκείαν θερμότητα)。
  4. 20ὕδωρ καπνοῦ καὶ ὁ λίθος ὕδατος καίει μᾶλλον. — 此处包含比较属格“καπνοῦ”(比烟)和“ὕδατος”(比水)。动词“καίει”(烧、传热)的主语分别是“ὕδωρ”(水)和“ὁ λίθος”(石头)。这描述了一种物理观察:密度越高、越固化的物质在受热时能保留更多热量,因而具有更强的烧灼(传热)能力。

引用这一段

亚里士多德, 气象学 §4.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:4.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。