Humanitext Reader

亚里士多德 · 气象学 §4.12

同质部分与非同质部分及事物的机能定义

第 68 段,共 68 段 · 希腊语

内容简介

亚里士多德探讨了身体的同质部分与非同质部分的区别,指出一切自然事物皆由其特有的功能(目的)所规定,失去功能的事务仅在同名异义的意义上存在。

§4.1212 ἐπεὶ δὲ περὶ τούτων διώρισται, καθ᾿ ἕκαστον λέγωμεν τὶ σὰρξ ἢ ὀστοῦν ἢ τῶν ἄλλων τῶν ὁμοιομερῶν· ἔχομεν γὰρ ἐξ ὧν ἡ τῶν ὁμοιομερῶν φύσις συνέστηκεν, τὰ γένη αὐτῶν, τίνος ἕκαστον γένους, διὰ τῆς γενέσεως·
12 既然这些问题已经规定,让我们分别说明肌肉、骨骼或任何其他同质部分是什么;因为我们通过它们的产生,掌握了构成同质部分自然本性的材料,即它们的类别,各自属于哪一类。
ἐκ μὲν γὰρ τῶν στοιχείων τὰ ὁμοιομερῆ, ἐκ δὲ τούτων ὡς ὕλης τὰ ὅλα ἔργα τῆς φύσεως.
因为同质部分来自元素,而从这些同质部分作为质料,产生了自然的全部杰作。
ἔστιν δ᾿ ἅπαντα ὡς μὲν ἐξ ὕλης ἐκ τῶν εἰρημένων, ὡς δὲ κατ᾿ οὐσίαν τῷ λόγῳ.
所有这一切作为质料都来自上述之物,但就其实质而言,是通过其定义来限定的。
ἀεὶ δὲ μᾶλλον δῆλον ἐπὶ τῶν ὑστέρων καὶ ὅλως ὅσα οἷον ὄργανα καὶ ἕνεκά του.
而在后发生的事物中,以及在凡是像工具且为了某种目的而存在的事物中,这一点总是更为明显。
μᾶλλον γὰρ δῆλον ὅτι ὁ νεκρὸς ἄνθρωπος ὁμωνύμως.
因为更为明显的是,死人只是在同名异义的意义上被称为人。
οὕτω τοίνυν καὶ χείρ τελευτήσαντος ὁμωνύμως, καθάπερ καὶ αὐλοὶ λθινοι λεχθείησαν· οἷον γὰρ καὶ ταῦτα ὄργανα ἄττα 390a ἔοικεν εἶναι.
同样地,死者的手也只是在同名异义的意义上被称为手,就像石制的笛子也可以这样称呼一样;因为这些看来也是某种工具。
ἧττον δ᾿ ἐπὶ σαρκὸς καὶ ὀστοῦ τὰ τοιαῦτα δῆλα.
但在肌肉和骨骼的情况下,这些事情就不那么明显了。
ἔτι δ᾿ ἐπὶ πυρὸς καὶ ὕδατος ἧττον· τὸ γὰρ οὗ ἕνεκα ἥκιστα ἐνταῦθα δῆλον, ὅπου δὴ πλεῖστον τῆς ὕλης·
而在火和水的情况下则更不明显;因为“为了什么目的”在这里最不明显,而这里的质料是最多的。
ὥσπερ γὰρ εἰ καὶ τὰ ἔσχατα ληφθείη, ἡ μὲν ὕλη οὐδὲν ἄλλο παῤ αὐτήν, ἡ δ᾿ οὐσία οὐδὲν ἄλλο ἢ λόγος, τὰ δὲ μεταξὺ ἀνάλογον τῷ ἐγγύς εἶναι ἕκαστον, ἐπεὶ καὶ τούτων ὁτιοῦν ἐστιν ἕνεκά του, καὶ οὐ πάντως ἔχον ὕδωρ ἢ πῦρ, ὥσπερ οὐδὲ σὰρξ οὐδὲ σπλάγχνον.
因为正如如果取其两极,质料除了自身之外什么都不是,而实质除了定义之外也什么都不是,中间之物则根据各自接近哪一极而按比例决定,因为即使这些中的任何一个也是为了某种目的,而不是处于任何状态下的水或火,正如肌肉和内脏也不是那样。
τούτων δ᾿ ἔτι μᾶλλον πρόσωπον καὶ χείρ.
而比这些更甚的,是脸和手。
ἅπαντα δ᾿ ἐστὶν ὡρισμένα τῷ ἔργῳ· τὰ μὲν γὰρ δυνάμενα ποιεῖν τὸ αὑτῶν ἔργον ἀληθῶς ἐστιν ἕκαστον, οἷον ὀφθαλμὸς εἰ ὁρᾷ, τὸ δὲ μὴ δυνάμενον ὁμωνύμως, οἷον ὁ τεθνεὼς ἢ ὁ λίθινος· οὐδὲ γὰρ πρίων ὁ ξύλινος, ἀλλ᾿ ἢ ὡς εἰκών.
所有事物都是由其功能决定的;因为凡是能够履行其自身功能的事物,才是真正意义上的该事物,例如眼睛如果能看,而不能履行的则只是同名异义的,例如死人的眼或石头的眼;因为木制的锯子也不是锯子,除非作为肖像。
οὕτω τοίνυν καὶ σάρξ· ἀλλὰ τὸ ἔργον αὐτῆς ἧττον δῆλον ἢ τὸ τῆς γλώττης.
因此同样地,肌肉也是如此;但它的功能不那么明显,比起舌头的功能。
ὁμοίως δὲ καὶ πῦρ· ἀλλ᾿ ἔτι ἧττον ἴσως δῆλον φυσικῶς ἢ τὸ τῆς σαρκὸς ἔργον.
同样地,火也是如此;但在自然物理上,它的功能也许比肌肉的功能更不明显。
ὁμοίως δὲ καὶ τὰ ἐν τοῖς φυτοῖς καὶ τὰ ἄψυχα, οἷον χαλκὸς καὶ ἄργυρος· πάντα γὰρ δυνάμει τινί ἐστιν ἢ τοῦ ποιεῖν ἢ τοῦ πάσχειν, ὥσπερ σὰρξ καὶ νεῦρον· ἀλλ᾿ οἱ λόγοι αὐτῶν οὐκ ἀκριβεῖς.
在植物中的事物和无生命的事物,如铜和银,也是一样;因为所有事物都凭借某种主动或被动的能力而存在,正如肌肉和腱一样;但它们的定义并不精确。
ὥστε πότε ὑπάρχει καὶ πότε οὔ, οὐ ῥᾴδιον διιδεῖν, ἂν μὴ σφόδρα ἐξίτηλον ᾖ καὶ τὰ σχήματα μόνα ᾖ λοιπά, οἷον καὶ τὰ τῶν παλαιουμένων νεκρῶν σώματα ἐξαίφνης τέφρα γίγνεται ἐν ταῖς θήκαις· καὶ καρποὶ μόνον τῷ σχήματι, τὴν δ᾿ αἴσθησιν οὐ φαίνονται, παλαιούμενοι σφόδρα· καὶ τὰ ἐκ τοῦ γάλακτος πηγνύμενα.
因此,并不容易辨别它们何时存在,何时不存在,除非它们极度衰退,只剩下形状,就像古墓里的死者尸体在墓穴中突然化为灰烬一样;而果实在极度陈旧时,在感觉上无法显现,而仅在形状上显现;从牛奶中凝结出来之物也是如此。
τὰ μὲν οὖν τοιαῦτα μόρια θερμότητι καὶ ψυχρότητι καὶ ταῖς ὑπὸ τούτων κινήσεσιν ἐνδέχεται γίγνεσθαι, πηγνύμενα τῷ θερμῷ καὶ τῷ ψυχρῷλέγω δ᾿ ὅσα ὁμοιομερῆ, οἷον σάρκα, ὀστοῦν, τρίχας, νεῦρον, καὶ ὅσα τοιαῦτα· πάντα γὰρ διαφέρει ταῖς πρότερον εἰρημέναις διαφοραῖς, τάσει, ἕλξει, θραύσει, σκληρότητι, μαακότητι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις· ταῦτα δὲ ὑπὸ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν κινήσεων γίγνεται μειγνυμένων.
因此,这些部分确实可以通过热和冷以及由它们引起的运动来产生,由热和冷凝固——我是指那些同质部分,如肌肉、骨骼、毛发、腱,以及所有此类之物;因为它们所有都因前面提到的差异而有所不同,即张力、牵引力、破裂性、硬度、软度及其他此类属性;而这些是通过热和冷及其混合的运动产生的。
τὰ δ᾿ ἐκ τούτων συνεστῶτα οὐδενὶ ἄν ἔτι δόξειεν τὰ ἀνομοιομερῆ, οἷον κεφαλὴ ἢ χεὶρ ἢ πούς, ἀλλ᾿ ὥσπερ καὶ τοῦ χαλκὸν μὲν ἢ ἄργυρον γενέσθαι αἰτία ψυχρότης καὶ θερμότης καὶ κίνησις, τοῦ δὲ πρίονα ἢ φιάλην ἢ κιβωτὸν οὐκέτι, ἀλλʼ ἐνταῦθα μὲν τέχνη, ἐκεῖ δὲ φύσις ἢ ἄλλη τις αἰτία.
但由这些构成的非同质部分,如头部、手部或足部,将不再被认为是由任何此类原因产生的,就像冷、热和运动是产生铜或银的原因,但不再是锯子、杯子或箱子的原因——相反,在后者中是技术,在前者中是自然或某些其他原因。
εἰ οὖν ἔχομεν τίνος χένους ἕκαστον τῶν ὁμοιομερῶν, ληπτέον καθ᾿ ἕκαστον τὶ ἐστιν, οἷον τὶ οἷμα ἢ σὰρξ ἢ σπέρμα καὶ τῶν ἄλλων ἕκαστον·
因此,如果我们掌握了同质部分的每一部分属于哪一类,我们就必须针对每一部分确定它是什么,例如血液、肌肉或精液是什么,以及其他每一个是什么。
οὕτω γὰρ ἴσμεν ἕκαστον διὰ τί καὶ τὶ ἐστιν, ἐὰν ἢ τὴν ὕλην ἢ τὸν λόγον ἔχωμεν, μάλιστα δ᾿ ὅταν ἄμφω τῆς τε γενέσεως καὶ φθορᾶς, καὶ πὸθεν ἡ ἀρχὴ τῆς κινήσεως.
因为这样,如果我们掌握了质料或定义,特别是当掌握了这两者,以及它们的产生和消灭,还有运动的起点源自何处,我们就能知道每一部分为什么存在以及它是什么。
δηλωθέντων δὲ τούτων ὁμοίως τὰ ἀνομοιομερῆ θεωρητέον, καὶ τέλος τὰ ἐκ τούτων συνεστῶτα, οἷον ἄνθρωπον, φυτόν, καὶ τἆλλα τὰ τοιαῦτα.
在这些弄清楚之后,我们必须同样研究非同质部分,并最终研究由这些构成的整体,例如人、植物及其他此类事物。

词汇与语法注释

  1. 390aτὸ γὰρ οὗ ἕνεκα ἥκιστα ἐνταῦθα δῆλον, ὅπου δὴ πλεῖστον τῆς ὕλης — 由 ὅπου 引导的从句是表示条件或情况的副词从句(“在……的地方”)。πλεῖστον 是中性最高级形容词,用作名词,意为“最大量”,后面接属格 τῆς ὕλης(“质料的”)作为限定。
  2. p.157ὥσπερ γὰρ εἰ καὶ τὰ ἔσχατα ληφθείη — 从句 εἰ... ληφθείη 是使用希求语气的条件从句,表示潜在的或假设性的思想实验(“就好像如果取其两极的话”)。主句没有显式写出,但其含义由后续并列的名词短语(“质料不外乎自身……”)来补足。
  3. 390bτὰ δ᾿ ἐκ τούτων συνεστῶτα οὐδενὶ ἄν ἔτι δόξειεν τὰ ἀνομοιομερῆ — 动词 δόξειεν 是带 ἄν 的潜在希求语气。短语 τὰ δ᾿ ἐκ τούτων συνεστῶτα(“由这些构成之物”)作主语,后面的 τὰ ἀνομοιομερῆ(“非同质部分”)与其处于同格关系。意为“由这些构成的非同质部分,将不再被认为……”。

引用这一段

亚里士多德, 气象学 §4.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:4.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。