§2.9#2τοῦτο γὰρ παντάπασιν ἔοικεν εἰρῆσθαι προχείρως.
因为这似乎完全是凭空轻率说出来的。
ὁμοίως δὲ καὶ τὸ τὴν ἀπὸ τῶν ἀκτίνων θερμότητα φάναι τὴν ἀπολαμβανομένην ἐν τοῖς νέφεσιν εἶναι τούτων αἰτίαν οὐ πιθανόν· καὶ γὰρ οὗτος ὁ λόγος ἀπραγμόνως εἴρηται λίαν·
同样,说被包围在云层中的来自光线的热量是这些现象的原因,也是不可信的;因为这个说法也同样说得太草率了。
ἀποκεκριμένον τε γὰρ ἀναγκαῖον εἶναι τὸ αἴτιον ἀεὶ καὶ ὡρισμένον, τό τε τῆς βροντῆς καὶ τῆς ἀστραπῆς καὶ τῶν ἄλλων τῶν τοιούτων, καὶ οὕτω γίγνεσθαι. τοῦτο δὲ διαφέρει πλεῖστον·
因为雷鸣、闪电以及其他此类现象的原因,必然总是分离且确定的,并且是这样产生的。
ὅμοιον γὰρ κἂν εἴ τις οἴοιτο τὸ ὕδωρ καὶ τὴν χιόνα καὶ τὴν χάλαζαν ἐνυπάρχοντα πρότερον ὕστερον ἐκκρίνεσθαι καὶ μὴ γίγνεσθαι, οἷον ὑπὸ χεῖρα ποιούσης ἀεὶ τῆς συγκρίσεως ἕκαστον αὐτῶν·
但这种观点与此相差甚远;因为这就像是有人认为水、雪和冰雹是预先存在而后被排挤出来的,而不是产生的,就好像凝聚过程并不是每次都当场产生它们中的每一个一样。
ὡσαύτως γὰρ ἐκεῖνά τε συγκρίσεις καὶ ταῦτα διακρίσεις ὑποληπτέον εἶναι, ὥστʼ εἰ θάτερα τούτων μὴ γίγνεται ἀλλʼ ἔστι, περὶ ἀμφοτέρων ὁ αὐτὸς ἀρμόσει λόγος.
因为我们必须假定,同样地,前者是凝聚,而后者是分离,所以如果这两者中的一方不是产生而是已经存在,那么同样的论点将适用于双方。
τήν τʼ ἐναπόληψιν τὶ ἂν ἀλλοιότερον λέγοι τις ἢ καθάπερ ἐν τοῖς πυκνοτέροις;
至于被包围,人们怎么能说它与在更稠密的物体中有什么不同呢?
καὶ γὰρ τὸ ὕδωρ ὑπὸ τοῦ ἡλίου καὶ τοῦ πυρὸς γίγνεται θερμόν· ἀλλʼ ὅμως ὅταν πάλιν συνίη καὶ ψύχηται τὸ ὕδωρ πηγνύμενον, οὐδεμίαν συμβαίνει γίγνεσθαι τοιαύτην ἔκπτωσιν οἵαν ἐκεῖνοι λέγουσιν.
因为水也会在太阳和火的作用下变热;但然而,当水再次凝聚并随着结冰而冷却时,并不会发生他们所说的那种热的喷出。
καίτοι γʼ ἐχρῆν κατὰ λόγον τοῦ μεγέθους τὴν ζέσιν ποιεῖν τὸ ἐγγιγνόμενον πνεῦμα ὑπὸ τοῦ πυρός, ἣν οὔτε δυνατὸν ἐνυπάρχειν πρότερον, οὔτʼ ἐκεῖνοι τὸν ψόρον ζέσιν ποιοῦσιν ἀλλὰ σίξιν· ἔστι δὲ καὶ ἡ σίξις μικρὰ ζέσις· ᾗ γὰρ τὸ προσπῖπτον κρατεῖ σβεννύμενον, ταύτῃ ζέον ποιεῖ τὸν ψόφον.
然而,由火产生的风应当引起与其大小相称的沸腾,这种沸腾既不可能预先存在,而且他们也不把那种声响称为沸腾,而是称为嘶嘶声;而嘶嘶声也是一种微弱的沸腾;因为在撞击物在被熄灭的同时占优势的地方,它就通过沸腾产生声响。
εἰσὶ δέ τινες οἳ τὴν ἀστραπήν, ὥσπερ καὶ Κλείδημος, οὐκ εἶναί φασιν ἀλλὰ φαίνεσθαι, παρεικάζοντες ὡς τὸ πάθος ὅμοιον ὂν καὶ ὅταν τὴν θάλαττάν τις ῥάβδῳ τύπτῃ· φαίνεται γὰρ τὸ ὕδωρ ἀποστίλβον τῆς νυκτός· οὕτως ἐν τῇ νεφέλη ῥαπιζομένου τοῦ ὑγροῦ τὴν φάντασιν τῆς λαμπρότητος εἶναι τὴν ἀστραπήν.
但也有一些人,如克莱德莫,认为闪电并不是真实存在的,而只是显现,他们将这种现象比作人用棍子击打海面时的情况;因为水在夜间看起来会闪闪发光;同样地,当云中的湿气被击打时,那种光亮的显现就是闪电。
οὗτοι μὲν οὖν οὔπω συνήθεις ἦσαν ταῖς περὶ τῆς ἀνακλάσεως δόξαις, ὅπερ αἴτιον δοκεῖ τοῦ τοιούτου πάθους εἶναι· φαίνεται γὰρ τὸ ὕδωρ στίλβειν τυπτόμενον ἀνακλωμένης ἀπʼ αὐτοῦ τῆς ὄψεως πρός τι τῶν λαμπρῶν.
因此,这些人当时还不熟悉关于反射的学说,而反射似乎正是这种现象的原因;因为水被击打时显现出闪光,是因为视线从水面反射到了某种光亮的东西上。
διὸ καὶ γίγνεται μᾶλλον τοῦτο νύκτωρ· τῆς γὰρ ἡμέρας οὐ φαίνεται διὰ τὸ πλέον ὂν τὸ φέγγος τὸ τῆς ἡμέρας ἀφανίζειν.
因此,这种情况更常发生在夜间;因为在白天它是不显现的,这是因为白天更强烈的日光将其掩盖了。
τὰ μὲν οὖν λεγόμενα περὶ βροντῆς τε καὶ ἀστραπῆς παρὰ τῶν ἄλλων ταῦτʼ ἐστί, τῶν μὲν ὅτι ἀνάκλασις ἡ ἀστραπή, τῶν δʼ ὅτι πυρὸς μὲν ἡ ἀστραπὴ διάλαμψις, ἡ δὲ βροντὴ σβέσις, οὐκ ἐγγιγνομένου παῤ ἕκαστον πάθος τοῦ πυρὸς ἀλλʼ ἐνυπάρχοντος.
以上就是其他人关于雷鸣和闪电的说法:有些人说闪电是反射,另一些人说闪电是火的光芒闪烁而雷鸣是熄灭,火并不是在每次现象中产生的,而是预先存在的。
ἡμεῖς δέ φαμεν τὴν αὐτὴν εἶναι φύσιν ἐπὶ μὲν τῆς γῆς ἄνεμον, ἐν δὲ τῇ γῇ σεισμόν, ἐν δὲ τοῖς νέφεσι βροντήν· πάντα γὰρ εἶναι ταῦτα τὴν οὐσίαν ταὐτόν, ἀναθυμίασιν ξηράν, ἣ ῥέουσα μέν πως ἄνεμός ἐστιν, ὡδὶ δὲ ποιεῖ τοὺς σεισμούς, ἐν δὲ τοῖς νέφεσι μεταβάλλουσα διακρινομένη, συνιόντων καὶ συγκρινομένων αὐτῶν εἰς ὕδωρ, βροντάς τε καὶ ἀστραπὰς καὶ πρὸς τούτοις τἆλλα τὰ τῆς αὐτῆς φύσεως τούτοις ὄντα.
但我们说,地上为风、地中为地震、云中为雷鸣的,是同一种本性;因为所有这些在本质上都是同一个东西,即干性蒸发气:当它以某种方式流动时就是风,以这种方式流动时就产生地震,而在云层中,在云层聚集并凝聚成水时,它通过变化和分离,产生雷鸣和闪电,以及除这些之外其他与这些具有相同本性的现象。
καὶ περὶ μὲν βροντῆς εἴρηται καὶ ἀστραπῆς.
关于雷鸣和闪电,至此已经谈完了。