Humanitext Reader

亚里士多德 · 气象学 §3.1#1

积云风与旋风的成因及发生条件

第 42 段,共 68 段 · 希腊语

内容简介

本段解释了由于排出的风在数量和密度上的差异而形成积云风和旋风(typhon)的机制,并说明了为什么它们在寒冷条件下不会产生。

§3.1#11 Περὶ δὲ τῶν ὑπολοίπων εἴπωμεν ἔργων τῆς ἐκκρίσεως ταύτης, τὸν ὑφηγημένον ἢδη τρόπον λέγοντες.
1 让我们按照已经指出的方法,来谈谈这种排出物的其余作用。
τὸ γὰρ πνεῦμα τοῦτο ἐκκρινόμενον κατὰ μικρὰ μὲν καὶ σποράδην διαχεόμενον καὶ πολλάκις γιγνόμενον καὶ διαπνέον καὶ λεπτομερέστερον ὂν βροντὰς ποιεῖ καὶ ἀστραπάς· ἂν δʼ ἀθρόον καὶ πυκνότερον, ἧττον δʼ ἐκκριθῇ λεπτόν, ἐκνεφίας ἄνεμος γίγνεται· διὸ καὶ βίαιος (τὸ γὰρ τάχος τῆς ἐκκρίσεως ποιεῖ τὴν ἰσχύν).
因为这种风,当它少量且分散地排出,并频繁产生、透出且更为稀薄时,会产生雷鸣和闪电;但如果它是一下子聚集且更浓密地,以不那么稀薄的方式排出时,就会变成积云风(eknephias);因此它也是暴烈的(因为排出的速度产生它的力量)。
ὅταν μὲν οὖν συνακολουθήσῃ πολλὴ καὶ συνεχὴς ἔκκρισις, τὸν αὐτὸν γίγνεται τρόπον ὥσπερ ὅταν πάλιν εἰς τοὐναντίον ὁρμήσῃ· τότε γὰρ ὑετὸς καὶ ὕδατος γίγνεται πλῆθος.
因此,当大量且连续的排出伴随而至时,其产生的方式就与它反向奔流时完全相同;因为那时会产生雨水和大量的水。
ὑπάρχει μὲν οὖν ἄμφω δυνάμει ταῦτα κατὰ τὴν ὕλην·
因此,这两者在质料中都潜在地存在着。
ὅταν δὲ ἀρχὴ γένηται τῆς δυνάμεως ὁποτερασοῦν, ἀκολουθεῖ συγκρινόμενον ἐκ τῆς ὕλης ὁποτέρου ἂν ᾖ πλῆθος ἐνυπάρχον πλέον, καὶ γίγνεται τὸ μὲν ὄμβρος, τὸ δὲ τῆς ἑτέρας ἀναθυμιάσεως ἐκνεφίας.
但当其中任何一种潜在力量的开端产生时,质料中预先存在较多数量的那一种就会通过凝聚而随之产生,其中一者变成雨,而另一者由另一种蒸发气变成积云风。
ὅταν δὲ τὸ ἐκκρινόμενον πνεῦμα τὸ ἐν τῷ νέφει ἑτέρῳ ἀντιτυπήσῃ οὕτως ὥσπερ ὅταν ἐξ εὐρέος εἰς στενὸν βιάζηται ὁ ἄνεμος ἐν πύλαις ἢ ὁδοῖς (συμβαίνει γὰρ πολλάκις ἐν τοῖς τοιούτοις ἀπωσθέντος τοῦ πρώτου μορίου τοῦ ῥέοντος σώματος διὰ τὸ μὴ ὑπείκειν, ἢ διὰ στενότητα ἢ διὰ τὸ ἀντιπνεῖν, κύκλον καὶ δίνην γίγνεσθαι τοῦ πνεύματος· τὸ μὲν γὰρ εἰς τὸ πρόσθεν κωλύει προϊέναι, τὸ δʼ ὄπισθεν ἐπωθεῖ, ὥστε ἀναγκάζεται εἰς τὸ πλάγιον, ᾗ οὐ κωλύεται, φέρεσθαι, καὶ οὕτως ἀεὶ τὸ ἐχόμενον, ἕως ἂν ἓν γένηται, τοῦτο δʼ ἐστὶ κύκλος· οὗ γὰρ μία φορὰ σχήματος, τοῦτο καὶ αὐτὸ ἀνάγκη ἓν εἶναι)· ἐπί τε τῆς γῆς οὖν διὰ ταῦτα γίγνονται οἱ δῖνοι, καὶ ἐν τοῖς νέφεσιν ὁμοίως κατὰ τὴν ἀρχήν, πλὴν ὅτι, ὥσπερ, ὅταν ἐκνεφίας γίγνηται, ἀεὶ τὸ νέφος ἐκκρίνεται καὶ γίγνεται συνεχὴς ἄνεμος, οὕτως ἐνταῦθα ἀεὶ τὸ συνεχὲς ἀκολουθεῖ τοῦ νέφους· διὰ δὲ πυκνότητα οὐ δυνάμενον ἐκκριθῆναι τὸ πνεῦμα ἐκ τοῦ νέφους στρέφεται μὲν κύκλῳ τὸ πρῶτον διὰ τὴν εἰρημένην αἰτίαν, κάτω δὲ φέρεται διὰ τὸ ἀεὶ τὰ νέφη πυκνοῦσθαι, ᾗ ἐκπίπτει τὸ θερμόν.
然而,当云中排出的风撞击另一个东西时,就像风在门道或道路中从宽阔处被迫挤进狭窄处一样—— (因为在这些情况下,流动物体的第一部分由于不屈服而退缩——无论是由于狭窄还是由于逆风——往往会形成风的圆周和涡流;因为前方阻碍了它前进,而后方则在推搡,以至于它被迫向不被阻碍的侧面移动,紧接着的部分也总是如此,直到它成为一体,这就是圆;因为图形的运动为单一的事物,其自身也必然是单一的)——因此,在地上由于这些原因产生了涡流,在云中也同样在其开始时产生,只是除了,就像积云风产生时,云总是被排出而产生连续的风一样,在这里云的连续部分也总是随之而来;但由于浓密而无法从云中排出的风,首先由于上述原因而圆周旋转,并因为云总是在热量脱落的方向上凝聚而向下运送。
καλεῖται δʼ, ἂν ἀχρωμάτιστον ᾖ, τοῦτο τὸ πάθος τυφῶν, ἄνεμος ὤν, οἷον ἐκνεφίας ἄπεπτος.
如果这种现象是无色的,它就被称为旋风(typhon),它也是一种风,好比是未消化的积云风。
βορείοις δʼ οὐ γίγνεται τυφῶν, οὐδὲ νιπτικῶς ἐχόντων ἐκνεφίας, διὰ τὸ πάντα ταῦτʼ εἶναι πνεῦμα, τὸ δὲ πνεῦμα ξηρὰν εἶναι καὶ θερμὴν ἀναθυμίασιν.
但在北风吹拂时不会产生旋风,在下雪时也不会产生积云风,因为所有这些都是风,而风是干燥且温热的蒸发气。
ὁ οὖν πάγος καὶ τὸ ψῦχος διὰ τὸ κρατεῖν σβέννυσιν εὐθὺς γιγνομένην ἔτι τὴν ἀρχήν.
因此,结冰和寒冷通过占优势,立即将尚在形成之初的开端熄灭。
ὅτι δὲ κρατεῖ, δῆλον· οὐδὲ γὰρ ἂν ἦν νιφετός, οὐδὲ βόρεια τὰ ὑγρὰ· ταῦτα γὰρ συμβαίνει κρατούσης εἶναι τῆς ψυχρότητος.
而它们占优势是显而易见的;因为否则就不会有降雪,湿气也不会带北风性质;因为这些情况是在寒冷占优势时发生的。

词汇与语法注释

  1. p.93ἀθρόον καὶ πυκνότερον, ἧττον δʼ ἐκκριθῇ λεπτόν — 与前文的“更为稀薄(λεπτομερέστερον ὄν)”形成对比,比较副词 ἧττον(较少地)修饰形容词 λεπτόν(稀薄的),表示“不那么稀薄地”这一条件。
  2. p.94ὅταν δὲ τὸ ἐκκρινόμενον πνεῦμα τὸ ἐν τῷ νέφει ἑτέρῳ ἀντιτυπήσῃ... — 以 ὅταν 开始的从属句,由于长篇插入语(συμβαίνει γὰρ...)的介入,没有直接拥有其主句的谓语动词,呈现出一种典型的破格(anacoluthon)结构,并在逻辑上过渡到接下来的由 ἐπί τε τῆς γῆς οὖν... 开始的主句。
  3. 371aοὐδὲ νιπτικῶς ἐχόντων — 属格绝对(genitive absolute)句法。主语未明示,属于表示天气状况的非人称表达,意为“在下雪的状况下”。

引用这一段

亚里士多德, 气象学 §3.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:3.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。