§2.8#4προέρχεται δὲ ὁ ψόφος τῆς κινήσεως διὰ τὸ λεπτομερέστερον εἶναι καὶ μᾶλλον διὰ παντὸς ἰέναι τοῦ πνεύματος τὸν ψόφον.
而声音在震动之前传来,是因为风的声音由更微细的部分组成,比风本身更能穿透一切。
ὅταν δʼ ἔλαττον ᾖ ἢ ὥστε κινῆσαι τῆν γῆν διὰ λεπτότητα, διὰ μὲν τὸ ῥάδίως διηθεῖσθαι οὐ δύναται κινεῖν, διὰ δὲ τὸ προσπίπτειν στερεοῖς ὄγκοις καὶ κοίλοις καὶ παντοδαποῖς σχήμασι παντοδαπὴν ἀφίησι φωνήν, ὥστʼ ἐνίοτε δοκεῖν ὅπερ λέγουσιν οἱ τερατολογοῦντες, μυκᾶσθαι τὴν γῆν.
但当风因微细而不足以使大地运动时,一方面由于极易渗透而无法使大地动摇,但另一方面由于撞击固体块、空洞和各种形状的结构,它会发出各种各样的声音,以至于有时看起来,正如那些谈论怪异事物的人所说,大地在咆哮。
ἤδη δὲ καὶ ὕδατα ἀνερράγη γιγνομένων σεισμῶν· ἀλλʼ οὐ διὰ τοῦτο αἴτιον τὸ ὕδωρ τῆς κινήσεως, ἀλλʼ ἂν ᾗ ἐξ ἐπιπολῆς ἢ κάτωθεν βιάζηται τὸ πνεῦμα, ἐκεῖνο τὸ κινοῦν ἐστιν, ὥσπερ τῶν κυμάτων οἱ ἄνεμοι ἀλλʼ οὐ τὰ κύματα τῶν ἀνέμων εἰσὶν αἴτια, ἐπεὶ καὶ τὴν γῆν οὕτως ἄν τις αἰτιῷτο τοῦ πάθους· ἀνατρέπεται γὰρ σειομένη, καθάπερ ὕδωρ (ἡ γὰρ ἔκχυσις ἀνάτρεψίς τίς ἐστιν).
此外,过去在发生地震时也曾有水喷涌而出;但水并不是因为这个原因而成为震动的动因,相反,如果风从地表或从地下强行推进,那风才是推动者,正如风是波浪的原因,而波浪不是风的原因一样,否则,人们同样可以把这种现象归罪于大地;因为大地在震动时会被颠覆,就像水一样(因为溢出也是一种颠覆)。
ἀλλʼ αἴτια ταῦτα μὲν ἄμφω ὡς ὕλη (πάσχει γάρ, ἀλλʼ οὐ ποιεῖ), τὸ δὲ πνεῦμα ὡς ἀρχή.
但这二者作为质料只是原因(因为它们承受作用,而不产生作用),而风则是作为始因。
ὅπου δʼ ἄμα κῦμα σεισμῷ γέγονεν, αἴτιον, ὅταν ἐναντία γίγνηται τὰ πνεύματα.
在地震与波浪同时发生的地方,其原因在于风向相反。
τοῦτο δὲ γίγνεται ὅταν τὸ σεῖον τὴν γῆν πνεῦμα φερομένην ὑπʼ ἄλλου πνεύματος τὴν θάλατταν ἀπῶσαι μὲν ὅλως μὴ δύνηται, προωθοῦν δὲ καὶ συστέλλον εἰς ταὐτὸν συναθροίσῃ πολλήν·
这发生在震动大地的风完全无法推开由另一股风推动的大海,而是将其向前推进并加以压缩,使大量的海水聚集在同一地方。
τότε γὰρ ἀναγκαῖον ἡττηθέντος τούτου τοῦ πνεύματος ἀθρόαν ὠθουμένην ὑπὸ τοῦ ἐναντίου πνεύματος ἐκρήγνυσθαι καὶ ποιεῖν τὸν κατακλυσμόν.
因为到那时,一旦这股风被击败,海水在相反风向的猛烈推动下,必然会决口并造成洪水。
ἐγένετο δὲ τοῦτο καὶ περὶ Ἀχαΐαν· ἕξω μὲν γὰρ ἦν νότος, ἐκεῖ δὲ βορέας, νηνεμίας δὲ γενομένης καὶ ῥυέντος εἴσω τοῦ ἀνέμου ἐγένετο τὸ τε κῦμα καὶ ὁ σεισμὸς ἅμα, καὶ μᾶλλον διὰ τὸ τὴν θάλατταν μὴ διδόναι διαπνοὴν τῷ ὑπὸ τὴν γῆν ὡρμημένῳ πνεύματι, ἀλλʼ ἀντιφράττειν·
这也发生在阿开亚附近;因为在外海刮的是南风,而在此地刮的是北风,当无风状态出现且风向内流时,波浪和地震同时发生了,这更是因为大海没有给流入地下的风提供宣泄口,反而将其阻挡。
ἀποβιαζόμενα γὰρ ἄλληλα τὸ μὲν πνεῦμα τὸν σεισμὸν ἐποίησεν, ἡ δ᾿ ὑπόστασις τοῦ κύματος τὸν κατακλυσμόν.
因为它们互相排挤,风引起了地震,而波浪的积聚则造成了洪水。
κατὰ μέρος δὲ γίγνονται οἱ σεισμοὶ τῆς γῆς, καὶ πολλάκις ἐπὶ μικρὸν τόπον, οἱ δʼ ἄνεμοι οὔ·
此外,大地的地震是局部的,而且往往发生在狭小的区域,但风则不然。
κατὰ μέρος μέν, ὅταν αἱ ἀναθυμιάσεις αἱ κατὰ τὸν τόπον αὐτὸν καὶ τὸν γειτνιῶντα συνέλθωσιν εἰς ἕν, ὥσπερ καὶ τοὺς αὐχμοὺς ἔφαμεν γίγνεσθαι καὶ τὰς ὑπερομβρίας τὰς κατὰ μέρος.
局部发生是指,局部的蒸发气与相邻地方的蒸发气汇聚成一体,正如我们说过局部干旱和局部暴雨的发生一样。
καὶ οἱ μὲν σεισμοὶ γίγνονται διὰ τοῦτον τὸν τρόπον, οἱ δʼ ἄνεμοι οὔ·
地震是以这种方式发生的,而风则不然。
τὰ μὲν γὰρ ἐν τῇ γῇ τὴν ἀρχὴν ἔχει, ὥστʼ ἐφʼ ἓν ἁπάσας ὁρμᾶν· ὁ δʼ ἥλιος οὐχ ὁμοίως δύναται, τὰς δὲ μετεώρους μᾶλλον, ὥστε ῥεῖν, ὅταν ἀρχὴν λάβωσιν ἀπὸ τῆς τοῦ ἡλίου φορᾶς ἤδη κατὰ τὰς διαφορὰς τῶν τόπων, ἐφʼ ἕν.
因为前者的源头在大地内部,以至于所有的风都向一个方向汇聚;太阳无法产生同样的影响,它主要影响高空的蒸发气,因此,当它们从太阳的运行中获得始动力时,已经根据地方的差异,流向一个方向。
ὅταν μὲν οὖν ᾗ πολὺ τὸ πνεῦμα, κινεῖ τὴν γῆν, ὥσπερ δὲ ὁ τρόμος, ἐπὶ πλάτος·
因此,当风量大时,它会像寒战一样水平地动摇大地。
γίγνεται δʼ ὀλιγάκις καὶ κατά τινας τόπους, οἶον σφυγμός, ἄνω κάτωθεν· διὸ καὶ ἐλαττονάκις σείει τοῦτον τὸν τρόπον· οὐ γὰρ [δίδωσιν] ῥᾴδιον οὕτω πολλὴν συνελθεῖν ἀρχήν· ἐπὶ μῆκος γὰρ πολλαπλασία τῆς ἀπὸ τοῦ βάθους ἡ διάκρισις.
但这很少发生,且只在某些地方,像脉搏一样自下而上地发生;因此,以这种方式震动的次数较少;因为要汇聚如此多的源头力量并不容易;因为相比于深处的蒸发物分离,沿长度(水平方向)的蒸发物分离要大许多倍。
ὅπου δʼ ἂν γένηται τοιοῦτος σεισμός, ἐπιπολάζει πλῆθος λίθων, ὥσπερ τῶν ἐν τοῖς λίκνοις ἀναβραττομένων·
而一旦发生这种地震,就会有大量的石头浮出地表,就像簸箕里筛动的东西一样。
τοῦτον γὰρ τὸν τρόπον γενομένου σεισμοῦ τά τε περὶ Σίπυλον ἀνετράπη καὶ τὸ Φλεγραῖον καλούμενον πεδίον καὶ τὰ περὶ τὴν Λιγυστικὴν χώραν.
因为当以这种方式发生地震时,西皮洛斯周围地区、所谓的弗莱格拉平原以及利古里亚领土周围的地区都被颠覆了。
ἐν δὲ ταῖς νήσοις ταῖς ποντίαις ἧττον γίγνονται σεισμοὶ τῶν προσγείων· τὸ γὰρ πλῆθος τῆς θαλάττης καταψύχει τὰς ἀναθυμιάσεις καὶ κωλύει τῷ βάρει καὶ ἀποβιάζεται· ἔτι δὲ ῥεῖ καὶ οὐ σείεται κρατουμένη ὑπὸ τῶν πνευμάτων· καὶ διὰ τὸ πολὺν ἐπέχειν τόπον οὐκ εἰς ταύτην ἀλλʼ ἐκ ταύτης αἱ ἀναθυμιάσεις γίγνονται, καὶ ταύταις ἀκολουθοῦσιν αἱ ἐκ τῆς γῆς.
但是在外海的岛屿中,地震的发生少于靠近陆地的岛屿;因为大量的海水冷却了蒸发气,并以其重量阻碍和击退它们;此外,海水在风的支配下流动而不会震动;并且由于海水占有广阔的空间,蒸发气并不是向海中产生,而是由海产生,陆地的蒸发气则追随其后。
αἱ δʼ ἐγγὺς τῆς ἠπείρου μόριόν εἰσιν τῆς ἠπείρου· τὸ γὰρ μεταξὺ διὰ μικρότητα οὐδεμίαν ἔχει δύναμιν·
但靠近大陆的岛屿是大陆的一部分;因为中间的海水因其狭小而没有任何力量。
τὰς δὲ ποντίας οὐκ ἔστιν κινῆσαι ἄνευ τῆς θαλάττης ὅλης, ὑφʼ ἧς περιεχόμεναι τυγχάνουσιν.
而要动摇外海的岛屿,如果没有把它们完全包围的大海的整体运动,是不可能的。
περὶ μὲν οὖν σεισμῶν καὶ τίς ἡ φύσις, καὶ διὰ τίνα αἰτίαν γίγνονται, καὶ περὶ τῶν ἄλλων τῶν συμβαινόντων περὶ αὐτούς, εἴρηται σχεδὸν περὶ τῶν μεγίστων.
关于地震及其本质,以及它们是由什么原因引起的,还有关于围绕地震发生的其他现象,最主要的部分已经基本阐述完毕。