§2.77 περὶ δὲ σεισμοῦ καὶ κινήσεως γῆς μετὰ ταῦτα λεκτέον· ἡ γὰρ αἰτία τοῦ πάθους ἐχομένη τούτου τοῦ γένους ἐστίν.
7 接下来必须谈论地震和大地的运动;因为这一现象的原因是与这一类(风)密切相关的。
ἔστι δὲ τὰ παρειλημμένα μέχρι γε τοῦ νῦν χρόνου τρία καὶ παρὰ τριῶν.
截至目前所传下来的观点有三种,且来自三个人。
Ἀναξαγόρας τε γὰρ ὁ Κλαζομένιος καὶ πρότερον Ἀναξιμένης ὁ Μιλήσιος ἀπεφήναντο, καὶ τούτων ὕστερον Δημόκριτος ὁ Ἀβδηρίτης.
因为克拉佐门尼的阿那克萨哥拉以及更早的米利都的阿那克西美尼发表了见解,在他们之后则是阿布德拉的德谟克利特。
Ἀναξαγόρας μὲν οὖν φησι τὸν αἰθέρα πεφυκότα φέρεσθαι ἄνω, ἐμπίπτοντα δ᾿ εἰς τὰ κάτω τῆς γῆς καὶ κοῖλα κινεῖν αὐτήν· τὰ μὲν γὰρ ἄνω συναληλεῖφθαι διὰ τοὺς ὄμβρους (ἐπεὶ φύσει γε ἅπασαν ὁμοίως εἶναι σομφήν), ὡς ὄντος τοῦ μὲν ἄνω τοῦ δὲ κάτω τῆς ὅλης σφαίρας, καὶ ἄνω μὲν τούτου ὄντος τοῦ μορίου ἐφ᾿ οὗ τυγχάνομεν οἰκοῦντες, κάτω δὲ θατέρου.
阿那克萨哥拉说,以太本性上向上运动,但落入大地的下方和空洞中,从而使其运动;因为上方部分因雨水而黏合在一起(因为在本性上整个大地同样是多孔的),仿佛整个球体有上部和下部,而我们碰巧居住的这一部分是上部,另一部分是下部。
πρὸς μὲν οὖν ταύτην τὴν αἰτίαν οὐδὲν ἴσως δεῖ λέγειν ὡς λίαν ἁπλῶς εἰρημένην· τό τε γὰρ ἄνω καὶ τὸ κάτω νομίζειν οὕτως ἔχειν ὥστε μὴ πρὸς μὲν τὴν γῆν πάντῃ φέρεσθαι τὰ βάρος ἔχοντα τῶν σωμάτων, ἄνω δὲ τὰ κοῦφα καὶ τὸ πῦρ, εὔηθες, καὶ ταῦθ᾿ ὁρῶντας τὸν ὁρίζοντα τὴν οἰκουμένην, ὅσην ἡμεῖς ἴσμεν, ἕτερον ἀεὶ γιγνόμενον μεθισταμένων, ὡς οὔσης κυρτῆς καὶ σφαιροειδοῦς· καὶ τὸ λέγειν μὲν ὡς διὰ τὸ μέγεθος ἐπὶ τοῦ ἀέρος μένειν, σείεσθαι δὲ φάσκειν τυπτομένην κάτωθεν ἄνω δι᾿ ὅλης.
因此,对于这一原因,或许无需多言,因为这种说法过于简陋;因为认为“上”和“下”是这样定位的,以至于有重力的物体不从各个方向趋向大地,而轻的物体和火不向上运动,这是愚蠢的,尤其是当我们看到,就我们所知,居住世界的地平线随着人们的移动而不断改变,这表明大地是凸起且呈球形的;而且一方面说大地因其巨大而停留在空气上,另一方面又声称它因受到自下而上的打击而整体发生震动。
πρὸς δὲ τούτοις οὐδὲν ἀποδίδωσι τῶν συμβαινόντων περὶ τοὺς σεισμούς· οὔτε γὰρ χῶραι οὔτε ὧραι αἱ τυχοῦσαι μετέχουσι τούτου τοῦ πάθους.
此外,他没有解释任何关于地震发生的现象;因为并不是任意的地方或季节都会遭受这种现象。
Δημόκριτος δέ φησι πλήρη τὴν γῆν ὕδατος οὖσαν, καὶ πολὺ δεχομένην ἕτερον ὄμβριον ὕδωρ, ὑπὸ τούτου κινεῖσθαι· πλείονός τε γὰρ γιγνομένου διὰ τὸ μὴ δύνασθαι δέχεσθαι τὰς κοιλίας ἀποβιαζόμενον ποιεῖν τὸν σεισμόν, καὶ ξηραινομένην ἕλκουσαν εἰς τοὺς κενοὺς τόπους ἐκ τῶν πληρεστέρων τὸ μεταβάλλον ἐμπῖπτον κινεῖν.
德谟克利特则说,大地充满了水,并且在接纳了大量其他雨水之后,被这水所动摇;因为当水增多,而大地的空腔无法容纳时,它强力突围从而引发地震;而当大地干燥时,水从较满的地方被吸引到空旷的地方,流动的水倾泻而入并使其震动。
Ἀναξιμένης δέ φησιν βρεχομένην τὴν γῆν καὶ ξηραινομένην ῥήγνυσθαι, καὶ ὑπὸ τούτων τῶν ἀπορρηγνυμένων κολωνῶν ἐμπιπτόντων σείεσθαι· διὸ καὶ γίγνεσθαι τοὺς σεισμοὺς ἔν τε τοῖς αὐχμοῖς καὶ πάλιν ἐν ταῖς ἐπομβρίαις· ἔν τε γὰρ τοῖς αὐχμοῖς, ὥσπερ εἴρηται, ξηραινομένην ῥήγνυσθαι, καὶ ὑπὸ τῶν ὑδάτων ὑπερυγραινομένην διαπίπτειν.
阿那克西美尼则说,大地在受潮和干燥时会破裂,并因这些崩塌的土丘坠落而发生震动;因此,地震既发生在干旱时期,反过来也发生在多雨时期;因为在干旱时,如前所述,大地因干燥而开裂,而在因雨水过度潮湿时,它便发生崩塌。
ἔδει δὲ τούτου συμβαίνοντος ὑπονοστοῦσαν πολλαχῇ φαίνεσθαι τὴν γῆν.
然而,如果这是实际发生的情况,大地应当在许多地方显现出下陷。
ἔτι δὲ διὰ τίν᾿ αἰτίαν περὶ τόπους τινὰς πολλάκις γίγνεται τοῦτο τὸ πάθος οὐδεμιᾷ διαφέροντας ὑπερβολῇ τοιαύτῃ παρὰ τοὺς ἄλλους;
此外,为什么这一现象会频繁发生在某些特定地区,而这些地区与其他地区相比并没有任何如此极端的差异?
καίτοι ἐχρῆν.
然而本应当有这种差异。
ὅλως δὲ τοῖς οὕτως ὑπολαμβάνουσιν ἀναγκαῖον ἧττον ἀεὶ τοὺς σεισμοὺς φάναι γίγνεσθαι, καὶ τέλος παύσασθαί ποτε σειομένην· τὸ γὰρ σαττόμενον τοιαύτην ἔχει φύσιν.
总之,对于持这种观点的人来说,他们必然要说地震总是在不断减少,并且大地终有一天会彻底停止震动;因为那些沉降充实之物具有这样的本性。
ὥστ᾿ εἰ τοῦτ᾿ ἀδύνατον, δῆλον ὅτι ἀδύνατον καὶ ταύτην εἶναι τὴν αἰτίαν.
因此,如果这是不可能的,显而易见,这也不可能是其原因。