§2.6#2ἔστι δὲ τῶν εἰρημένων πνευμάτων βορέας μὲν ὅ τ᾿ ἀπαρκτίας κυριώτατα, καὶ θρασκίας καὶ μέσης· ὁ δὲ καικίας κοινὸς ἀπηλιώτου καὶ βορέου· νότος δὲ ὅ τε ἰθαγενὴς ὁ ἀπὸ μεσημβρίας καὶ λίψ· ἀπηλιώτης δὲ ὅ τε ἀπ᾿ ἀνατολῆς ἰσημερινῆς καὶ ὁ εὖρος· ὁ δὲ φοινικίας κοινός· ζέφυρος δὲ ὅ τε ἰθαγενὴς καὶ ὁ ἀργέστης καλούμενος.
在上述风中,最严格意义上的北风(Boreas)是北极风(Aparktias),以及特拉斯基亚斯和梅塞斯;而凯基亚斯是东风(Apeliotes)和北风共有的;南风(Notus)包括来自南方的本土南风以及利普斯;东风(Apeliotes)包括来自春秋分日出的东风以及尤鲁斯;而弗尼基亚斯是共有的;西风(Zephyrus)包括本土西风以及被称为阿耳革斯忒斯的风。
ὅλως δὲ τὰ μὲν βόρεια τούτων καλεῖται, τὰ δὲ νότια· προστίθεται δὲ τὰ μὲν ζεφυρικὰ τῷ βορέᾳ (ψυχρότερα γὰρ διὰ τὸ ἀπὸ δυσμῶν πνεῖν), νότῳ δὲ τὰ ἀπηλιωτικά (θερμότερα γὰρ διὰ τὸ ἀπ᾿ ἀνατολῆς πνεῖν).
总体而言,在这些风中,一些被称为北方的,另一些被称为南方的;偏西的风被归于北风(因为它们从西方吹来,较为寒冷),而偏东的风被归于南风(因为它们从东方吹来,较为温暖)。
διωρισμένων οὖν τῷ ψυχρῷ καὶ τῷ θερμῷ καὶ ἀλεεινῷ τῶν πνευμάτων οὕτως ἐκάλεσαν.
既然风是以冷、热或温暖来规定的,所以人们就这样命名它们。
θερμότερα μὲν τὰ ἀπὸ τῆς ἕω τῶν ἀπὸ δυσμῆς, ὅτι πλείω χρόνον ὑπὸ τὸν ἥλιόν ἐστι τὰ ἀπ᾿ ἀνατολῆς· τὰ δ᾿ ἀπὸ δυσμῆς ἀπολείπει τε θᾶττον καὶ πλησιάζει τῷ τόπῳ ὀψιαίτερον.
来自东方的风比来自西方的风更温暖,因为来自东方的风在太阳底下的时间更长;而来自西方的风则较早脱离太阳,且较晚接近我们的区域。
οὕτω δὲ τεταγμένων τῶν ἀνέμων, δῆλον ὅτι ἅμα πνεῖν τοὺς μὲν ἐναντίους οὐχ οἷόν τε (κατὰ διάμετρον γάρ· ἅτερος οὖν παύσεται ἀποβιασθείς), τοὺς δὲ μὴ οὕτως κειμένους πρὸς ἀλλήλους οὐδὲν κωλύει, οἷον τὸν Ζ καὶ Δ. διὰ τοῦτο ἅμα πνέουσιν ἐνίοτε ἀμφότεροι οὔριοι, ἐπὶ τὸ αὐτὸ σημεῖον, οὐκ ἐκ ταὐτοῦ οὐδὲ τῷ αὐτῷ πνεύματι.
既然风是这样排列的,显而易见,相反的风不能同时吹拂(因为它们在直径两端相对;因此其中一个会被压制而停止),但没有什么能阻止那些彼此不处于这种相对位置的风同时吹拂,例如 Ζ 和 Δ。 由于这个原因,有时两者会作为顺风同时向着同一个点吹拂,尽管既不是来自同一个地方,也不是用同一种风。
κατὰ δὲ τὰς ὥρας τὰς ἐναντίας οἱ ἐναντίοι μάλιστα πνέουσιν, οἷον περὶ ἰσημερίαν τὴν μὲν ἐαρινὴν καικίας καὶ ὅλως τὰ ἐπέκεινα τροπῆς θερινῆς, περὶ δὲ τὴν μετοπωρινὴν λίβες, περὶ δὲ τροπὰς θερινὰς μὲν ζέφυρος, χειμερινὰς δὲ εὖρος.
在相反的季节里,相反的风吹得最厉害;例如,在大约春秋分时,在春分前后是凯基亚斯以及总的来说来自夏至线以外的风,在秋分前后是利普斯风;而在至点前后,夏至是西风,冬至是尤鲁斯。
ἐπιπίπτουσι δὲ τοῖς ἄλλοις μάλιστα καὶ παύουσιν ἀπαρκτίαι καὶ θρασκίαι καὶ ἀργέσται· διὰ τὸ ἐγγυτάτω γὰρ τὴν ὁρμὴν αὐτῶν εἶναι πολλοί τε καὶ ἰσχυροὶ πνέουσι μάλιστα οὗτοι.
最常侵袭其他风并使之停止的是北极风、特拉斯基亚斯以及阿耳革斯忒斯;因为它们的起势点最近,所以这些风吹得最频繁、也最强劲。
διὸ καὶ αἰθριώτατοί εἰσι τῶν ἀνέμων· πνέοντες γὰρ ἐγγύθεν μάλιστα ἀποβιαζόμενοί τε τἆλλα πνεύματα παύουσι, καὶ ἀποφυσῶντες τὰ συνιστάμενα νέφη ποιοῦσιν αἰθρίαν, ἂν μὴ ψυχροὶ σφόδρα τύχωσιν ἅμα ὄντες.
因此,它们也是最能带来晴朗天空的风;因为它们从极近处吹来,最能强行压制其他风并使之停止,而且通过吹散正在凝聚的云层来带来晴空,除非它们同时恰好非常寒冷。
τότε δὲ οὐκ αἴθριοι· ἐὰν γὰρ ὦσι μᾶλλον ψυχροὶ ἢ μεγάλοι, φθάνουσι πηγνύντες ἢ προωθοῦντες.
在那种情况下,它们不能带来晴朗;因为如果它们相比于其强劲程度而言更加寒冷,那么它们在把云推走之前就抢先使其凝结了。
ὁ δὲ καικίας οὐκ αἴθριος, ὅτι ἀνακάμπτει εἰς αὑτόν· ὅθεν καὶ λέγεται ἡ παροιμία “ἕλκων ἐφ᾿ αὑτὸν ὥστε καικίας νέφος.
而凯基亚斯不带来晴朗,因为它折回自身;由此也产生了这句谚语:“将云引向自己,就像凯基亚斯一样。
” αἱ δὲ περιστάσεις γίγνονται αὐτῶν καταπαυομένων εἰς τοὺς ἐχομένους κατὰ τὴν τοῦ ἡλίου μετάστασιν, διὰ τὸ κινεῖσθαι μάλιστα τὸ ἐχόμενον τῆς ἀρχῆς· ἡ δὲ ἀρχὴ οὕτω κινεῖται τῶν πνευμάτων ὡς ὁ ἥλιος.
”当风减弱时,它们的转变(peristaseis)随着太阳的移动而发生,转向相邻的风,因为邻近起点的风最容易被触动;而风的起点是像太阳那样移动的。
οἱ ἐναντίοι δὲ ἢ ταὐτὸ ποιοῦσιν ἢ ἐναντίον, οἷον ὑγροὶ λὶψ καὶ καικίας, ὃν ἑλλησποντίαν ἔνιοι καλοῦσιν, καὶ εὖρος, ὃν ἀπηλιώτην.
而相反的风产生相同或相反的效果;例如,利普斯和凯基亚斯(有人称之为赫勒斯滂风)以及尤鲁斯(有人称之为东风)是湿润的。
ξηροὶ δὲ ἀργέστης καὶ εὖρος· ἀπ᾿ ἀρχῆς δὲ οὗτος ξηρός, τελευτῶν δὲ ὑδατώδης.
干燥的是阿耳革斯忒斯和尤鲁斯;但尤鲁斯起初是干燥的,最后却多雨。
νιφετώδης δὲ μέσης καὶ ἀπαρκτίας μάλιστα· οὗτοι γὰρ ψυχρότατοι.
梅塞斯和北极风最常带来降雪;因为这些是最寒冷的风。
χαλαζώδεις δὲ ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης.
带来冰雹的是北极风、特拉斯基亚斯和阿耳革斯忒斯。
καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος.
带来酷热的是南风、西风和尤鲁斯。
νέφεσι δὲ πυκνοῦσι τὸν οὐρανὸν καικίας μὲν σφόδρα, λὶψ δὲ ἀραιοτέροις, καικίας μὲν διά τε τὸ ἀνακάμπτειν πρὸς αὑτὸν καὶ διὰ τὸ κοινὸς εἶναι βορέου καὶ εὔρου, ὥστε διὰ μὲν τὸ ψυχρὸς εἶναι πηγνὺς τὸν ἀτμίζοντα ἀέρα συνίστησι, διὰ δὲ τὸ τῷ τόπῳ ἀπηλιωτικὸς εἶναι ἔχει πολλὴν ὕλην καὶ ἀτμίδα ἣν προωθεῖ.
此外,用云层使天空浓密的是:凯基亚斯非常剧烈,而利普斯用较稀薄的云。 凯基亚斯这样做是因为它折回自身,也因为它为北风和尤鲁斯所共有,因此,由于它是寒冷的,它通过冻结蒸发的空气而使其凝聚,而由于它在位置上是偏东的,它拥有许多它所推向前方的物质和蒸气。
αἴθριοι δὲ ἀπαρκτίας, θρασκίας, ἀργέστης· ἡ δ᾿ αἰτία εἴρηται πρότερον.
带来晴朗的是北极风、特拉斯基亚斯、阿耳革斯忒斯;其原因此前已经说过。
ἀστραπὰς δὲ ποιοῦσιν μάλιστα οὗτοί τε καὶ ὁ μέσης· διὰ μὲν γὰρ τὸ ἐγγύθεν πνεῖν ψυχροί εἰσιν, διὰ δὲ τὸ ψυχρὸν ἀστραπὴ γίγνεται· ἐκκρίνεται γὰρ συνιόντων τῶν νεφῶν.
这些风和梅塞斯最常产生闪电;因为从近处吹来所以它们是寒冷的,而由于寒冷而产生闪电;因为当云层聚集时闪电便被排挤出来。
διὸ καὶ ἔνιοι τῶν αὐτῶν τούτων χαλαζώδεις εἰσίν· ταχὺ γὰρ πηγνύουσιν.
因此,这些风中的一些也带来冰雹;因为它们能迅速使其冻结。
ἐκνεφίαι δὲ γίγνονται μετοπώρου μὲν μάλιστα, εἶτα ἔαρος, καὶ μάλιστα ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης.
突风发生最多是在秋季,其次在春季,且尤其是在北极风、特拉斯基亚斯和阿耳革斯忒斯之中。
αἴτιον δ᾿ ὅτι οἱ ἐκνεφίαι γίγνονται μάλιστα ὅταν τῶν ἄλλων πνεόντων ἐμπίπτωσιν ἕτεροι, οὗτοι δὲ μάλιστα ἐμπίπτουσιν τοῖς ἄλλοις πνέουσιν· ἡ δ᾿ αἰτία εἴρηται καὶ τούτου πρότερον.
原因在于,当其他风在吹拂而另一些风袭来时,最容易产生突风,而这些风最容易在其他风吹拂时袭来;这一原因此前也已经说过。
οἱ δ᾿ ἐτησίαι περιίστανται τοῖς μὲν περὶ δυσμὰς οἰκοῦσιν ἐκ τῶν ἀπαρκτίων εἰς θρασκίας καὶ ἀργέστας καὶ ζεφύρους (ὁ γὰρ ἀπαρκτίας ζέφυρός ἐστιν), ἀρχόμενοι μὲν ἀπὸ τῆς ἄρκτου, τελευτῶντες δ᾿ εἰς τοὺς πόρρω· τοῖς δὲ πρὸς ἕω περιίστανται μέχρι τοῦ ἀπηλιώτου.
季风对于居住在西方的人们,会从北极风转向特拉斯基亚斯、阿耳革斯忒斯和西风(因为北极风就是西风),从北极开始,结束于更远的风;而对于东方的人们,它们会一直转向直到东风(Apeliotes)。
περὶ μὲν οὖν ἀνέμων, τῆς τε ἐξ ἀρχῆς αὐτῶν γενέσεως καὶ οὐσίας καὶ τῶν συμβαινόντων κοινῇ τε παθημάτων καὶ περὶ ἕκαστον, τοσαῦθ᾿ ἡμῖν εἰρήσθω.
因此,关于风、它们最初的产生和本质、以及它们共同和各自发生的所有属性,我们就说这么多。