Humanitext Reader

亚里士多德 · 气象学 §2.8#1

地下之风引发地震的原因及其特征

第 36 段,共 68 段 · 希腊语

内容简介

亚里士多德将地震的真正原因界定为湿气和热量在地下产生的“风(普纽玛)”,并论证由于其极易活动的本性,一旦被封闭在地下就会引发震动。此外,他还根据该理论解释了为什么地震多发生在无风静止之时、夜间、中午以及海峡附近等特定地点。

§2.8#18 ἀλλ᾿ ἐπειδὴ φανερὸν ὅτι ἀναγκαῖον καὶ ἀπὸ ὑγροῦ καὶ ἀπὸ ξηροῦ γίγνεσθαι ἀναθυμίασιν, ὥσπερ εἴπομεν ἐν τοῖς πρότερον, ἀνάγκη τούτων ὑπαρχόντων γίγνεσθαι τοὺς σεισμούς.
8 但是,正如我们先前所说的,既然湿润之物和干燥之物都必然会产生蒸发气是显而易见的,那么在这些条件存在的情况下,地震的发生也就是必然的。
ὑπάρχει γὰρ ἡ γῆ καθ᾿ αὑτὴν μὲν ξηρά, διὰ δὲ τοὺς ὄμβρους ἔχουσα ἐν αὑτῇ νοτίδα πολλήν, ὥσθ᾿ ὑπό τε τοῦ ἡλίου καὶ τοῦ ἐν αὐτῇ πυρὸς θερμαινομένης πολὺ μὲν ἔξω πολὺ δ᾿ ἐντὸς γίγνεσθαι τὸ πνεῦμα· καὶ τοῦτο ὁτὲ μὲν συνεχὲς ἔξω ῥεῖ πᾶν, ὁτὲ δ᾿ εἴσω πᾶν, ἐνίοτε δὲ καὶ μερίζεται.
因为大地本身是干燥的,但由于雨水,它内部含有大量的湿气,因此当它受到太阳和它自身内部的火加热时,就会在外部产生大量的风,在内部也产生大量的风;而这种风有时会连续地全部向外流动,有时则全部向内流动,有时还会发生分流。
εἰ δὴ τοῦτ᾿ ἀδύνατον ἄλλως ἔχειν, τὸ μετὰ τοῦτο σκεπτέον ἂν εἴη ποῖον κινητικώτατον εἴη τῶν σωμάτων· ἀνάγκη γὰρ τὸ ἐπὶ πλεῖστόν τε πεφυκὸς ἰέναι καὶ σφοδρότατον μάλιστα τοιοῦτον εἶναι.
如果这不可能是其他情况,那么接下来应当考察的便是,在各种物体之中,哪一种最具有推动力;因为那在本性上能走得最远且最猛烈之物,必然最具有这种特性。
σφοδρότατον μὲν οὖν ἐξ ἀνάγκης τὸ τάχιστα φερόμενον· πλήσσει γὰρ μάλιστα διὰ τὸ τάχος· ἐπὶ πλεῖστον δὲ πέφυκε διιέναι τὸ διὰ παντὸς ἰέναι μάλιστα δυνάμενον, τοιοῦτον δὲ τὸ λεπτότατον.
因此,移动最快的必然是最猛烈的;因为由于速度,它撞击得最厉害;而最能穿透一切的,在本性上也就是能走得最远的,这样之物也就是最微细的。
ὥστ᾿ εἴπερ ἡ τοῦ πνεύματος τος φύσις τοιαύτη, μάλιστα τῶν σωμάτων τὸ πνεῦμα κινητικόν· καὶ γὰρ τὸ πῦρ ὅταν μετὰ πνεύματος ᾖ, γίγνεται φλὸξ καὶ φέρεται ταχέως.
因此,如果风的本性是这样的,那么在所有物体中,风就是最具有推动力的;因为即使是火,当它伴随着风时,也会变成火焰并快速移动。
οὐκ ἂν οὖν ὕδωρ οὐδὲ γῆ αἴτιον εἴη, ἀλλὰ πνεῦμα τῆς κινήσεως, ὅταν εἴσω τύχῃ ῥυὲν τὸ ἔξω ἀναθυμιώμενον.
因此,动摇的原因既不是水也不是大地,而是风,即当向外蒸发的气体碰巧向内流动时。
διὸ γίγνονται νηνεμίας οἱ πλεῖστοι καὶ μέγιστοι τῶν σεισμῶν· συνεχὴς γὰρ οὖσα ἡ ἀναθυμίασις ἀκολουθεῖ ὡς ἐπὶ τὸ πολὺ τῇ ὁρμῇ τῆς ἀρχῆς, ὥστε ἢ ἔσω ἅμα ἢ ἔξω ὁρμᾷ πᾶσα.
因此,大多数也是最大的地震都发生在无风静止之时;因为蒸发气是连续的,大部分情况下会顺从其起点的冲力,因而全部同时向内或向外奔流。
τὸ δ᾿ ἐνίους γίγνεσθαι καὶ πνεύματος ὄντος οὐδὲν ἄλογον· ὁρῶμεν γὰρ ἐνίοτε ἅμα πλείους πνέοντας ἀνέμους, ὧν ὅταν εἰς τὴν γῆν ὁρμήσῃ θάτερον, ἔσται πνεύματος ὄντος ὁ σεισμός.
至于有些地震在有风时也会发生,这并非不合情理;因为我们有时会看到几个风同时在吹,当其中之一向大地奔流时,地震就会在有风的情况下发生。
ἐλάττους δ᾿ οὗτοι τὸ μέγεθος γίἐπεὶ γνονται διὰ τὸ διηρῆσθαι τὴν ἀρχὴν καὶ τὴν αἰτίαν αὐτῶν.
不过,由于其起点和原因被分割了,这些地震在规模上会比较小。
νυκτὸς δ᾿ οἱ πλείους καὶ μείζους γίγνονται τῶν σεισμῶν, οἱ δὲ τῆς ἡμέρας περὶ μεσημβρίαν· νηνεμώτατον γάρ ἐστιν ὡς ἐπὶ τὸ πολὺ τῆς ἡμέρας ἡ μεσημβρία (ὁ γὰρ ἥλιος ὅταν μάλιστα κρατῇ, κατακλείει τὴν ἀναθυμίασιν εἰς τὴν γῆν· κρατεῖ δὲ μάλιστα περὶ τὴν μεσημβρίαν), καὶ αἱ νύκτες δὲ τῶν ἡμερῶν νηνεμώτεραι διὰ τὴν ἀπουσίαν τὴν τοῦ ἡλίου· ὥστ᾿ ἔσω γίγνεται πάλιν ἡ ῥύσις, ὥσπερ ἄμπωτις, εἰς τοὐναντίον τῆς ἔξω πλημμυρίδος, καὶ πρὸς ὄρθρον μάλιστα· τηνικαῦτα γὰρ καὶ τὰ πνεύματα πέφυκεν ἄρχεσθαι πνεῖν.
此外,大多数且较大的地震发生在夜间,而白天的地震则发生在中午前后;因为白天里中午大体上是最无风的(因为太阳在力量最强时,会将蒸发气封闭在大地内部;而它的力量在中午前后最强),而且夜间也因太阳的缺席而比白天更无风;因而,向内的流动就像退潮一样,朝向与向外涨潮相反的方向再次发生,尤其是接近黎明时分;因为在那个时候,各种风在本性上也习惯开始吹拂。
ἐὰν οὖν εἴσω τύχῃ μεταβάλλουσα ἡ ἀρχὴ αὐτῶν ὥσπερ Εὔριπος, διὰ τὸ πλῆθος ἰσχυρότερον ποιεῖ τὸν σεισμόν.
因此,如果它们(风)的起点碰巧像欧里普斯海峡一样转向内部,那么由于数量巨大,就会使地震更加强烈。
ἔτι δὲ περὶ τόπους τοιούτους οἱ ἰσχυρότατοι γίγνονται τῶν σεισμῶν, ὅπου θάλαττα ῥοώδης ἢ ἡ χώρα σομφὴ καὶ ὕπαντρος· διὸ καὶ περὶ Ἑλλήσποντον καὶ περὶ Ἀχαΐαν καὶ Σικελίαν, καὶ τῆς Εὐβοίας περὶ τούτους τοὺς τόπους· δοκεῖ γὰρ διαυλωνίζειν ὑπὸ τὴν γῆν ἡ θάλαττα· διὸ καὶ τὰ θερμὰ τὰ περὶ Αἰδηψὸν ἀπὸ τοιαύτης αἰτίας γέγονε.
此外,在那些有湍急海流的海洋处,或者土地多孔且地下有洞穴的地方,会发生最强烈的地震;因此,在赫勒斯滂、阿哈伊亚、西西里以及优波亚的这些地区周围也会发生地震;因为人们认为,海水在地下像通过水道一样流动;事实上,埃代普索斯附近的温泉就是由于这种原因而产生的。
περὶ δὲ τοὺς εἰρημένους τόπους οἱ σεισμοὶ γίγνονται μάλιστα διὰ τὴν στενότητα· τὸ γὰρ πνεῦμα γιγνόμενον σφοδρὸν καὶ διὰ τὸ πλῆθος τῆς θαλάττης πολλῆς προσφερομένης ἀπωθεῖται πάλιν εἰς τὴν γῆν, τὸ πεφυκὸς ἀποπνεῖν ἐκ τῆς γῆς.
而在上述地区周围,地震尤其因狭窄而发生;因为风变得猛烈,并且由于大量涌入的海水,本性上应当从大地中呼出的风,又被推回到大地中。
αἵ τε χῶραι ὅσαι σομφοὺς ἔχουσι τοὺς κάτω τόπους, πολὺ δεχόμεναι πνεῦμα σείονται μᾶλλον.
那些地下有多孔地带的国家,由于容纳了大量的风,震动得更加厉害。

词汇与语法注释

  1. 5τὸ ἔξω ἀναθυμιώμενον — 中性主格分词短语 τὸ ἔξω ἀναθυμιώμενον 是分词 ῥυέν 的逻辑主语,并与动词 τύχῃ 结合构成补充性分词结构,表示“碰巧(向内)流动”。
  2. p.80ἐπεὶ νυκτὸς δ᾿ — 连词 ἐπεί 在此并非引导前句的直接原因,而是起解释和引入作用(意为“因为实际”),用以引出关于夜间地震多发的新论点,而 δ' 则作为过渡小词发挥作用。
  3. 30τὸ πεφυκὸς ἀποπνεῖν — 主格中性分词短语 τὸ πεφυκὸς 与第29行的主语 τὸ πνεῦμα 构成同格,补充说明“本性上应当从大地中呼出的(风)”,以此阐释被海水压力推回地下的风的物理特性。

引用这一段

亚里士多德, 气象学 §2.8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。