Humanitext Reader

亚里士多德 · 气象学 §2.6#1

基于地平圈图的风位与相反风的配置

第 33 段,共 68 段 · 希腊语

内容简介

作者利用表示地平圈的图表定义了各个方位及从其吹来的主要风向,解释了处于直径两端相对的相反风对,并说明了北方风多于南方风的物理原因。

§2.6#16 περὶ δὲ θέσεως αὐτῶν, καὶ τίνες ἐναντίοι τίσι, καὶ ποίους ἅμα πνεῖν ἐνδέχεται καὶ ποίους οὔ, ἔτι δὲ καὶ τίνες καὶ πόσοι τυγχάνουσιν ὄντες, καὶ πρὸς τούτοις περὶ τῶν ἄλλων παθημάτων ὅσα μὴ συμβέβηκεν ἐν τοῖς προβλήμασιν εἰρῆσθαι τοῖς κατὰ μέρος, νῦν λέγωμεν.
6 现在,让我们来讨论风的方位,哪些风与哪些风相反,哪些风可以同时吹而哪些不能,此外还有风有哪些种类、共有多少种,以及除这些之外,在分篇讨论的具体问题中未曾提及的其他属性。
δεῖ δὲ περὶ τῆς θέσεως ἅμα τοὺς λόγους ἐκ τῆς ὑπογραφῆς θεωρεῖν.
关于风的方位的讨论,必须同时对照图解来考察。
γέγραπται μὲν οὖν, τοῦ μᾶλλον εὐσήμως ἔχειν, ὁ τοῦ ὁρίζοντος κύκλος· διὸ καὶ στρογγύλος.
为此,为了更加清晰,我们绘制了地平圈,因此它是圆形的。
δεῖ δὲ νοεῖν αὐτοῦ τὸ ἕτερον ἔκτμημα τὸ ὑφ᾿ ἡμῶν οἰκούμενον· ἔσται γὰρ κἀκεῖνο διελεῖν τὸν αὐτὸν τρόπον.
但我们必须设想它的两个切片中由我们所居住的那一个;因为那另一个切片也能够以同样的方式进行划分。
ὑποκείσθω δὲ πρῶτον μὲν ἐναντία κατὰ τόπον εἶναι τὰ πλεῖστον ἀπέχοντα κατὰ τόπον, ὥσπερ κατ᾿ εἶδος ἐναντία τὰ πλεῖστον ἀπέχοντα κατὰ τὸ εἶδος· πλεῖστον δ᾿ ἀπέχει κατὰ τόπον τὰ κείμενα πρὸς ἄλληλα κατὰ διάμετρον.
首先,让我们假定,在位置上相反指的是在位置上相距最远的东西,正如在物种上相反指的是在物种上相距最远的东西一样;而在位置上相距最远的,是那些在直径两端彼此相对放置的东西。
ἔστω οὖν τὸ μὲν ἐφ᾿ ᾧ Α δυσμὴ ἰσημερινή, ἐναντίος δὲ τούτῳ τόπος, ἐφ᾿ οὗ τὸ Β, ἀνατολὴ ἰσημερινή· ἄλλη δὲ διάμετρος ταύτην πρὸς ὀρθὴν τέμνουσα, ἧς τὸ ἐφ᾿ οὗ H ἔστω ἄρκτος· τούτῳ δ᾿ ἐναντίον ἐξ ἐναντίας, τὸ ἐφ᾿ οὗ Θ, μεσημβρία· τὸ δ᾿ ἐφ᾿ οὗ Ζ ἀνατολὴ θερινή, τὸ δ᾿ ἐφ᾿ ᾧ Ε δυσμὴ θερινή, τὸ δ᾿ ἐφ᾿ οὗ Δ ἀνατολὴ χειμερινή, τὸ δ᾿ ἐφ᾿ οὗ Γ δυσμὴ χειμερινή.
因此,让标有 A 的点为春秋分日没,与之相反的位置,即标有 B 的点,为春秋分日出;并让有另一条直角相交的直径,其中标有 H 的点为北;而与此正相反的,标有 Θ 的点为南;标有 Ζ 的点为夏至日出,标有 Ε 的点为夏至日没,标有 Δ 的点为冬至日出,标有 Γ 的点为冬至日没。
ἀπὸ δὲ τοῦ Ζ ἤχθω διάμετρος ἐπὶ τὸ Γ, καὶ ἀπὸ τοῦ Δ ἐπὶ τὸ Ε. ἐπεὶ οὖν τὰ μὲν πλεῖστον ἀπέχοντα κατὰ τόπον ἐναντία κατὰ τόπον, πλεῖστον δ᾿ ἀπέχει τὰ κατὰ διάμετρον, ἀναγκαῖον καὶ τῶν πνευμάτων ταῦτα ἀλλήλοις ἐναντία εἶναι, ὅσα κατὰ διάμετρόν ἐστιν.
并让我们从 Ζ 向 Γ、从 Δ 向 Ε 引出直径。 既然在位置上相距最远的是位置上相反的,而在直径两端的是相距最远的,那么在风之中,那些在直径两端相对设置的风也必然彼此相反。
καλεῖται δὲ κατὰ τὴν θέσιν τῶν τόπων τὰ πνεύματα ὧδε· ζέφυρος μὲν τὸ ἀπὸ τοῦ Α· τοῦτο γὰρ δυσμὴ ἰσημερινή.
风根据它们方位的配置被如下命名:来自 A 的是西风;因为这是春秋分日没。
ἐναντίος δὲ τούτῳ ἀπηλιώτης ἀπὸ τοῦ Β· τοῦτο γὰρ ἀνατολὴ ἰσημερινή.
与之相反的是来自 B 的东风;因为这是春秋分日出。
βορέας δὲ καὶ ἀπαρκτίας ἀπὸ τοῦ Η· ἐνταῦθα γὰρ ἡ ἄρκτος.
来自 H 的是北风及北极风;因为北极就在那里。
ἐναντίος δὲ τούτῳ νότος ἀπὸ τοῦ Θ· μεσημβρία τε γὰρ αὕτη ἀφ᾿ ἧς πνεῖ, καὶ τὸ Θ τῷ Η· ἐναντίον· κατὰ διάμετρον γάρ.
与之相反的是来自 Θ 的南风;因为它吹来的地方是南方,且 Θ 与 H 相反;因为它们在直径两端相对。
ἀπὸ δὲ τοῦ Ζ καικίας· αὕτη γὰρ ἀνατολὴ θερινή.
来自 Ζ 的是凯基亚斯;因为这是夏至日出。
ἐναντίος δ᾿ οὐχ ὁ ἀπὸ τοῦ Ε πνέων, ἀλλ᾿ ὁ ἀπὸ τοῦ Γ λίψ· οὗτος γὰρ ἀπὸ δυσμῆς χειμερινῆς, ἐναντίος δὲ τούτῳ (κατὰ διάμετρον γὰρ κεῖται).
与之相反的不是来自 Ε 的风,而是来自 Γ 的利普斯;因为这是从冬至日没吹来的,并且与凯基亚斯相反(因为它们位于直径的两端)。
ἀπὸ δὲ τοῦ Δ εὖρος· οὗτος γὰρ ἀπ᾿ ἀνατολῆς χειμερινῆς πνεῖ, γειτνιῶν τῷ νότῳ· διὸ καὶ πολλάκις εὐρόνοτοι λέγονται πνεῖν.
来自 Δ 的是尤鲁斯;因为它是从冬至日出吹来的,邻近南风;所以人们常常说有尤鲁诺托斯吹拂。
ἐναντίος δὲ τούτῳ οὐχ ὁ ἀπὸ τοῦ Γ λίψ, ἀλλ᾿ ὁ ἀπὸ τοῦ Ε, ὃν καλοῦσιν οἱ μὲν ἀργέστην, οἱ δ᾿ ὀλυμπίαν, οἱ δὲ σκίρνα· οὗτος γὰρ ἀπὸ δυσμῆς θερινῆς πνεῖ, καὶ κατὰ διάμετρον αὐτῷ κεῖται μόνος.
与之相反的不是来自 Γ 的利普斯,而是来自 Ε 的风,有人称之为阿耳革斯忒斯,有人称之为奥林匹亚风,有人则称之为斯基尔纳;因为它是从夏至日没吹来的,且只有它与尤鲁斯在直径上相对。
οὗτοι μὲν οὖν οἱ κατὰ διάμετρόν τε κείμενοι ἄνεμοι καὶ οἷς εἰσιν ἐναντίοι· ἕτεροι δ᾿ εἰσὶν καθ᾿ οὓς οὐκ ἔστιν ἐναντία πνεύματα.
这些就是位于直径两端的风以及与它们相反的风;但也存在其他一些在其方向上没有相反风的风。
ἀπὸ μὲν γὰρ τοῦ ὃν καλοῦσι θρασκίαν· οὗτος γὰρ μέσος ἀργέστου καὶ ἀπαρκτίου· ἀπὸ δὲ τοῦ Κ ὃν καλοῦσιν μέσην· οὗτος γὰρ μέσος καικίου καὶ ἀπαρκτίου.
因为,来自 [I] 的是人们称为特拉斯基亚斯的风;因为它介于阿耳革斯忒斯和北极风之间;而来自 Κ 的是人们称为梅塞斯的风;因为它是介于凯基亚斯和北极风之间。
ἡ δὲ τοῦ ΙΚ διάμετρος βούλεται μὲν κατὰ τὸν διὰ παντὸς εἶναι φαινόμενον, οὐκ ἀκριβοῖ δέ.
而连接 Ι 和 Κ 的线段本意是沿着恒显圈,但并不精确。
ἐναντία δὲ τούτοις οὐκ ἔστι τοῖς πνεύμασιν, οὔτε τῷ μέσῃ (ἔπνει γὰρ ἄν τις ἐφ᾿ οὗ τὸ Μ· τοῦτο γὰρ κατὰ διάμετρον) οὔτε τῷ I, τῷ θρασκίᾳ (ἔπνει γὰρ ἂν ἀπὸ τοῦ Ν· τοῦτο γὰρ κατὰ διάμετρον τὸ σημεῖον, εἰ μὴ ἀπ᾿ αὐτοῦ καὶ ἐπ᾿ ὀλίγον πνεῖ τις ἄνεμος, ὃν καλοῦσιν οἱ περὶ τὸν τόπον ἐκεῖνον φοινικίαν).
这些风没有相反的风,既没有与梅塞斯相反的(因为若有,则会有一股风从标有 Μ 的点吹来;因为这是在直径两端相对的),也没有与 Ι 即特拉斯基亚斯相反的(因为若有,则会从 Ν 吹来;因为这一端点是在直径上相对的,除非从它那里也有某种风在短时间内吹拂,那个地方周围的人们称之为弗尼基亚斯)。
τὰ μὲν οὖν κυριώτατα καὶ διωρισμένα πνεύματα ταῦτ᾿ ἐστὶ καὶ τοῦτον τέτακται τὸν τρόπον·
因此,最主要且明确定义的风就是这些,并且是这样排列的。
τοῦ δ᾿ εἶναι πλείους ἀνέμους ἀπὸ τῶν πρὸς ἄρκτον τόπων ἢ τῶν πρὸς μεσημβρίαν αἴτιον τό τε τὴν οἰκουμένην ὑποκεῖσθαι πρὸς τοῦτον τὸν τόπον, καὶ ὅτι πολλῷ πλέον ὕδωρ καὶ χιὼν ἀπωθεῖται εἰς τοῦτο τὸ μέρος διὰ τὸ ἐκεῖνα ὑπὸ τὸν ἥλιον εἶναι καὶ τὴν ἐκείνου φοράν, ὧν τηκομένων εἰς τὴν γῆν καὶ θερμαινομένων ὑπὸ τοῦ ἡλίου καὶ τῆς γῆς ἀναγκαῖον πλείω καὶ ἐπὶ πλείω τόπον γίγνεσθαι τὴν ἀναθυμίασιν διὰ ταύτην τὴν αἰτίαν.
而来自北方区域的风比南方区域多的原因,既在于居住世界位于偏向这个区域的位置,也在于由于南方那些区域处于太阳及其运行的下方,极多的水和雪被推向这个部分;当这些融化并渗入大地,受到太阳和地球的加热时,由于这一原因,必然在更广阔的区域产生更多且范围更大的蒸气。

词汇与语法注释

  1. 363a26ἐκ τῆς ὑπογραφῆς — 意为“从图表(或草图)中”。这表明亚里士多德在讲课时展示了带有字母标记(A, B, H, Θ等)的几何图表,或者假定读者会在手头绘制并参考这样的图表。
  2. 363b31ἡ δὲ τοῦ ΙΚ διάμετρος — 字面意思是“I和K的直径”。然而,连接I和K的线段是弦(或弧)而不是圆的直径。这里它要么指从I和K分别引出的两条直径,要么是在宽松的意义上将横跨北极圈(恒显圈)的“横截线”称为“直径”。
  3. 364a1εἰ μὴ ἀπ᾿ αὐτοῦ καὶ ἐπ᾿ ὀλίγον πνεῖ τις ἄνεμος — 一个例外条款:“除非有些风从它(N)那里在短时间内吹拂”。这里使用 εἰ μή 从句表示保留意见,指出虽然在原则上西北北风(I)的对角线(N)上没有相反的风,但在实际现象中,一种被称为东南南风(Phoinikias)的地方性风会例外地吹拂。
  4. 364a6τοῦ δ᾿ εἶναι πλείους ἀνέμους... αἴτιον — 名词化的属格不定式短语 τοῦ εἶναι 作为表示原因的 αἴτιον(名词或中性形容词)的补足语(原因属格),宾格的 πλείους ἀνέμους(更多的风)作为该不定式的逻辑主语。这是一个省去了系动词(ἐστί)的解释性句子结构。

引用这一段

亚里士多德, 气象学 §2.6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。