§2.5#2δύο γὰρ ὄντων τμημάτων τῆς δυνατῆς οἰκεῖσθαι χώρας, τῆς μὲν πρὸς τὸν ἄνω πόλον, καθ᾿ ἡμᾶς, τῆς δὲ πρὸς τὸν ἕτερον καὶ πρὸς μεσημβρίαν, καὶ οὔσης οἷον τυμπάνου (τοιοῦτον γὰρ σχῆμα τῆς γῆς ἐκ τέμνουσιν αἱ ἐκ τοῦ κέντρου αὐτῆς ἀγόμεναι, καὶ ποιοῦσι δύο κώνους, τὸν μὲν ἔχοντα βάσιν τὸν τροπικόν, τὸν δὲ τὸν διὰ παντὸς φανερόν, τὴν δὲ κορυφὴν ἐπὶ τοῦ μέσου τῆς γῆς· τὸν αὐτὸν δὲ τρόπον πρὸς τὸν κάτω πόλον ἕτεροι δύο κῶνοι τῆς γῆς ἐκτμήματα ποιοῦσι.
因为,在可居住的土地中有两个部分,一部分朝向我们这边的上极,另一部分朝向另一个极,即南方,并且其本身就像一个鼓(因为从地球中心引出的线从地球中切出这样的形状,并形成两个圆锥,一个以回归线为底面,另一个以恒显圈为底面,其顶点在地球中心;同样地,朝向底部的极,另外两个圆锥也形成了地球的切片。
ταῦτα δ᾿ οἰκεῖσθαι μόνα δυνατόν, καὶ οὔτ᾿ ἐπέκεινα τῶν τροπῶν (σκιὰ γὰρ οὐκ ἂν ἦν πρὸς ἄρκτον, νῦν δ᾿ ἀοίκητοι πρότερον γίγνονται οἱ τόποι πρὶν ἢ ὑπολείπειν ἢ μεταβάλλειν τὴν σκιὰν πρὸς μεσημβρίαν) τὰ θ᾿ ὑπὸ τὴν ἄρκτον ὑπὸ ψύχους ἀοίκητα.
而且只有这些区域能够居住,回归线以外则不能——因为若非如此,影子就不会朝向北方,但实际上,在影子消失或转向南方之前,这些地方就已经变得无法居住——且北极下方的区域也因寒冷而无法居住。
φέρεται δὲ καὶ ὁ στέφανος κατὰ τοῦτον τὸν τόπον· φαίνεται γὰρ ὑπὲρ κεφαλῆς γιγνόμενος ἡμῖν, ὅταν ᾖ κατὰ τὸν μεσημβρινόν.
冠状座也是沿着这个区域运转的;因为当它位于子午线上时,它在我们头顶显现。
διὸ καὶ γελοίως γράφουσι νῦν τὰς περιόδους τῆς γῆς· γράφουσι γὰρ κυκλοτερῆ τὴν οἰκουμένην, τοῦτο δ᾿ ἐστὶν ἀδύνατον κατά τε τὰ φαινόμενα καὶ κατὰ τὸν λόγον.
因此,现在人们绘制的地球周游图是滑稽的;因为他们把居住世界画成圆形的,这无论根据现象还是理性都是不可能的。
ὅ τε γὰρ λόγος δείκνυσιν ὅτι ἐπὶ πλάτος μὲν ὥρισται, τὸ δὲ κύκλῳ συνάπτειν ἐνδέχεται διὰ τὴν κρᾶσιν, — οὐ γὰρ ὑπερβάλλει τὰ καύματα καὶ τὸ ψῦχος κατὰ μῆκος, ἀλλ᾿ ἐπὶ πλάτος, ὥστ᾿ εἰ μή που κωλύει θαλάττης πλῆθος, ἅπαν εἶναι πορεύσιμον, — καὶ κατὰ τὰ φαινόμενα περί τε τοὺς πλοῦς καὶ τὰς πορείας· πολὺ γὰρ τὸ μῆκος διαφέρει τοῦ πλάτους.
因为理性表明,它在宽度上是有限的,但由于气候的温和,在环形上连接是可能的——因为酷热和严寒不是在长度方向上过度,而是在宽度方向上,所以除非海洋的广阔在某处阻碍,否则整个地区都是可通行的——根据有关航海和旅程的现象也是如此;因为长度与宽度大不相同。
τὸ γὰρ ἀπὸ Ἡρακλείων στηλῶν μέχρι τῆς Ἰνδικῆς τοῦ ἐξ Αἰθιοπίας πρὸς τὴν Μαιῶτιν καὶ τοὺς ἐσχατεύοντας τῆς Σκυθίας τόπους πλέον ἢ πέντε πρὸς τρία τὸ μέγεθός ἐστιν, ἐάν τέ τις τοὺς πλοῦς λογίζηται καὶ τὰς ὁδούς, ὡς ἐνδέχεται λαμβάνειν τῶν τοιούτων τὰς ἀκριβείας.
因为从赫拉克勒斯之柱到印度,相比于从埃塞俄比亚到梅奥蒂斯湖及斯基泰最边缘地区的宽度,其比例大于五比三,无论人们是计算航路还是陆路,只要在这些事情上能够获得尽可能大的准确性。
καίτοι ἐπὶ πλάτος μὲν μέχρι τῶν ἀοικήτων ἴσμεν τὴν οἰκουμένην· ἔνθα μὲν γὰρ διὰ ψῦχος οὐκέτι κατοικοῦσιν, ἔνθα δὲ διὰ τὴν ἀλέαν.
然而,在宽度上,我们知道居住世界直到无法居住的区域;因为在一些地方由于寒冷人们不再居住,在另一些地方则由于炎热。
τὰ δὲ τῆς Ἰνδικῆς ἔξω καὶ τῶν στηλῶν τῶν Ἡρακλείων διὰ τὴν θάλατταν οὐ φαίνεται συνείρειν, τῷ συνεχῶς εἶναι πᾶσαν οἰκουμένην)·
但是,印度外侧和赫拉克勒斯之柱外侧由于海洋的缘故,整个居住世界似乎并不连续连接)。
ἐπεὶ δ᾿ ὁμοίως ἔχειν ἀνάγκη τόπον τινὰ πρὸς τὸν ἕτερον πόλον ὥσπερ ὃν ἡμεῖς οἰκοῦμεν πρὸς τὸν ὑπὲρ ἡμῶν, δῆλον ὡς ἀνάλογον ἕξει τά τ᾿ ἄλλα καὶ τῶν πνευμάτων ἡ στάσις· ὥστε καθάπερ ἐνταῦθα βορέας ἐστίν, κἀκείνοις ἀπὸ τῆς ἐκεῖ ἄρκτου τις ἄνεμος οὕτως ὤν, ὃν οὐδὲν δυνατὸν διέχειν δεῦρο, ἐπεὶ οὐδ᾿ ὁ βορέας οὗτος εἰς τὴν ἐνταῦθα οἰκουμένην πᾶσάν ἐστιν· ἔστιν γὰρ ὥσπερ ἀπόγειον τὸ πνεῦμα τὸ βόρειον.
但是,由于必然存在某个地方与另一个极的关系,正如我们所居住的地方与我们上方的极的关系一样,显然,其他事物以及风的布局也将是相似的;因此,就像这里有北风一样,对他们来说也有来自那里北方的某种风,其性质也是如此,它是不可能到达这里的,因为甚至这里的北风也不能到达这里的全部居住世界;因为北风就像是一种陆风。
ἀλλὰ διὰ τὸ τὴν οἴκησιν κεῖσθαι ταύτην πρὸς ἄρκτον, πλεῖστοι βορέαι πνέουσιν.
但由于这个居住地偏向北方,因此吹拂的北风最多。
ὅμως δὲ καὶ ἐνταῦθα ἐλλείπει καὶ οὐ δύναται πόρρω διήκειν, ἐπεὶ περὶ τὴν ἔξω Λιβύης θάλατταν τὴν νοτίαν, ὥσπερ ἐνταῦθα οἱ βορέαι καὶ οἱ νότοι πνέουσιν, οὕτως ἐκεῖ εὖροι καὶ ζέφυροι διαδεχόμενοι συνεχεῖς ἀεὶ πνέουσιν.
然而,即便在这里它也会中断,无法延伸到很远,因为在利比亚外侧的南部海洋周围,正如这里的北风和南风吹袭一样,那里的东风和西风轮流交替,始终连续吹拂。
ὅτι μὲν οὖν ὁ νότος οὐκ ἔστιν ὁ ἀπὸ τοῦ ἑτέρου πόλου πνέων ἄνεμος, δῆλον.
因此,南风不是从另一个极吹来的风,这是显而易见的。
ἐπεὶ δ᾿ οὔτ᾿ ἐκεῖνος, οὔτε ὁ ἀπὸ χειμερινῆς τροπῆς (δέοι γὰρ ἂν ἄλλον ἀπὸ θερινῆς εἶναι τροπῆς· οὕτως γὰρ τὸ ἀνάλογον ἀποδώσει· νῦν δ᾿ οὐκ ἔστιν· εἷς γὰρ μόνος φαίνεται πνέων ἐκ τῶν ἐκεῖθεν τόπων)· ὥστ᾿ ἀνάγκη τὸν ἀπὸ τοῦ κατακεκαυμένου τόπου πνέοντα ἄνεμον εἶναι νότον.
而且,既然它既不是那股风,也不是来自冬至点的风(因为如果是这样,就必须有另一股来自夏至点的风;因为只有这样才能呈现出对应关系;但现在并没有;因为从那些区域显现吹来的风只有一种);所以,从灼热地带吹来的风必然是南风。
ἐκεῖνος δ᾿ ὁ τόπος διὰ τὴν τοῦ ἡλίου γειτνίασιν οὐκ ἔχει ὕδατα καὶ νομάς, αἳ διὰ τὴν πῆξιν ποιήσουσιν ἐτησίας· ἀλλὰ διὰ τὸ τὸν τόπον εἶναι πολὺ πλείω ἐκεῖνον καὶ ἀναπεπταμένον, μείζων καὶ πλείων καὶ μᾶλλον ἀλεεινὸς ἄνεμος ὁ νότος ἐστὶ τοῦ βορέου, καὶ διήκει μᾶλλον δεῦρο ἢ οὗτος ἐκεῖ.
但那个地方由于靠近太阳,没有水和湿润地,它们会因结冰而产生季风;但由于那个地方要大得多且开阔,南风是比北风更大、更丰富且更温暖的风,而且它吹到这里比北风吹到那里更远。
τίς μὲν οὖν αἰτία τούτων ἐστὶ τῶν ἀνέμων, καὶ πῶς ἔχουσι πρὸς ἀλλήλους, εἴρηται.
因此,这些风的原因是什么,以及它们彼此之间的关系如何,已经说明了。