Humanitext Reader

亚里士多德 · 气象学 §2.3#2

批判地球汗水说与海水变咸的原因及循环

第 26 段,共 68 段 · 希腊语

内容简介

亚里士多德批评了恩培多克勒将“海洋视为地球汗水”的比喻,并通过与汗水、尿液等身体排泄物变咸的类比,论证海水的咸度同样源于大地物质的混入。随后,他提出含有盐分的蒸气在循环中经历有规律的变化。

§2.3#2ὁμοίως δὲ γελοῖον κἂν εἴ τις εἰπὼν ἱδρῶτα τῆς γῆς εἶναι τὴν θάλατταν οἴεταί τι σαφὲς εἰρηκέναι, καθάπερ Ἐμπεδοκλῆς·
同样,如果有人说海洋是地球的汗水,并自以为说得很明白,这同样是可笑的,正如恩培多克勒那样。
πρὸς ποίησιν μὲν γὰρ οὕτως εἰπὼν ἴσως εἴρηκεν ἱκανῶς (ἡ γὰρ μεταφορὰ ποιητικόν), πρὸς δὲ τὸ γνῶναι τὴν φύσιν οὐχ ἱκανῶς·
因为对于诗歌创作来说,以这种方式说话或许已经足够(因为隐喻是具有诗意的),但对于认识自然来说,却并不足够。
οὐδὲ γὰρ ἐνταῦθα δῆλον πῶς ἐκ γλυκέος τοῦ πόματος ἁλμυρὸς γίγνεται ὁ ἱδρώς, πότερον ἀπελθόντος τινὸς μόνον οἷον τοῦ γλυκυτάτου, ἢ συμμειχθέντος τινός, καθάπερ ἐν τοῖς διὰ τῆς τέφρας ἠθουμένοις ὕδασιν.
因为即使在那里,也并不清楚甜的饮品如何变成咸的汗水,到底是仅仅因为某些最甜的部分离去,还是因为混入了某些东西,就像通过灰烬过滤的水一样。
φαίνεται δὲ τὸ αἴτιον ταὐτὸ καὶ περὶ τὸ εἰς τὴν κύστιν περίττωμα συλλεγόμενον· καὶ γὰρ ἐκεῖνο πικρὸν καὶ ἁλμυρὸν γίγνεται τοῦ πινομένου καὶ τοῦ ἐν τῇ τροφῇ ὑγροῦ γλυκέος ὄντος.
而关于膀胱中收集的排泄物,其原因似乎也是相同的;因为尽管饮用的液体和食物中的水分是甜的,但那排泄物也变得又苦又咸。
εἰ δὴ ὥσπερ τὸ διὰ τῆς κονίας ἠθούμενον ὕδωρ γίγνεται πικρόν, καὶ ταῦτα, τῷ μὲν οὔρῳ συγκαταφερομένης τοιαύτης τινὸς δυνάμεως οἵα καὶ φαίνεται ὑφισταμένη ἐν τοῖς ἀγγείοις ἁλμυρίς, τῷ δ᾿ ἱδρῶτι συνεκκρινομένης ἐκ τῶν σαρκῶν, οἷον καταπλύνοντος τὸ τοιοῦτον ἐκ τοῦ σώματος τοῦ ἐξιόντος ὑγροῦ, δῆλον ὅτι κἀν τῇ θαλάττῃ τὸ ἐκ τῆς γῆς συγκαταμισγόμενον τῷ ὑγρῷ αἴτιον τῆς ἁλμυρότητος.
如果就像通过灰水过滤的水变苦一样,这些也是如此——在尿液中,是某种类似于在容器中显现为沉淀的盐分力量被一同带下,在汗液中,则是这种力量随汗液从肉体中共同分泌出来,就像排出的液体从身体中清洗掉这种物质一样——那么显而易见,在海洋中,大地的物质与液体混合也是咸度的原因。
ἐν μὲν οὖν τῷ σώματι γίγνεται τὸ τοιοῦτον ἡ τῆς τροφῆς ὑπόστασις διὰ τὴν ἀπεψίαν· ἐν δὲ τῇ γῇ τίνα τρόπον ὑπῆρχε, λεκτέον.
在身体中,这种物质是因为消化不良而成为食物的残留物;但在大地中,我们必须说明它是以何种方式存在的。
ὅλως δὲ πῶς οἷόν τε τοσοῦτον ὕδατος πλῆθος ξηραινομένης καὶ θερμαινομένης ἐκκριθῆναι;
而且总的来说,当大地被烘干和加热时,怎么可能分泌出如此大量的水呢?
πολλοστὸν γὰρ δεῖ μέρος αὐτὸ τοῦ λειφθέντος εἶναι ἐν τῇ γῇ.
因为它必然只是留在地底下的水的一极小部分。
ἔτι διὰ τί οὐ καὶ νῦν ὅταν ξηραινομένη τύχῃ γῆ, εἴτε πλείων εἴτε ἐλάττων, ἰδίει;
再者,为什么现在当大地刚好变干燥时(无论干燥的部分多还是少),它不排汗呢?
(ἡ γὰρ ὑγρότης καὶ ὁ ἱδρὼς γίγνεται πικρός.
(因为那种水分,即汗水,会变苦。
) εἴπερ γὰρ καὶ τότε, καὶ νῦν ἐχρῆν.
)因为如果当时是这样,现在也应该如此。
οὐ φαίνεται δὲ τοῦτο συμβαῖνον, ἀλλὰ ξηρὰ μὲν οὖσα ὑγραίνεται, ὑγρὰ δ᾿ οὖσα οὐδὲν πάσχει τοιοῦτον.
但这种情况似乎并未发生;相反,它干燥时会变湿,而湿润时却不经受任何此类影响。
πῶς οὖν οἷόν τε περὶ τὴν πρώτην γένεσιν, ὑγρᾶς οὔσης τῆς γῆς, ἰδίειν ξηραινομένην;
那么,在最初生成时,既然大地是湿的,它又怎么可能因为变干而排汗呢?
ἀλλὰ μᾶλλον εἰκός, ὥσπερ φασί τινες, ἀπελθόντος τοῦ πλείστου καὶ μετεωρισθέντος τοῦ ὑγροῦ διὰ τὸν ἥλιον, τὸ λειφθὲν εἶναι θάλατταν· ὑγρὰν δ᾿ οὖσαν ἰδίειν ἀδύνατον.
相反,更合理的说法是,正如某些人所说,在大部分水分离去并被太阳提升到空中之后,留下的部分成了海;因为湿润时是不可能排汗的。
τὰ μὲν οὖν λεγόμενα τῆς ἁλμυρότητος αἴτια διαφεύγειν φαίνεται τὸν λόγον·
因此,所说的那些关于咸度的原因似乎都无法立足。
ἡμεῖς δὲ λέγωμεν ἀρχὴν λαβόντες τὴν αὐτὴν ἣν καὶ πρότερον· ἐπειδὴ γὰρ κεῖται διπλῆν εἶναι τὴν ἀναθυμίασιν, τὴν μὲν ὑγρὰν τὴν δὲ ξηράν, δῆλον ὅτι ταύτην οἰητέον ἀρχὴν εἶναι τῶν τοιούτων.
而我们则从之前相同的起点开始讨论:因为既然已经假定有两种蒸气,一种是湿的,一种是干的,显然应当把这看作是此类现象的原理。
καὶ δὴ καὶ περὶ οὗ ἀπορῆσαι πρότερον ἀναγκαῖον, πότερον καὶ ἡ θάλαττα ἀεὶ διαμένει τῶν αὐτῶν οὖσα μορίων ἀριθμῷ ἢ τῷ εἴδει καὶ τῷ ποσῷ μεταβαλλόντων ἀεὶ τῶν μερῶν, καθάπερ ἀὴρ καὶ τὸ πότιμον ὕδωρ καὶ πῦρ (ἀεὶ γὰρ ἄλλο καὶ ἄλλο γίγνεται τούτων ἕκαστον, τὸ δ᾿ εἶδος τοῦ πλήθους ἑκάστου τούτων μένει, καθάπερ τὸ τῶν ῥεόντων ὑδάτων καὶ τὸ τῆς φλογὸς ῥεῦμα)·
而且,关于必须首先提出疑难的问题:海洋是否也始终由数量相同的分子构成并存续,还是其部分始终在形式和数量上发生着变化,正如空气、可饮用的水以及火那样(因为这些之中的每一个都在不断地交替,但它们各自总量的形式却保持不变,就像流动的水和火焰的流动一样)。
φανερὸν δὴ καὶ τοῦτο καὶ πιθανόν, ὡς ἀδύνατον μὴ τὸν αὐτὸν εἶναι περὶ πάντων τούτων λόγον, καὶ διαφέρειν ταχυτῆτι καὶ βραδυτῆτι τῆς μεταβολῆς, ἐπὶ πάντων τε φθορὰν εἶναι καὶ γένεσιν, ταύτην μέντοι τεταγμένως συμβαίνειν πᾶσιν αὐτοῖς.
这一点也是显而易见且合理的:对所有这些事物不可能不适用相同的道理,它们只是在变化的快慢上有所不同,而且所有这些事物都有消亡和生成,然而这在所有这些事物中都是有秩序地发生的。
τούτων δ᾿ οὕτως ἐχόντων, πειρατέον ἀποδοῦναι τὴν αἰτίαν καὶ περὶ τῆς ἁλμυρότητος.
既然这些情况是如此,我们也必须设法给出关于咸度的原因。
φανερὸν δὴ διὰ πολλῶν σημείων ὅτι γίγνεται τοιοῦτος ὁ χυμὸς διὰ σύμμειξίν τινος.
从许多迹象中可以明显看出,这种味道是因为混入了某种东西而产生的。
ἔν τε γὰρ τοῖς σώμασι τὸ ἀπεπτότατον ἁλμυρὸν καὶ πικρόν, ὥσπερ καὶ πρότερον εἴπομεν· ἀπεπτότατον γὰρ τὸ περίττωμα τῆς ὑγρᾶς τροφῆς· τοιαύτη δὲ πᾶσα μὲν ἡ ὑπόστασις, μάλιστα δὲ ἡ εἰς τὴν κύστιν (σημεῖον δ᾿ ὅτι λεπτοτάτη ἐστίν· τὰ δὲ πεττόμενα πάντα συνίστασθαι πέφυκεν)· ἔπειτα ἱδρώς· ἐν οἷς τὸ αὐτὸ σῶμα συνεκκρίνεται, ὃ ποιεῖ τὸν χυμὸν τοῦτον.
因为在身体中,最不消化的部分是咸和苦的,正如我们之前说过的那样;因为液体食物的残留物是最不消化的;所有的沉淀物都是如此,尤其是进入膀胱的那些(其迹象是它是最稀薄的;因为凡是正在被消化的东西性质上都会凝固);其次是汗水;在这些之中,共同分泌出相同的物体,正是它产生了这种味道。
ὁμοίως δὲ καὶ ἐν τοῖς καομένοις· οὗ γὰρ ἂν μὴ κρατήσῃ τὸ θερμόν, ἐν μὲν τοῖς σώμασι γίγνεται περίττωσις, ἐν δὲ τοῖς καομένοις τέφρα.
而在被燃烧的事物中也是类似的;因为热力所无法克制的部分,在身体中成为残留物,而在被燃烧的事物中则成为灰烬。

词汇与语法注释

  1. 357a24κἂν εἴ τις ... οἴεται — 意为“即使有人认为……”。通常 κἂν (καὶ ἄν) 后接虚拟语气,但此处使用了直陈语气现在时 οἴεται。这是因为 κἂν εἴ 已固化为一个复合连词(即使),并引导表示现实假设的直陈语气,类似于拉丁语中的 etsi 或 quasi。
  2. 357b2εἰ δὴ ὥσπερ ... καὶ ταῦτα ... δῆλον ὅτι — 这是一个包含多重嵌套结构的极长句。主句的骨架是“如果……(εἰ δὴ……),那么显而易见(δῆλον ὅτι……)”。在由 εἰ δὴ 引导的条件从句中,首先出现的是比较句 ὥσπερ…… γίγνεται πικρόν,紧接着是 καὶ ταῦτα(这些也是如此)。在此之下,对称地插入了关于尿液(τῷ μὲν οὔρῳ……)和汗液(τῷ δ᾿ ἱδρῶτι……)的两个属格独立结构。最后,用 οἷον 以下的部分补充说明了汗液分泌的机制,进而导向以 δῆλον ὅτι 开始的结论句。
  3. 357b10πολλοστὸν γὰρ δεῖ μέρος αὐτὸ τοῦ λειφθέντος εἶναι — 意为“因为这必然只是留下来的极小一部分”。单词 πολλοστός 原意为“第许多个”,但此处表示极小的比例(“极小的一部分”)。δεῖ 作为无人称动词,在此处表示逻辑上的真实必然性或推测(“必定是”、“应当是”),而非道德或行动上的义务。

引用这一段

亚里士多德, 气象学 §2.3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。