§2.3#3διὸ καὶ τὴν θάλαττάν τινες ἐκ κατακεκαυμένης φασὶ γενέσθαι γῆς.
因此,也有人说海洋是由烧焦的大地产生的。
ὃ οὕτω μὲν εἰπεῖν ἄτοπον, τὸ μέντοι ἐκ τοιαύτης ἀληθές·
虽然这样说很荒谬,但说它产生自这样的大地却是真实的。
ὥσπερ γὰρ καὶ ἐν τοῖς εἰρημένοις, οὕτω καὶ ἐν τῷ ὅλῳ ἔκ τε τῶν φυομένων καὶ γιγνομένων κατὰ φύσιν ἀεὶ δεῖ νοεῖν, ὥσπερ ἐκ πεπυρωμένων τὸ λειπόμενον τοιαύτην εἶναι γῆν, καὶ δὴ καὶ τὴν ἐν τῇ ξηρᾷ ἀναθυμίασιν πᾶσαν· αὕτη γὰρ καὶ παρέχεται τὸ πολὺ τοῦτο πλῆθος.
因为就像在已提及的例子中一样,在整个宇宙中也必须始终认为,从依自然生长和生成的事物中,就像从被烧毁的事物中剩下的是这样的大地一样,而确实在干燥大地中的所有蒸气也是如此;因为这提供了这极大的数量。
μεμειγμένης δ᾿ οὔσης, ὥσπερ εἴπομεν, τῆς τε ἀτμιδώδους ἀναθυμιάσεως καὶ τῆς ξηρᾶς, ὅταν συνιστῆται εἰς νέφη καὶ ὕδωρ, ἀναγκαῖον ἐμπεριλαμβάνεσθαί τι πλῆθος ἀεὶ ταύτης τῆς δυνάμεως, καὶ συγκαταφέρεσθαι πάλιν ὕοντος, καὶ τοῦτ᾿ ἀεὶ γίγνεσθαι κατά τινα τάξιν, ὡς ἐνδέχεται μετέχειν τὰ ἐνταῦθα τάξεως.
而且,正如我们所说,由于湿的蒸气与干的蒸气相混合,当它们在云和水中凝结时,这种力量的一定数量必须始终被包含在内,并在下雨时再次一同降下,而这总是按照某种秩序发生的,只要这里的事物能够参与秩序。
ὅθεν μὲν οὖν ἡ γένεσις ἔνεστιν τοῦ ἁλμυροῦ ἐν τῷ ὕδατι, εἴρηται.
因此,水中的盐分是如何产生的,已经说明了。
καὶ διὰ τοῦτο τά τε νότια ὕδατα πλατύτερα καὶ τὰ πρῶτα τῶν μετοπωρινῶν· ὅ τε γὰρ νότος καὶ τῷ μεγέθει καὶ τῷ πνεύματι ἀλεεινότατος ἄνεμός ἐστιν, καὶ πνεῖ ἀπὸ τόπων ξηρῶν καὶ θερμῶν, ὥστε μετ᾿ ὀλίγης ἀτμίδος.
正因为如此,南风带来的雨水更咸,秋天的第一批雨水也是如此;因为南风无论是其规模还是吹拂,都是最温暖的风,且它吹自干燥和温暖的地方,因而几乎不带湿气。
διὸ καὶ θερμός ἐστιν· εἰ γὰρ καὶ μὴ τοιοῦτος, ἀλλ᾿ ὅθεν ἄρχεται πνεῖν ψυχρός, οὐδὲν ἧττον προϊὼν διὰ τὸ συμπεριλαμβάνειν πολλὴν ἀναθυμίασιν ξηρὰν ἐκ τῶν σύνεγγυς τόπων θερμός ἐστιν·
所以它是温暖的;因为即使它原本不是这样,而是在开始吹拂的地方是寒冷的,但随着它的前行,因为它从邻近的地方吸收了许多干燥的蒸气,它仍然是温暖的。
ὁ δὲ βορέας ἅτε ἀφ᾿ ὑγρῶν τόπων ἀτμιδώδης· διὸ ψυὑδατώδης. χρός· τῷ δ᾿ ἀπωθεῖν αἴθριος ἐνταῦθα, ἐν δὲ τοῖς ἐναντίοις ὑδατώδης.
而北风因其来自湿润的地方而带有湿气;因此是寒冷的;但通过将云推开,它在这里带来了晴天,而在相反的地区则带来了雨水。
ὁμοίως δὲ καὶ ὁ νότος αἴθριος τοῖς περὶ τὴν Λιβύην.
同样,南风也给利比亚周围的人们带来晴天。
πολὺ οὖν ἐν τῷ καταφερομένῳ ὕδατι συμβάλλεται τοιοῦτον, καὶ τοῦ μετοπώρου πλατέα τὰ ὕδατα· ἀνάγκη γὰρ τὰ βαρύτατα πρῶτα φέρεσθαι.
因此,在降下的雨水中,这种物质有很多混入其中,而秋天的雨水也是咸的;因为最重的东西必须最先降下。
ὥστ᾿ ἐν ὅσοις ἔνεστι τῆς τοιαύτης γῆς πλῆθος, ῥέπει τάχιστα κάτω ταῦτα.
所以,那些含有大量此类大地的水最快向下倾落。
καὶ θερμή γε ἡ θάλαττα διὰ τοῦτό ἐστιν· πάντα γὰρ ὅσα πεπύρωται, ἔχει δυνάμει θερμότητα ἐν αὑτοῖς.
海之所以温暖也是因为这个原因;因为凡是被烧毁的东西,其内部都潜在地含有热量。
ὁρᾶν δ᾿ ἔξεστι καὶ τὴν κονίαν καὶ τὴν τέφραν καὶ τὴν ὑπόστασιν τῶν ζῷων καὶ τὴν ξηρὰν καὶ τὴν ὑγράν· καὶ τῶν θερμοτάτων γε κατὰ τὴν κοιλίαν ζῴων συμβαίνει θερμοτάτην εἶναι τὴν ὑπόστασιν.
这在灰水、灰烬以及动物的干燥和湿润的排泄物中都可以看到;实际上,在那些腹部最温暖的动物中,它们的排泄物也恰好是最温暖的。
γίγνεται μὲν οὖν ἀεί τε πλατυτέρα διὰ ταύτην τὴν αἰτίαν, ἀνάγεται δ᾿ ἀεί τι μέρος αὐτῆς μετὰ τοῦ γλυκέος (ἀλλ᾿ ἔλαττον τοσούτῳ ὅσῳ καὶ ἐν τῷ ὑομένῳ τὸ ἁλμυρὸν καὶ πλατὺ τοῦ γλυκέος ἔλαττον· διόπερ ἰσάζει ὡς ἐπίπαν εἰπεῖν).
因此,由于这个原因,海总是变得更咸,但它的一部分总是与甜的部分一同被提升(但其数量要少得多,正如雨水中所含的咸而苦的部分少于甜的部分一样;所以,大体上可以说是相等的)。
ὅτι δὲ γίγνεται ἀτμίζουσα πότιμος καὶ οὐκ εἰς θάλατταν συγκρίνεται τὸ ἀτμίζον, ὅταν συνιστῆται πάλιν, πεπειραμένοι λέγωμεν.
而关于海蒸发后会变成可饮用的水,且蒸发物在再次凝结时并不会结合成海水,让我们以实验为依据来谈谈。
πάσχει δὲ καὶ τἆλλα ταὐτό· καὶ γὰρ οἶνος καὶ πάντες οἱ χυμοί, ὅσοι ἂν ἀτμίσαντες πάλιν εἰς ὑγρὸν συστῶσιν, ὕδωρ γίγνονται·
其他事物也经历同样的过程;因为即使是葡萄酒和所有的液汁,只要蒸发并再次凝结成液体,都会变成水。
πάθη γὰρ τἆλλα διά τινα σύμμειξιν τοῦ ὕδατός ἐστιν, καὶ οἷον ἄν τι ᾖ τὸ συμμειχθέν, τοιοῦτον ποιεῖ τὸν χυμόν.
因为其他属性是水由于某种混合而受到的影响,无论混合的是什么物质,都会使味道变成那种。
ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις καιροῖς οἰκειοτέροις ποιητέον τὴν σκέψιν.
但是关于这些,我们必须在其他更合适的时机进行考察。
νῦν δὲ τοσοῦτον λέγωμεν, ὅτι τῆς θαλάττης ὑπαρχούσης αἰεί τι ἀνάγεται καὶ γίγνεται πότιμον καὶ ἄνωθεν ἐν τῷ ὑομένῳ κατέρχεται ἄλλο γεγενημένον, οὐ τὸ ἀναχθέν· καὶ διὰ βάρος ὑφίσταται τῷ ποτίμῳ.
现在,我们只说这么多:在海洋始终存在的同时,它的某一部分总是被提升并变成可饮用的,而另一部分变成不同的东西后,从上面的雨水中降下,而不是那被提升的部分本身;且由于其重量,它沉积在可饮用水的下方。
καὶ διὰ τοῦτο οὔτ᾿ ἐπιλείπει, ὥσπερ οἱ ποταμοί, ἀλλ᾿ ἢ τοῖς τόποις (τοῦτο δ᾿ ἐπ᾿ ἀμφοτέρων ἀνάγκη συμβαίνειν ὁμοίως), οὔτε ἀεὶ τὰ αὐτὰ μέρη διαμένει, οὔτε γῆς οὔτε θαλάττης, ἀλλ᾿ ἢ μόνον ὁ πᾶς ὄγκος.
因此,它不会像河流那样枯竭,除了在它的位置上发生变化(这在两者上都必然同样发生),而且无论在大地还是海洋中,相同的分子并不会始终留存,而只有其整个总量留存。
καὶ γὰρ καὶ περὶ γῆς ὁμοίως δεῖ ὑπολαβεῖν· τὸ μὲν γὰρ ἀνέρχεται, τὸ δὲ πάλιν συγκαταβαίνει, καὶ τοὺς τόπους μεταβάλλει τά τ᾿ ἐπιπολάζοντα καὶ τὰ κατιόντα πάλιν.
因为关于大地也必须同样理解;因为一部分上升,而另一部分又一同下降,且地表之物和下降之物又相互改变其位置。
ὅτι δ᾿ ἐστὶν ἐν μείξει τινὸς τὸ ἁλμυρόν, δῆλον οὐ μόνον ἐκ τῶν εἰρημένων, ἀλλὰ καὶ ἐάν τις ἀγγεῖον πλάσας θῇ κήρινον εἰς τὴν θάλατταν, περιδήσας τὸ στόμα τοιούτοις ὥστε μὴ παρεγχεῖσθαι τῆς θαλάττης·
盐分存在于某种混合物中,这不仅从已说过的那些话中可以明显看出,而且如果有人捏制一个蜡质容器并放入海中,把口部用使其不致渗入海水的材料系紧,也是显而易见的。
τὸ γὰρ εἰσιὸν διὰ τῶν τοίχων τῶν κηρίνων γίγνεται πότιμον ὕδωρ· ὥσπερ γὰρ δι᾿ ἠθμοῦ τὸ γεῶδες ἀποκρίνεται καὶ τὸ ποιοῦν τὴν ἁλμυρότητα διὰ τὴν σύμμειξιν.
因为通过蜡壁渗入的水会变成可饮用的水;因为仿佛通过过滤器一般,泥土质的成分被分离开来,正是这种成分通过混合而产生了咸度。