§2.3#13 περὶ δὲ τῆς ἁλμυρότητος αὐτῆς λεκτέον, καὶ πότερον αἰεί ἐστιν ἡ αὐτή, ἢ οὔτʼ ἦν οὔτʼ ἔσται ἀλλʼ ὑπολείψει· καὶ γὰρ οὕτως οἴονταί τινες.
3 关于海本身的咸度,我们必须加以探讨,以及它是否始终如一,或者它过去既不存在,将来也不会存在,而是会消失;因为确实有些人是这样认为的。
τοῦτο μὲν οὖν ἐοίκασι πάντες ὁμολογεῖν, ὅτι γέγονεν, εἴπερ καὶ πᾶς ὁ κόσμος· ἅμα γὰρ αὐτῆς ποιοῦσι τὴν γένεσιν.
因此,大家似乎都同意这一点:如果整个宇宙有其生成,海也是生成的;因为他们将海的生成与宇宙的生成同时进行。
ὥστε δῆλον ὡς εἴπερ ἀίδιον τὸ πᾶν, καὶ περὶ τῆς θαλάττης οὕτως ὑποληπτέον.
所以显而易见,如果宇宙整体是永恒的,关于海也必须这样看待。
τὸ δὲ νομίζειν ἐλάττω τε γίγνεσθαι τὸ πλῆθος, ὥσπερ φησὶ Δημόκριτος, καὶ τέλος ὑπολείψειν, τῶν Αἰσώπου μύθων οὐδὲν διαφέρειν ἔοικεν ὁ πεπεισμένος οὕτως·
而认为水量在减少,正如德谟克利特所说,并且最终会消失,确信这一点的人,似乎与伊索普的寓言没有什么两样。
καὶ γὰρ ἐκεῖνος ἐμυθολόγησεν ὡς δὶς μὲν ἡ Χάρυβδις ἀναρροφήσασα τὸ μὲν πρῶτον τὰ ὅρη ἐποίησεν φανερά, τὸ δὲ δεύτερον τὰς νήσους, τὸ δὲ τελευταῖον ῥοφήσασα ξηρὰν ποιήσει πάμπαν.
因为那个人也编造寓言说,卡律布狄斯曾两次吸水,第一次使山脉显露出来,第二次使岛屿显露,最后一次吸水则将使其完全干涸。
ἐκείνῳ μὲν οὖν ἥρμοττεν ὀργιζομένῳ πρὸς τὸν πορθμέα τοιοῦτον εἰπεῖν μῦθον, τοῖς δὲ τὴν ἀλήθειαν ζητοῦσιν ἧττον·
因此,对那个人来说,在对渡船夫生气时说出这样的寓言是合适的,但对于寻求真理的人来说则不那么合适。
διʼ ἣν γὰρ αἰτίαν ἔμεινε τὸ πρῶτον, εἴτε διὰ βάρος, ὥσπερ τινὲς καὶ τούτων φασίν (ἐν προχείρῳ γὰρ τούτου τὴν αἰτίαν ἰδεῖν), εἴτε καὶ διʼ ἄλλο τι, δῆλον ὅτι διὰ τοῦτο διαμένειν ἀναγκαῖον καὶ τὸν λοιπὸν χρόνον αὐτήν.
因为无论海最初是因为什么原因留下来的,无论是由于重量,正如他们中的一些人也这么说,因为显而易见能看出这个原因,还是由于其他什么原因,显然由于这个原因,海必然在余下的时间里也同样存续。
ἢ γὰρ λεκτέον αὐτοῖς ὅτι οὐδὲ τὸ ἀναχθὲν ὕδωρ ὑπὸ τοῦ ἡλίου ἥξει πάλιν, ἢ εἴπερ τοῦτʼ ἔσται, ἀναγκαῖον ἤτοι ἀεὶ ἢ μέχρι οὗπερ ἄν ᾖ τοῦτο ὑπολείπεσθαι τὴν θάλατταν, καὶ πάλιν ἀναχθῆναι ἐκεῖνο πρότερον δεήσει τὸ πότιμον.
因为他们必须说,要么太阳提升的水不会再回来,要么如果这会发生,那么只要这种情况存在,海就必然始终或者一直存留下去,并且首先必须是那些被提升的甘甜之水再次返回。
ὥστε οὐδέποτε ξηρανεῖται· πάλιν γὰρ ἐκεῖνο φθήσεται καταβὰν εἰς τὴν αὐτὴν τὸ προανελθὸν·
因此,海绝不会干涸;因为先前上升的水会先下降回到相同的地方。
διαφέφει γὰρ οὐδὲν ἅπαξ τοῦτʼ εἰπεῖν ἢ πολλάκις.
因为说一次还是说多次并没有什么不同。
εἰ μὲν οὖν τὸν ἥλιον παύσει τις τῆς φορᾶς, τὶ ἔσται τὸ ξηραῖνον;
如果有人让太阳停止运转,那么是什么使其干燥呢?
εἰ δʼ ἐάσει εἶναι τὴν περιφοράν, ἀεὶ πλησιάζων τὸ πότιμον, καθάπερ εἴπομεν, ἀνάξει, ἀφήσει δὲ πάλιν ἀναχωρῶν.
但如果任由其公转,它在接近时总会像我们说过的那样提升甘甜的水,而在退去时又会将其放回。
ἔλαβον δὲ ταύτην τὴν διάνοιαν κατὰ τῆς θαλάττης ἐκ τοῦ πολλοὺς τόπους φαίνεσθαι ξηροτέρους νῦν ἢ πρότερον·
但是,他们产生关于海的这种想法,是由于现在许多地方看起来比以前更干燥。
περὶ οὗ τὴν αἰτίαν εἴπομεν, ὅτι τῶν κατά τινα χρόνον ὑπερβολῶν γιγνομένων ὕδατος τοῦτʼ ἐστὶν τὸ πάθος, ἀλλʼ οὐ διὰ τὴν τοῦ παντὸς γένεσιν καὶ τῶν μορίων·
关于其原因我们已经说过,这是由于在某个时期内产生的过量降水现象,而不是因为宇宙整体及其部分的生成变化。
καὶ πάλιν γʼ ἔσται τοὐναντίον· καὶ ὅταν γένηται, ξηρανεῖται πάλιν·
相反地,以后又会发生相反的情况,而当相反的情况发生时,又会变干。
καὶ τοῦθʼ οὕτως κατὰ κύκλον ἀναγκαῖον ἀεὶ βαδίζειν· μᾶλλον γὰρ οὕτως εὔλογον ὑπολαβεῖν ἢ διὰ ταῦτα τὸν οὐρανὸν ὅλον μεταβάλλειν.
而这必然像这样循环往复;因为这样假设比因为这些事情而使整个天体发生改变更为合理。
ἀλλὰ περὶ μὲν τούτων πλείω τῆς ἀξίας ἐνδιατέτριφεν ὁ λόγος·
不过,关于这些问题的讨论,已经占用了超出其应有价值的篇幅。
περὶ δὲ τῆς ἁλμυρότητος, τοῖς μὲν ἅπαξ γεννήσασι καὶ ὅλως αὐτὴν γεννῶσιν ἀδύνατόν ἐστιν ἁλμμυρὰν ποιεῖν.
至于咸度,对于那些认为海是一次性生成的,以及认为海有生成的人来说,是不可能解释其为何是咸的。
εἰ γὰρ παντὸς τοῦ ὑγροῦ τοῦ περὶ τὴν γῆν ὄντος καὶ ἀναχθέντος ὑπὸ τοῦ ἡλίου τὸ ὑπολειφθὲν ἐγένετο θάλαττα, εἴτʼ ἐνυπῆρχε τοσοῦτος χυμὸς ἐν τῷ πολλῷ ὕδατι καὶ γλυκεῖ διὰ τὸ συμμμειχθῆναί τινα γῆν τοιαύτην, οὐδὲν ἧττον ἐλθόντος πάλιν τοῦ διατμίσαντος ὕδατος ἀνάγκη, ἴσου γʼ ὄντος τοῦ πλήθους, καὶ τὸ πρῶτον· ἢ εἰ μηδὲ τὸ πρῶτον, μηδʼ ὕστερον ἁλμυρὰν αὐτὴν εἶναι.
因为,如果说存在于地球周围并被太阳提升的所有液体中,留下的部分变成了海,或者,如果在大量的甘甜之水中,由于混合了某种大地的物质而一开始就存在着如此多的味道,那么,当蒸发的水再次返回时,由于总量是相等的,其结果必然和最开始一样;或者,如果最开始不是咸的,后来也不会是咸的。
εἰ δὲ καὶ τὸ πρῶτον εὐθὺς ἦν, λεκτέον τίς ἡ αἰτία, καὶ ἅμα διὰ τὶ οὐκ εἰ καὶ τότε ἀνήχθη καὶ νῦν πάσχει ταὐτὸ.
如果最开始一上来就是咸的,那么必须说明原因是什么,同时还要说明,如果当时水被提升了,为什么现在也会发生同样的事情。
ἀλλὰ μὴν καὶ ὅσοι τὴν γῆν αἰτιῶνται τῆς ἁλμυρότητος ἐμμειγνυμένην (ἔχειν γάρ φασι πολλοὺς χυμοὺς αὐτήν, ὥσθʼ ὑπὸ τῶν ποταμῶν συγκαταφερομένην διὰ τὴν μεῖξιν ποιεῖν ἁλμυράν), ἄτοπον τὸ μὴ καὶ τοὺς ποταμοὺς ἁλμυροὺς εἶναι·
不仅如此,所有将咸度归因于大地混入的人(因为他们说大地有许多味道,所以被河流一同冲下,由于混合而使海变咸),如果河流不是咸的,这就很荒谬了。
πῶς γὰρ δυνατὸν ἐν πολλῷ μὲν πλήθει ὕδατος ἐπίδηλον οὕτως ποιεῖν τὴν μεῖξιν τῆς τοιαύτης γῆς, ἐν ἑκάστῳ δὲ μή;
因为,怎么可能在巨大的水量中如此明显地表现出这种大地的混合,而在每一条河流中却不明显呢?
δῆλον γὰρ ὅτι ἡ θάλαττά ἐστιν ἅπαν τὸ ποτάμιον ὕδωρ· οὐδενὶ γὰρ διέφερεν ἀλλʼ ἢ τῷ ἁλμυρὰ εἶναι τῶν ποταμῶν· τοῦτο δ᾿ ἐν ἐκείνοις ἔρχεται εἰς τὸν τόπον εἰς ὃν ἀθρόοι ῥέουσιν.
显而易见,海洋是所有河水的汇集;因为它与河水没有任何不同,除了它是咸的之外,而这在河流中,进入了它们一齐流入的那个地方。