Humanitext Reader

亚里士多德 · 气象学 §2.2#1

水循环的机制与太阳以水分维生说的驳斥

第 23 段,共 68 段 · 希腊语

内容简介

亚里士多德批评了前人关于海洋是所有水之源泉的观点,通过解释水循环机制驳斥了太阳以水分维生的理论,并为解释海水为何是咸的奠定了理论基础。

§2.2#12 περὶ δὲ τῆς γενέσεως αὐτῆς, εἰ γέγονε, καὶ τοῦ χυμοῦ, τίς ἡ αἰτία τῆς ἁλμυρότητος καὶ πικρότητος, λεκτέον.
2 关于海洋的生成(如果它确实是生成的),以及关于它的味道,其咸和苦的原因是什么,我们必须予以说明。
ἡ μὲν οὖν αἰτία ἡ ποιήσασα τοὺς πρότερον οἴεσθαι τὴν θάλατταν ἀρχὴν εἶναι καὶ σῶμα τοῦ παντὸς ὕδατος ἥδ᾿ ἐστίν· δόξειε γὰρ ἄν εὔλογον εἶναι, καθάπερ καὶ τῶν ἄλλων στοιχείων ἐστὶν ἠθροισμένος ὄγκος καὶ ἀρχὴ διὰ τὸ πλῆθος, ὅθεν μεταβάλλει τε μεριζόμενον καὶ μείγνυται τοῖς ἄλλοις οἷον πυρὸς μὲν ἐν τοῖς ἄνω τόποις, ἀέρος δὲ πλῆθος τὸ μετὰ τὸν τοῦ πυρὸς τόπον, γῆς δὲ σῶμα περὶ ὃ ταῦτα πάντα κεῖται φανερῶς· ὥστε δῆλον ὅτι κατὰ τὸν αὐτὸν λόγον καὶ περὶ ὕδατος ἀνάγκη ζητεῖν.
那么,使前人认为海洋是全部水的起点和本体的原因是这样的:因为这似乎是合理的,正如其他元素也因其数量而有一个聚集的体积和起点一样,当被分割时它们由此发生变化并与其他元素混合——例如在上方区域的火,以及在火的区域之后的空气量,以及所有这些显然围绕其分布的大地的本体;因此,显然根据同样的道理,关于水也必须进行同样的探求。
τοιοῦτον δʼ οὐδὲν ἄλλο φαίνεται σῶμα κείμενον ἀθρόον, ὥσπερ καὶ τῶν ἄλλων στοιχείων, πλὴν τὸ τῆς θαλάττης μέγεθος· τὸ γὰρ τῶν ποταμῶν οὔτʼ ἀθρόον οὔτε στάσιμον, ἀλλʼ ὡς γιγνόμενον ἀεὶ φαίνεται καθʼ ἡμέραν.
但是,除了海洋的巨大体量之外,没有发现其他类似的、像其他元素那样聚集在一起的本体;因为河流的水既不聚集也不静止,而是显得每天都在不断生成。
ἐκ ταύτης δὴ τῆς ἀπορίας καὶ ἀρχὴ τῶν ὑγρῶν ἔδοξεν εἶναι καὶ τοῦ παντὸς ὕδατος ἡ θάλαττα.
正是由于这个困难,海洋才被认为是湿润之物以及全部水的起点。
διὸ καὶ τοὺς ποταμοὺς οὐ μόνον εἰς ταύτην ἀλλὰ καὶ ἐκ ταύτης φασί τινες ῥεῖν· διηθούμενον γὰρ γίγνεσθαι τὸ ἁλμυρὸν πότιμον.
因此,甚至有人说河流不仅流入海洋,而且也流出海洋;因为他们说咸水通过过滤会变成饮用水。
ἀντίκειται δὲ ἑτέρα πρὸς ταύτην τὴν δόξαν ἀπορία, τί δή ποτʼ οὐκ ἔστιν τὸ συνεστὸς ὕδωρ τοῦτο πότιμον, εἴπερ ἀρχὴ τοῦ παντὸς ὕδατος, ἀλλʼ ἁλμυρόν.
但是,另一个困难与这个意见相对立,即如果海洋确实是全部水的起点,为什么这聚集在一起的水不能饮用,而是咸的。
τὸ δʼ αἴτιον ἅμα ταύτης τε τῆς ἀπορίας λύσις ἔσται, καὶ περὶ θαλάττης τὴν πρώτην λαβεῖν ὑπόληψιν ἀναγκαῖον ὀρθῶς.
而这个原因同时也就是这个困难的解决办法,并且有必要首先正确地把握关于海洋的基本设定。
τοῦ γὰρ ὕδατος περὶ τὴν γῆν περιτεταμένου, καθάπερ περὶ τοῦτο ἡ τοῦ ἀέρος σφαῖρα καὶ περὶ ταύτην ἡ λεγομένη πυρός (τοῦτο γάρ ἐστι πάντων ἔσχατον, εἶθʼ ὡς οἱ πλεῖστοι λέγουσιν εἴθ᾿ ὡς ἡμεῖς), φερομένου δὲ τοῦ ἡλίου τοῦτον τὸν τρόπον, καὶ διὰ ταῦτα τῆς μεταβολῆς καὶ γενέσεώς τε καὶ φθορᾶς οὔσης, τὸ μὲν λεπτότατον καὶ γλυκύτατον ἀνάγεται καθʼ ἑκάστην ἡμέραν καὶ φέρεται διακρινόμενον καὶ ἀτμίζον εἰς τὸν ἄνω τόπον, ἐκεῖ δὲ πάλιν συστὰν διὰ τὴν ψύξιν καταφέρεται πάλιν πρὸς τὴν γῆν.
因为水分布在大地的周围,正如大地的周围有空气球,而空气球的周围有被称为火的球(因为这是所有元素中最后的一层,无论是如大多数人所说还是如我们所说),而太阳是以这种方式运行的,并且由于这些原因存在着变化、生成和消灭,因此最细微、最甘甜的部分每天被带上去,并在分离和蒸发中被运送到上方的区域,在那里又因冷凝而再次降下到大地。
καὶ τοῦτʼ ἀεὶ βούλεται ποιεῖν ἡ φύσις οὕτως, καθάπερ εἴρηται πρότερον.
而自然总是希望以这种方式来进行这一过程,正如之前所说的那样。
διὸ καὶ γελοῖοι πάντες ὅσοι τῶν πρότερον ὑπέλαβον τὸν ἥλιον τρέφεσθαι τῷ ὑγρῷ· καὶ διὰ τοῦτʼ ἔνιοί γέ φασιν καὶ ποιεῖσθαι τὰς τροπὰς αὐτόν· οὐ γὰρ αἰεὶ τοὺς αὐτοὺς δύνασθαι τόπους παρασκευάζειν αὐτῷ τὴν τροφήν· ἀναγκαῖον δʼ εἶναι τοῦτο συμβαίνειν περὶ αὐτὸν ἢ φθείρεσθαι· καὶ γὰρ τὸ φανερὸν πῦρ, ἕως ἂν ἔχῃ τροφήν, μέχρι τούτου ζῆν, τὸ δʼ ὑγρὸν τῷ πυρὶ τροφὴν εἶναι μόνον, — ὥσπερ ἀφικνούμενον μέχρι πρὸς τὸν ἥλιον τὸ ἀναγόμενον τοῦ ὑγροῦ, ἢ τὴν ἄνοδον τοιαύτην οὖσαν οἵανπερ τῇ γιγνομένῃ φλογί, διʼ ἧς τὸ εἰκὸς λαβόντες οὕτω καὶ περὶ τοῦ ἡλίου ὑπέλαβον.
因此,前人中所有设想太阳以水分维生的人都是可笑的;甚至正是因为这个原因,有人声称太阳在进行它的回归;因为他们说同样的区域不能总是为它提供滋养,而它周围必须发生这种情况,否则它就会消灭;因为显现出来的火,只要有燃料,就会一直生存下去,而水分是火的唯一燃料,——仿佛上升的水分能一直到达太阳,或者其上升就像生成的火焰那样,他们由此获得了相似性,从而对太阳也作了如此设想。
τὸ δʼ οὐκ ἔστιν ὅμοιον· ἡ μὲν γὰρ φλὸξ διὰ συνεχοῦς ὑγροῦ καὶ ξηροῦ μεταβαλλόντων γίγνεται καὶ οὐ τρέφεται (οὐ γὰρ ἡ αὐτὴ οὖσα διαμένει οὐδένα χρόνον ὡς εἰπεῖν), περὶ δὲ τὸν ἥλιον ἀδύνατον τοῦτο συμβαίνειν, ἐπεὶ τρεφομένου γε τὸν αὐτὸν τρόπον, ὥσπερ ἐκεῖνοί φασιν, δῆλον ὅτι καὶ ὁ ἥλιος οὐ μόνον καθάπερ Ἡράκλειτός φησιν, νέος ἐφʼ ἡμέρῃ ἐστίν, ἀλλʼ ἀεὶ νέος συνεχῶς.
但情况并非相似;因为火焰是通过不断变化的湿物和干物的持续供给而生成的,而不是被滋养的(因为可以说,它作为相同的东西不能保持任何时间),但对于太阳来说,这是不可能发生的,因为如果它像他们所说的那样以同样的方式被滋养,显然太阳不仅像赫拉克勒斯所说的那样“每天都是新的”,而且是始终连续不断是新的。
ἔτι δʼ ἡ ὑπὸ τοῦ ἡλίου ἀναγωγὴ τοῦ ὑγροῦ ὁμοία τοῖς θερμαινομένοις ἐστὶν ὕδασιν ὑπὸ πυρός· εἰ οὖν μηδὲ τὸ ὑποκαόμενον τρέφεται πῦρ, οὐδὲ τὸν ἥλιον εἰκὸς ἦν ὑπολαβεῖν, οὐδʼ εἰ πᾶν θερμαίνων ἐξατμίσειεν τὸ ὕδωρ.
此外,太阳对水分的提升类似于被火加热的水;因此,如果连在下方燃烧的火也不被滋养,那么即使太阳通过加热使所有的水蒸发,设想太阳被滋养也是不合理的。
ἄτοπον δὲ καὶ τὸ μόνον φροντίσαι τοῦ ἡλίου, τῶν δʼ ἄλλων ἄστρων αὐτοὺς παριδεῖν τὴν σωτηρίαν, τοσούτων καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος ὄντων.
而且,只关注太阳,却忽视其他在数量和体积上如此巨大的星体的存续,也是荒谬的。
τὸ δʼ αὐτὸ συμβαίνει καὶ τούτοις ἄλογον καὶ τοῖς φάσκουσι τὸ πρῶτον ὑγρᾶς οὔσης καὶ τῆς γῆς, καὶ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν ὑπὸ τοῦ ἡλίου θερμαινομένου, ἀέρα γενέσθαι καὶ τὸν ὅλον οὐρανὸν αὐξηθῆναι, καὶ τοῦτον πνεύματά τε παρέχεσθαι καὶ τὰς τροπὰς αὐτοῦ ποιεῖν· φανερῶς γὰρ ἀεὶ τὸ ἀναχθὲν ὁρῶμεν καταβαῖνον πάλιν ὕδωρ· κἂν μὴ κατʼ ἐνιαυτὸν ἀποδιδῷ καὶ καθʼ ἑκάστην ὁμοίως χώραν, ἀλλʼ ἔν γέ τισιν τεταγμένοις χρόνοις ἀποδίδωσι πᾶν τὸ ληφθέν, ὡς οὔτε τρεφομένων τῶν ἄνωθεν, οὔτε τοῦ μὲν μένοντος ἀέρος ἤδη μετὰ τὴν γένεσιν, τοῦ δὲ γιγνομένου καὶ φθειρομένου πάλιν εἰς ὕδωρ, ἀλλʼ ὁμοίως ἅπαντος διαλυομένου καὶ συνισταμένου πάλιν εἰς ὕδωρ.
同样的不合理也发生在这些人以及那些声称起初大地也是湿的、大地周围的宇宙被太阳加热时产生了空气、整个天空得以增长、而这空气提供了风并引起了太阳回归的人身上;因为我们总是清楚地看到被提升的水再次降下来;即使它不是每年都在每个地区同样地返还,但它在某些固定的时间内返还了所有被取走的水,这表明上方的星体既没有被滋养,也没有一部分空气在生成后便留存下来,而另一部分则生成并再次消灭成水,而是全部同样地分解并再次冷凝成水。
τὸ μὲν οὖν πότιμον καὶ γλυκὺ διὰ κουφότητα πᾶν ἀνάγεται, τὸ δʼ ἁλμυρὸν ὑπομένει διὰ βάρος οὐκ ἐν τῷ αὐτοῦ οἰκείῳ τόπῳ· τοῦτο γὰρ οἰητέον ἀπορηθῆναί τε προσηκόντως (ἄλογον γὰρ εἰ μή τίς ἐστιν τόπος ὕδατος ὥσπερ καὶ τῶν ἄλλων στοιχείων) καὶ ταύτην εἶναι λύσιν· ὃν γὰρ ὁρῶμεν κατέχουσαν τόπον τὴν θάλατταν, οὗτος οὐκ ἔστιν θαλάττης ἀλλὰ μᾶλλον ὕδατος.
那么,可饮用的甘甜水分由于其轻便全部被带走,而咸水由于其重留在了后面,但并不是在它自己的固有位置上;因为我们必须认为这个问题被适当地提出了(因为如果水不像其他元素那样有自己的位置,那将是不合理的),并且这就是解决办法;因为我们看到海洋所占据的位置,不是海洋的,而更应该说是水的。

词汇与语法注释

  1. 354b5δόξειε γὰρ ἄν εὔλογον εἶναι — 这是可能祈愿(potential optative)句式,表示一种假设性的让步,即前人的观点“乍看之下似乎是合理的”。随后的 καθάπερ 从句引入了其他元素(火、空气、土)存在聚集块(ὄγκος)的类比,用以解释前人的思考过程:既然其他元素都在各自的区域拥有集中的体量,那么对水也作同样的设想便是自然的。
  2. 354b22τοῦ γὰρ ὕδατος περὶ τὴν γῆν περιτεταμένου — 这是一个长而复杂的句子,一直延伸到末尾的 καταφέρεται πάλιν πρὸς τὴν γῆν。其中包含嵌套的属格独立分词结构(τοῦ γὰρ ὕδατος... περιτεταμένου 和 φερομένου δὲ τοῦ ἡλίου...)及多个从句。主句的主语是 τὸ λεπτότατον καὶ γλυκύτατον(最细微、最甘甜的部分),主动词是 ἀνάγεται(被带上去)和 καταφέρεται(被带下来)。它在元素同心球体(水、空气、火)的背景下,描绘了全球水循环(蒸发与冷凝降雨)的机制。
  3. 355a4ἕως ἂν ἔχῃ τροφήν, μέχρι τούτου ζῆν — 这是一个间接引语结构,其中嵌入了条件从句(ἕως ἂν 搭配虚拟语气),而主句结论则由不定式 ζῆν 表达。该不定式延续了依赖于前文 φασίν(他们说)或 ἀναγκαῖον εἶναι(必然是)的间接陈述。亚里士多德在此指出前人的错误:他们企图从地面上火需要燃料(τροφή)这一物理现象,类推并设想天体太阳的燃烧。
  4. 355a33οὐκ ἐν τῷ αὐτοῦ οἰκείῳ τόπῳ — 关于“不在它自己的固有位置上”的解释。根据亚里士多德的自然哲学,虽然咸海水残留在地球的凹陷处(ὑπομένει),但该处并不是“咸水”本身的专属区域,而是在宇宙秩序中属于“水”(淡水/饮用水)这一元素的本然位置。这与后文(355b1-2)的论断“海洋所占据的位置,不是海洋的,而更应该说是水的”直接呼应。

引用这一段

亚里士多德, 气象学 §2.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。