§1.55 φαίνεται δέ ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης πολλὰ φάσματα ἐν τῷ οὐρανῷ, οἷον χάσματά τε καὶ βόθυνοι καὶ αἱματώδη χρώματα.
5 有时在晴夜,天空中会显现出许多正在形成的幻象,例如深渊、深坑和血红色。
αἴτιον δὲ ἐπὶ τούτων τὸ αὐτὸ·
这些现象的原因也是相同的。
ἐπεὶ γὰρ φανερός ἐστι συνιστάμενος ὁ ἄνω ἀὴρ ὥστʼ ἐκπυροῦσθαι, καὶ τὴν ἐκπύρωσιν ὁτὲ μὲν τοιαύτην γίγνεσθαι ὥστε φλόγα δοκεῖν καίεσθαι, ὁτὲ δὲ οἷον δαλοὺς φέρεσθαι καὶ ἀστέρας, οὐδὲν ἄτοπον εἰ χρωματίζεται ὁ αὐτὸς οὗτος ἀὴρ συνιστάμενος παντοδαπὰς χρόας·
因为显然,上层空气会凝缩到足以着火的程度,且这种着火有时呈现为仿佛火焰在燃烧,有时则仿佛木柴和星体在运送,那么,这同一空气在凝缩时被着上各种各样的颜色,也就不足为奇了。
διά τε γὰρ πυκνοτέρου διαφαινόμενον ἔλαττον φῶς καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀὴρ παντοδαπὰ χρώματα ποιήσει, μάλιστα δὲ φοινικοῦν ἢ πορφυροῦν, διὰ τὸ ταῦτα μάλιστα ἐκ τοῦ πυρώδους καὶ λευκοῦ φαίνεσθαι μειγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις, οἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα, καὶ διὰ καπνοῦ φοινικᾶ φαίνεται.
因为透过较稠密介质而显现出的较弱光线,以及接受反射的空气,都会产生各种各样的颜色,尤其是绯红色或紫色,因为这些颜色最容易在火红色和白色由于重叠遮挡而混合时显现出来,例如,在有暑热时升起和落下的星体,以及透过烟雾看星体,都会显得呈绯红色。
καὶ τῇ ἀνακλάσει δὲ ποιήσει, ὅταν τὸ ἕνοπτρον ᾖ τοιοῦτον ὥστε μὴ τὸ σχῆμα ἀλλὰ τὸ χρῶμα δέχεσθαι.
而且,它也会通过反射产生颜色,当反射镜处于只能接受颜色而非形状的状态时。
τοῦ δὲ μὴ πολὺν χρόνον μένειν ταῦτα ἡ σύστασις αἰτία ταχεῖα οὖσα.
而这些现象不能维持很长时间的原因,在于其形成是迅速的。
τὰ δὲ χάσματα ἀναρρηγνυμένου τοῦ φωτὸς ἐκ κυανοῦ καὶ μέλανος ποιεῖ τι βάθος ἔχειν δοκεῖν.
而深渊,则是当光线从深蓝色和黑色中破开时,使人觉得似乎具有某种深度。
πολλάκις δʼ ἐκ τῶν τοιούτων καὶ δαλοὶ ἐκπίπτουσιν, ὅταν συγκριθῇ μᾶλλον· συνιὸν δʼ ἔτι χάσμα δοκεῖ.
且常常从中也会有木柴弹出,当它更趋凝聚时;而在它仍在汇聚时,则显得像是个深渊。
ὅλως δʼ ἐν τῷ μέλανι τὸ λευκὸν πολλὰς ποιεῖ ποικιλίας, οἷον ἡ φλὸξ ἐν τῷ καπνῷ.
一般而言,黑色之中的白色会产生许多变化,就像烟雾中的火焰一样。
ἡμέρας μὲν οὖν ὁ ἤλιος κωλύει, νυκτὸς δʼ ἔξω τοῦ φοινικοῦ τὰ ἄλλα διʼ ὁμόχροιαν οὐ φαίνεται.
因此,白昼时太阳阻碍了它们,而夜晚时,除了绯红色以外,其他颜色因同色而不显现。
περὶ μὲν οὖν τῶν διαθεόντων ἀστέρων καὶ τῶν ἐκπυρουμένων, ἔτι δὲ τῶν ἄλλων τῶν τοιούτων φασμάτων ὅσα ταχείας ποιεῖται τὰς φαντασίας, ταύτας ὑπολαβεῖν δεῖ τὰς αἰτίας.
因此,关于疾驰的星体和着火的物体,以及其他那些迅速呈现的此类幻象,必须认为这就是它们的原因。