§1.6#2καὶ φανερῶν δὲ ὄντων αὐτῶν ἀπάντων καὶ μὴ φαινομένων πάντων, ἀλλʼ ἐνίων ὄντων πρὸς τῷ ἡλίῳ, οὐδὲν ἧττον κομῆται φαίνονται γιγνόμενοι πολλάκις.
并且,即使在它们全部可见时,或者在它们并非全部显现而其中一些靠近太阳时,彗星也同样经常显现出来。
ἀλλὰ μὴν οὐδὲ τοῦτο ἀληθές, ὡς ἐν τῷ πρὸς ἄρκτον τόπῳ γίγνεται κομήτης μόνον, ἅμα καὶ τοῦ ἡλίου ὄντος περὶ θερινὰς τροπάς·
此外,所谓彗星仅在向北的区域显现,且同时太阳处于夏至附近的说法也并非真实。
ὅ τε γὰρ μέγας κομήτης ὁ γενόμενος περὶ τὸν ἐν Ἀχαΐᾳ σεισμὸν καὶ τὴν τοῦ κύματος ἔφοδον ἀπὸ δυσμῶν τῶν ἰσημερινῶν ἀνέσχεν, καὶ πρὸς νότον ἤδη πολλοὶ γεγόνασιν.
因为在阿凯亚发生地震和海啸袭击前后显现的那颗大彗星,是从春分秋分的西方升起的,而且在南方也已经显现了许多彗星。
ἐπὶ δʼ ἄρχοντος Ἀθήνησιν Εὐκλέους τοῦ Μόλωνος ἐγένετο κομήτης ἀστὴρ πρὸς ἄρκτον μηνὸς Γαμηλιῶνος περὶ τροπὰς ὄντος τοῦ ἡλίου χειμερινάς· καίτοι τοσοῦτον ἀνακλασθῆναι καὶ αὐτοὶ τῶν ἀδυνάτων εἶναί φασι.
另外,在雅典执政官默隆之子欧克莱斯任内,在甘米利昂月,彗星显现在北方,而当时太阳正处于冬至附近;然而,他们自己也说如此大程度的反射属于不可能的事情。
κοινὸν δὲ καὶ τούτοις καὶ τοῖς τὴν σύναψιν λέγουσιν πρῶτον μὲν ὅτι καὶ τῶν ἀπλανῶν λαμβάνουσι κόμην τινές.
对于这些人以及那些主张“合”的人来说,一个共同的驳论首先在于,某些恒星也同样会获得尾巴。
καὶ τοῦτʼ οὐ μόνον Αἰγυπτίοις πιστεῦσαι δεῖ, καίτοι κἀκεῖνοί φασιν, ἀλλὰ καὶ ἡμεῖς ἐφεωράκαμεν· τῶν γὰρ ἐν τῷ ἰσχίῳ τοῦ κυνὸς ἀστήρ τις ἔσχε κόμην, ἀμαυρὰν μέντοι· ἀτενίζουσιν μὲν γὰρ εἰς αὐτὸν ἀμυδρὸν ἐγίγνετο τὸ φέγγος, παραβλέπουσι δʼ ἡρέμα τὴν ὄψιν πλέον.
这一点不仅必须相信埃及人的说法(尽管他们也这样说),而且我们自己也曾目击过;因为在犬座大腿部位的星中,有一颗星曾获得过尾巴,尽管很暗淡;因为对于凝视它的人来说,其光芒变得模糊,而对于略微斜视的人来说,则能看到更多的光。
πρὸς δὲ τούτοις ἄπαντες οἱ καθʼ ἡμᾶς ὡμμένοι ἄνευ δύσεως ἠφανίσθησαν ἐν τῷ ὑπὲρ τοῦ ὁρίζοντος τόπῳ ἀπομαρανθέντες κατὰ μικρὸν οὕτως. ὥστε μήτε ἑνὸς ἀστέρος ὑπολειφθῆναι σῶμα μήτε πλειόνων, ἐπεὶ καὶ ὁ μέγας ἀστὴρ περὶ οὗ πρότερον ἐμνήσθημεν ἐφάνη μὲν χειμῶνος ἐν πάγοις καὶ αἰθρίαις ἀφʼ ἑσπέρας, ἐπὶ Ἀστείου ἄρχοντος, καὶ τῇ μὲν πρώτῃ οὐκ ὤφθη ὡς προδεδυκὼς τοῦ ἡλίου, τῇ δʼ ὑστεραίᾳ ὤφθη· ὅσον ἐνδέχεται γὰρ ἐλάχιστον ὑπελείφθη, καὶ εὐθὺς ἔδυ· τὸ δὲ φέγγος ἀπέτεινε μέχρι τοῦ τρίτου μέρους τοῦ οὐρανοῦ οἷον ἅλμα· διὸ καὶ ἐκλήθη ὁδός.
除此以外,我们时代所目击到的所有彗星,都是在地平线之上的区域,在没有下落的情况下,以这种方式逐渐消散而消失的,以至于无论是单颗星体还是多颗星体的实体都没有留下来。 因为即使是我们之前提到的那颗大星,也在阿斯泰乌斯执政时期的冬天,在结冰且晴朗的夜晚从傍晚开始显现,第一天由于它在太阳之前已经下落而未被看见,但在第二天被看见了;因为它只滞后了尽可能小的距离,并随即下落;其光芒延伸到天空的三分之一,就像一次跳跃,因此它也被称为“道路”。
ἐπανῆλθε δὲ μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος, καὶ ἐνταυθοῖ διελύθη.
它上升到了猎户座的腰带,并在此处消散了。
καίτοι Δημόκριτός γε προσπεφιλονείκηκεν τῇ δόξῃ τῇ αὐτοῦ· φησὶ γὰρ ὦφθαι διαλυομένων τῶν κομητῶν ἀστέρας τινάς.
然而,德谟克利特至少固执地坚持他自己的观点;因为他说,在彗星消散时,目击到了某些星体。
τοῦτο δὲ οὐχ ὁτὲ μὲν ἔδει γίγνεσθαι ὁτὲ δὲ οὔ, ἀλλʼ ἀεί.
但这不应该有时发生而有时不发生,而应该始终发生。
πρὸς δὲ τούτοις καὶ οἱ Αἱγύπτιοί φασι καὶ τῶν πλανήτων καὶ πρὸς αὑτοὺς καὶ πρὸς τοὺς ἀπλανεῖς γίγνεσθαι συνόδους, καὶ αὐτοὶ ἑωράκαμεν τὸν ἀστέρα τὸν τοῦ Διὸς τῶν ἐν τοῖς διδύμοις συνελθόντα τινὶ ἤδη καὶ ἀφανίσαντα, ἀλλʼ οὐ κομήτην γενόμενον.
此外,埃及人也说,行星之间以及行星与恒星之间都会发生会合,而我们自己也已经目击到木星与双子座中的某颗星会合,并使其消失,但并没有产生彗星。
ἔτι δὲ καὶ ἐκ τοῦ λόγου φανερόν· οἱ γὰρ ἀστέρες κἂν εἰ μείζους καὶ ἐλάττους φαίνονται, ἀλλʼ ὅμως ἀδιαίρετοί γε καθʼ ἑαυτοὺς εἶναι δοκοῦσιν.
再者,这从道理上也是显而易见的:因为星体即使显得较大或较小,但在它们自身看来,无论如何都是不可分割的。
ὥσπερ οὖν καὶ εἰ ἦσαν ἀδιαίρετοι, ἁψάμενοι οὐδὲν ἄν ἐποίησαν μέγεθος μεῖζον, οὕτως καὶ ἐπειδὴ οὐκ εἰσὶν μὲν φαίνονται δὲ ἀδιαίρετοι, καὶ συνελθόντες οὐδὲν φανοῦνται μείζους τὸ μέγεθος ὄντες.
正如它们如果真的是不可分割的,相互接触就不会产生更大的体积,同样,既然它们虽非不可分割,但显得是不可分割的,那么在它们会合时,它们的体积也绝不会显得更大。
ὅτι μὲν οὖν αἱ λεγόμεναι περὶ αὐτῶν αἰτίαι ψευδεῖς οὖσαι τυγχάνουσιν, εἰ μὴ διὰ πλείονων, ἀλλὰ καὶ διὰ τούτων ἱκανῶς δῆλόν ἐστιν.
因此,关于它们所说的那些原因确实是虚假的,即使不通过更多的论证,仅凭这些也已经足够清楚了。