§1.13#3ὑπʼ αὐτὴν δὲ τὴν ἄρκτον ὑπὲρ τῆς ἐσχάτης Σκυθίας αἱ καλούμεναι Ῥῖπαι, περὶ ὧν τοῦ μεγέθους λίαν εἰσὶν οἱ λεγόμενοι λόγοι μυθώδεις·
就在正北方、最遥远的斯基泰之外,是所谓的里派山脉,关于其体量,人们所说的传说极其荒诞。
ῤέουσι δʼ οὖν οἱ πλεῖστοι καὶ μέγιστοι μετὰ τὸν Ἴστρον τῶν ἄλλων ποταμῶν ἐντεῦθεν, ὥς φασιν.
无论如何,正如人们所说,除伊斯托罗斯河之外的大多数且最大的河流都流自那里。
ὁμοίως δὲ καὶ περὶ τὴν Λιβύην οἱ μὲν ἐκ τῶν Αἰθιοπικῶν ὁρῶν, ὅ τε Αἰγὼν καὶ ὁ Νύσης, οἱ δὲ μέγιστοι τῶν διωνομασμένων, ὅ τε Χρεμέτης καλούμενος, ὃς εἰς τὴν ἔξω ῥεῖ θάλατταν, καὶ τοῦ Νείλου τὸ ῥεῦμα τὸ πρῶτον, ἐκ τοῦ Ἀργυροῦ καλουμένου ὄρους.
同样,在利比亚,有些河流流自埃塞俄比亚的山脉,即埃贡河和尼塞斯河,而那些闻名遐迩的最大河流,即流入外海的所谓克雷梅特斯河,以及尼罗河的源流,都流自所谓的银山。
τῶν δὲ περὶ τὸν Ἑλληνικὸν τόπον ὁ μὲν Ἀχελῷος ἐκ Πίνδου, καὶ ὁ Ἴναχος ἐντεῦθεν, ὁ δὲ Στρυμὼν καὶ Νέσσος καὶ ὁ Ἕβρος ἅπαντες τρεῖς ὄντες ἐκ τοῦ Σκόμβρου· πολλὰ δὲ ῥεύματα καὶ ἐκ τῆς Ῥοδόπης ἐστίν.
在希腊地区的河流中,阿克洛奥斯河流自平多斯山,伊纳科斯河也流自该处,而斯特里蒙河、内索斯河和赫布罗斯河这三条河都流自斯康布罗斯山;还有许多溪流流自罗多彼山脉。
ὁμοίως δὲ καὶ τοὺς ἄλλους ποταμοὺς εὕροι τις ἄν ῥέοντας· ἀλλὰ μαρτυρίου χάριν τούτους εἴπομεν· ἐπεὶ καὶ ὅσοι αὐτῶν ῥέουσιν ἐξ ἐλῶν, τὰ ἕλη ὑπὸ ὄρη κεῖσθαι συμβαίνει πάντα σχεδὸν ἢ τόπους ὑψηλοὺς ἐκ προσαγωγῆς.
同样,人们也会发现其他河流也是这样流动的;但我们提及这些是为了提供证据;因为即使是那些流自沼泽的河流,那些沼泽也几乎全都位于山脉下方,或者位于逐渐升高的陡峭高地之下。
ὅτι μὲν οὖν οὐ δεῖ νομίζειν οὕτω γίγνεσθαι τὰς ἀρχὰς τῶν ποταμῶν ὡς ἐξ ἀφωρισμένων κοιλιῶν, φανερόν·
因此,显而易见,我们不应认为河流的源头产生于某些特定的空腔之中。
οὔτε γὰρ ἄν ὁ τόπος ἱκανὸς ἦν ὁ τῆς γῆς ὡς εἰπεῖν, ὥσπερ οὐδʼ ὁ τῶν νεφῶν, εἰ τὸ ὂν ἔδει ῥεῖν μόνον, ἀλλὰ μὴ τὸ μὲν ἀπῄει τὸ δʼ ἐγίγνετο, ἀλλʼ αἰεὶ ἀπὸ ὄντος ἐταμιεύετο·
因为如果只有已经存在的水在流动,而非一部分流走同时另一部分不断产生,而是始终仅靠现存的水来配给,那么大地的空间可以说是不足够的,正如云层的空间不足够一样。
τὸ τε ὑπὸ τοῖς ὄρεσιν ἔχειν τὰς πηγὰς μαρτυρεῖ διότι τῷ συρρεῖν εἰς ὀλίγον καὶ κατὰ μικρὸν ἐκ πολλῶν νοτίδων διαδίδωσιν ὁ τόπος καὶ γίγνονται οὕτως αἱ πηγαὶ τῶν ποταμῶν.
而且,河流源于山下的事实也证明了这一点,因为由于水分从许多水滴中逐渐汇集到狭小的空间,该地方配给水分,从而形成了河流的源头。
οὐ μὴν ἀλλὰ καὶ τοιούτους εἶναι τόπους ἔχοντας πλῆθος ὕδατος, οἷον λίμνας, οὐδὲν ἄτοππον, πλὴν οὔτι τηλικαύτας ὥστε τοῦτο συμβαίνειν, οὐδὲν μᾶλλον ἢ εἴ τις οἴοιτο τὰς φανερὰς εἶναι πηγὰς τῶν ποταμῶν· σχεδὸν γὰρ ἐκ κρηνῶν οἱ πλεῖστοι ῥέουσιν. ὅμοιον οὖν τὸ ἐκείνας καὶ τὸ ταύτας νομίζειν εἶναι τὸ σῶμα τὸ τοῦ ὕδατος πᾶν.
话虽如此,存在像湖泊这样蕴藏大量水的地方本身并无不合情理之处,只是它们并没有大到足以导致这种现象,这正如有人若认为地表可见的泉源就是河流的全部水量一样;因为几乎大多数河流都流自泉源。 因此,认为那些或者这些就是全部水体,是同样的错误。
ὅτι δʼ εἰσὶν τοιαῦται φάραγγες καὶ διαστάσεις τῆς γῆς, δηλοῦσιν οἱ καταπινόμενοι τῶν ποταμῶν.
而大地中存在着这样的峡谷和裂缝,被吞没的河流就证明了这一点。
συμβαίνει δὲ τοῦτο πολλαχοῦ τῆς γῆς, οἷον τῆς μὲν Πελοποννήσου πλεῖστα τοιαῦτα περὶ τὴν Ἀρκαδίαν ἐστίν.
这种情况发生在大地的许多地方,例如在伯罗奔尼撒,阿卡迪亚周围这种现象最多。
αἴτιον δὲ διὰ τὸ ὀρεινὴν οὖσαν μὴ ἔχειν ἐκροὰς ἐκ τῶν κοίλων εἰς θάλατταν· πληροὺμενοι γὰρ οἱ τόποι καὶ οὐκ ἔχοντες ἔκρυσιν αὑτοῖς εὑρίσκονται τὴν δίοδον εἰς βάθος, ἀποβιαζομένου τοῦ ἄνωθεν ἐπιόντος ὕδατος.
其原因在于该地区多山,因而没有从洼地流向海洋的出口;因为这些地方被注满,且没有自己的流出通道,于是在从上方涌来的水的压力迫使下,找到了通往深处的通道。
περὶ μὲν οὖν τὴν Ἑλλάδα μικρὰ τοιαῦτα παντελῶς ἐστιν γιγνόμενα· ἀλλʼ ἥ γε ὑπὸ τὸν Καύκασον λίμνη, ἣν καλοῦσιν οἱ ἐκεῖ θάλατταν· αὔτη γὰρ ποταμῶν πολλῶν καὶ μεγάλων εἰσβαλλόντων οὐκ ἔχουσα ἔκρουν φανερὸν ἐκδίδωσιν ὑπὸ γῆν κατὰ Κοραξούς, περὶ τὰ καλούμενα βαθέα τοῦ Πόντου· ταῦτα δʼ ἐστὶν ἄπειρόν τι τῆς θαλάττης βάθος· οὐδεὶς γοῦν πώποτε καθεὶς ἐδυνήθη πέρας εὑρεῖν.
在希腊周围发生的此类现象完全是小规模的;但是,高加索山脚下的那座湖泊则不同,当地人称之为“海”;因为虽然有许多巨大的河流注入其中,它却没有可见的出口,而是在科拉克索伊附近、即黑海所谓的“深渊”周边,通过地下排泄出去;而这些深渊是海洋中无限深的地方;无论如何,从未有人通过垂下测深绳而能找到其底部。
ταύτῇ δὲ πόρρω τῆς γῆς σχεδὸν περὶ τριακόσια στάδια πότιμον ἀναδίδωσιν ὕδωρ ἐπὶ πολὺν τόπον, οὐ συνεχῆ δέ, ἀλλὰ τρισσαχῇ.
在该处,距离陆地很远,大约三百斯塔迪亚的地方,它在很宽广的范围内涌出可饮用的淡水,不过并非连续不断,而是在三个地方。
καὶ περὶ τὴν Λιγυστικὴν οὐκ ἐλάττων τοῦ Ῥοδανοῦ καταπίνεταί τις ποταμός, καὶ πάλιν ἀναδίδωσιν κατ᾿ ἄλλον τόπον· ὁ δὲ Ῥοδανὸς ποταμὸς ναυσιπέρατός ἐστιν.
此外,在利古里亚地区,有一条不亚于罗讷河的河流被吞没,并又在另一个地方涌出;而罗讷河本身是一条可通航的河流。