§9.8#1ἐπεὶ δὲ τὸ πρότερον διώρισται ποσαχῶς λέγεται, φανερὸν ὅτι πρότερον ἐνέργεια δυνάμεώς ἐστιν.
既然“先于”在多少种意义上被说已被规定,显然现实态优先于潜能。
λέγω δὲ δυνάμεως οὐ μόνον τῆς ὡρισμένης ἣ λέγεται ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ἢ ᾗ ἄλλο, ἀλλʼ ὅλως πάσης ἀρχῆς κινητικῆς ἢ στατικῆς.
我在这里所说的潜能,不仅是指被定义为在它物中或作为它物的变化原理的那种确定的潜能,而且是泛指一切运动或静止的原理。
καὶ γὰρ ἡ φύσις ἐν ταὐτῷ γένει τῇ δυνάμει· ἀρχὴ γὰρ κινητική, ἀλλʼ οὐκ ἐν ἄλλῳ ἀλλʼ ἐν αὐτῷ ᾗ αὐτό.
因为自然也与潜能属于同一种类;因为自然是运动的原理,但不是在它物中,而是在其自身作为自身之内。
—πάσης δὴ τῆς τοιαύτης προτέρα ἐστὶν ἡ ἐνέργεια καὶ λόγῳ καὶ τῇ οὐσίᾳ· χρόνῳ δʼ ἔστι μὲν ὥς, ἔστι δὲ ὡς οὔ.
因此,对于所有此类原理,现实态在定义和实体上都优先;而在时间上,则在某种意义上优先,在另一种意义上则不然。
τῷ λόγῳ μὲν οὖν ὅτι προτέρα, δῆλον (τῷ γὰρ ἐνδέχεσθαι ἐνεργῆσαι δυνατόν ἐστι τὸ πρώτως δυνατόν, οἷον λέγω οἰκοδομικὸν τὸ δυνάμενον οἰκοδομεῖν, καὶ ὁρατικὸν τὸ ὁρᾶν, καὶ ὁρατὸν τὸ δυνατὸν ὁρᾶσθαι· ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων, ὥστʼ ἀνάγκη τὸν λόγον προϋπάρχειν καὶ τὴν γνῶσιν τῆς γνώσεως)·
首先,在定义上优先是显而易见的(因为在首要意义上的“潜在者”之所以潜在,是因为它能够活动;例如,我称能建造者为有建造能力者,称能看者为有视觉能力者,称能被看者为可见者;其余的情况也是同样的道理,因此,定义和[关于现实态的]知识必须预先存在于[关于潜能的]知识之中)。
τῷ δὲ χρόνῳ πρότερον ὧδε· τὸ τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν πρότερον, ἀριθμῷ δʼ οὔ.
而在时间上优先是这样的:在形式上相同且处于现实态中的事物在时间上优先,但在数量上相同的事物则不然。
λέγω δὲ τοῦτο ὅτι τοῦδε μὲν τοῦ ἀνθρώπου τοῦ ἤδη ὄντος κατʼ ἐνέργειαν καὶ τοῦ σίτου καὶ τοῦ ὁρῶντος πρότερον τῷ χρόνῳ ἡ ὕλη καὶ τὸ σπέρμα καὶ τὸ ὁρατικόν, ἃ δυνάμει μέν ἐστιν ἄνθρωπος καὶ σῖτος καὶ ὁρῶν, ἐνεργείᾳ δʼ οὔπω· ἀλλὰ τούτων πρότερα τῷ χρόνῳ ἕτερα ὄντα ἐνεργείᾳ ἐξ ὧν ταῦτα ἐγένετο· ἀεὶ γὰρ ἐκ τοῦ δυνάμει ὄντος γίγνεται τὸ ἐνεργείᾳ ὂν ὑπὸ ἐνεργείᾳ ὄντος, οἷον ἄνθρωπος ἐξ ἀνθρώπου, μουσικὸς ὑπὸ μουσικοῦ, ἀεὶ κινοῦντός τινος πρώτου· τὸ δὲ κινοῦν ἐνεργείᾳ ἤδη ἔστιν.
我这样说是指,对于这个已经现实存在的人、这颗麦子和这个看者而言,在时间上优先的是质料、精液和视觉能力,它们在潜能上是人、麦子和看者,但在现实上还不是;但在这些之前,在时间上优先的是其他已经处于现实态中的事物,这些事物正是从它们之中生成的;因为从潜能存在者生成现实存在者,总是由现实存在者通过自身来实现的,例如,人由人生成,有音乐教养者由有音乐教养者培养,且总是有某个最初的动者,而动者已经处于现实态。
εἴρηται δὲ ἐν τοῖς περὶ τῆς οὐσίας λόγοις ὅτι πᾶν τὸ γιγνόμενον γίγνεται ἔκ τινος τι καὶ ὑπό τινος, καὶ τοῦτο τῷ εἴδει τὸ αὐτό.
我们在关于实体的讨论中已经说过,一切生成的事物都是从某种东西、由某种东西生成为某种东西,且这个动者在形式上是相同的。
διὸ καὶ δοκεῖ ἀδύνατον εἶναι οἰκοδόμον εἶναι μὴ οἰκοδομήσαντα μηθὲν ἢ κιθαριστὴν μηθὲν κιθαρίσαντα· ὁ γὰρ μανθάνων κιθαρίζειν κιθαρίζων μανθάνει κιθαρίζειν, ὁμοίως δὲ καὶ οἱ ἄλλοι.
因此,也似乎不可能存在一个从未建造过任何东西的建造者,或从未弹奏过任何东西的竖琴手;因为学习弹竖琴的人是通过弹竖琴来学习弹竖琴的,其他情况也是如此。
ὅθεν ὁ σοφιστικὸς ἔλεγχος ἐγίγνετο ὅτι οὐκ ἔχων τις τὴν ἐπιστήμην ποιήσει οὗ ἡ ἐπιστήμη· ὁ γὰρ μανθάνων οὐκ ἔχει.
由此产生了诡辩式的驳难,即“一个不掌握知识的人将去从事该知识所指向的活动”,因为学习者还不掌握知识。
ἀλλὰ διὰ τὸ τοῦ γιγνομένου γεγενῆσθαί τι καὶ τοῦ ὅλως κινουμένου κεκινῆσθαί τι (δῆλον δʼ ἐν τοῖς περὶ κινήσεως τοῦτο) καὶ τὸν μανθάνοντα ἀνάγκη ἔχειν τι τῆς ἐπιστήμης ἴσως.
但是,因为生成的事物已经有部分生成,一般运动的事物已经有部分被运动(这在关于运动的讨论中是显而易见的),学习者也许也必须已经掌握了知识的某种部分。
ἀλλʼ οὖν καὶ ταύτῃ γε δῆλον ὅτι ἡ ἐνέργεια καὶ οὕτω προτέρα τῆς δυνάμεως κατὰ γένεσιν καὶ χρόνον.
但无论如何,甚至由此也显然可见,现实态在生成和时间上也是这样优先于潜能的。
ἀλλὰ μὴν καὶ οὐσίᾳ γε, πρῶτον μὲν ὅτι τὰ τῇ γενέσει ὕστερα τῷ εἴδει καὶ τῇ οὐσίᾳ πρότερα (οἷον ἀνὴρ παιδὸς καὶ ἄνθρωπος σπέρματος· τὸ μὲν γὰρ ἤδη ἔχει τὸ εἶδος τὸ δʼ οὔ), καὶ ὅτι ἅπαν ἐπʼ ἀρχὴν βαδίζει τὸ γιγνόμενον καὶ τέλος (ἀρχὴ γὰρ τὸ οὗ ἕνεκα, τοῦ τέλους δὲ ἕνεκα ἡ γένεσις), τέλος δʼ ἡ ἐνέργεια, καὶ τούτου χάριν ἡ δύναμις λαμβάνεται.
然而,在实体上更是优先:首先,因为在生成上后起的事物,在形式和实体上是优先的(例如,成年男子优先于儿童,人优先于精液;因为前者已经具有形式,而后者则不然),而且因为一切生成的事物都走向原理和目的(因为“为了什么”就是原理,而生成是为了目的),现实态就是目的,也正是为了这个目的,潜能才被获取。
οὐ γὰρ ἵνα ὄψιν ἔχωσιν ὁρῶσι τὰ ζῷα ἀλλʼ ὅπως ὁρῶσιν ὄψιν ἔχουσιν, ὁμοίως δὲ καὶ οἰκοδομικὴν ἵνα οἰκοδομῶσι καὶ τὴν θεωρητικὴν ἵνα θεωρῶσιν· ἀλλʼ οὐ θεωροῦσιν ἵνα θεωρητικὴν ἔχωσιν, εἰ μὴ οἱ μελετῶντες· οὗτοι δὲ οὐχὶ θεωροῦσιν ἀλλʼ ἢ ὡδί, †ἢ ὅτι οὐδὲν δέονται θεωρεῖν†.
因为动物不是为了拥有视觉才去“看”,而是为了“看”才拥有视觉;同样,它们拥有建筑能力是为了建筑,拥有观照能力是为了观照;但他们并不是为了拥有观照能力才去观照,除非是那些正在练习的人;而这些人并不是在真正观照,而只是以这种不完全的方式,[或者因为他们根本不需要观照]。
ἔτι ἡ ὕλη ἔστι δυνάμει ὅτι ἔλθοι ἂν εἰς τὸ εἶδος· ὅταν δέ γε ἐνεργείᾳ ᾖ, τότε ἐν τῷ εἴδει ἐστίν.
此外,质料之所以是潜能的,是因为它能达到形式;而当它处于现实态时,那时它就在形式之中。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, καὶ ὧν κίνησις τὸ τέλος, διὸ ὥσπερ οἱ διδάσκοντες ἐνεργοῦντα ἐπιδείξαντες οἴονται τὸ τέλος ἀποδεδωκέναι, καὶ ἡ φύσις ὁμοίως.
对于其他事物,即以运动本身为目的的事物,情况也是如此;因此,正如教师们在展示了学生现实操作之后就认为已经达到了目的,自然也是如此。
εἰ γὰρ μὴ οὕτω γίγνεται, ὁ Παύσωνος ἔσται Ἑρμῆς· ἄδηλος γὰρ καὶ ἡ ἐπιστήμη εἰ ἔσω ἢ ἔξω, ὥσπερ κἀκεῖνος.
如果不是这样,就会像保森的赫尔墨斯一样;因为知识是在内部还是在外部将变得模糊不清,正如那个赫尔墨斯一样。