§9.8#2τὸ γὰρ ἔργον τέλος, ἡ δὲ ἐνέργεια τὸ ἔργον, διὸ καὶ τοὔνομα ἐνέργεια λέγεται κατὰ τὸ ἔργον καὶ συντείνει πρὸς τὴν ἐντελέχειαν.
因为成果是目的,而现实活动就是成果;因此,“现实活动”(energeia)这个名称也是根据“成果”(ergon)而来的,并且指向“完全现实态”(entelechy)。
ἐπεὶ δʼ ἐστὶ τῶν μὲν ἔσχατον ἡ χρῆσις (οἷον ὄψεως ἡ ὅρασις, καὶ οὐθὲν γίγνεται παρὰ ταύτην ἕτερον ἀπὸ τῆς ὄψεως), ἀπʼ ἐνίων δὲ γίγνεταί τι (οἷον ἀπὸ τῆς οἰκοδομικῆς οἰκία παρὰ τὴν οἰκοδόμησιν), ὅμως οὐθὲν ἧττον ἔνθα μὲν τέλος, ἔνθα δὲ μᾶλλον τέλος τῆς δυνάμεώς ἐστιν·
既然对某些事物而言,最终的东西是使用(例如视觉的最终物是“看”,且除了“看”之外,没有其他别的东西从视觉中生成),而从另一些事物中能生成某种东西(例如从建筑术中,在建筑活动之外还生成房屋),但尽管如此,在前一种情况中,现实活动同样是目的,而在后一种情况中,它更是潜能的目的。
ἡ γὰρ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ, καὶ ἅμα γίγνεται καὶ ἔστι τῇ οἰκίᾳ.
因为建筑活动存在于被建筑者之中,并且与房屋同时生成、同时存在。
ὅσων μὲν οὖν ἕτερόν τί ἐστι παρὰ τὴν χρῆσιν τὸ γιγνόμενον, τούτων μὲν ἡ ἐνέργεια ἐν τῷ ποιουμένῳ ἐστίν (οἷον ἥ τε οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ καὶ ἡ ὕφανσις ἐν τῷ ὑφαινομένῳ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, καὶ ὅλως ἡ κίνησις ἐν τῷ κινουμένῳ)· ὅσων δὲ μὴ ἔστιν ἄλλο τι ἔργον παρὰ τὴν ἐνέργειαν, ἐν αὐτοῖς ὑπάρχει ἡ ἐνέργεια (οἷον ἡ ὅρασις ἐν τῷ ὁρῶντι καὶ ἡ θεωρία ἐν τῷ θεωροῦντι καὶ ἡ ζωὴ ἐν τῇ ψυχῇ, διὸ καὶ ἡ εὐδαιμονία· ζωὴ γὰρ ποιά τίς ἐστιν).
因此,凡是在使用之外还有某种其他生成物的情况下,其现实活动就存在于被制作物之中(例如,建筑活动存在于被建筑者之中,织造活动存在于被织造者之中,其余情况也是如此,且总的来说运动存在于被运动者之中);但在那些除了现实活动之外没有其他成果的情况下,现实活动则存在于活动者自身之中(例如,看存在于看者之中,观照存在于观照者之中,生命存在于灵魂之中,因此幸福也存在于其中;因为幸福是某种特定的生命)。
ὥστε φανερὸν ὅτι ἡ οὐσία καὶ τὸ εἶδος ἐνέργειά ἐστιν.
所以显而易见,实体和形式是现实活动。
κατά τε δὴ τοῦτον τὸν λόγον φανερὸν ὅτι πρότερον τῇ οὐσίᾳ ἐνέργεια δυνάμεως, καὶ ὥσπερ εἴπομεν, τοῦ χρόνου ἀεὶ προλαμβάνει ἐνέργεια ἑτέρα πρὸ ἑτέρας ἕως τῆς τοῦ ἀεὶ κινοῦντος πρώτως.
因此,根据这一论点,显而易见,现实态在实体上优先于潜能;而且正如我们所说,在时间上,一个现实活动总是先于另一个现实活动,一直追溯到那个永恒的最初动者的现实活动。
—ἀλλὰ μὴν καὶ κυριωτέρως· τὰ μὲν γὰρ ἀΐδια πρότερα τῇ οὐσίᾳ τῶν φθαρτῶν, ἔστι δʼ οὐθὲν δυνάμει ἀΐδιον.
不仅如此,而且在更根本的意义上也是如此;因为永恒的事物在实体上优先于可毁灭的事物,而没有任何永恒的事物是潜在地存在的。
λόγος δὲ ὅδε· πᾶσα δύναμις ἅμα τῆς ἀντιφάσεώς ἐστιν· τὸ μὲν γὰρ μὴ δυνατὸν ὑπάρχειν οὐκ ἂν ὑπάρξειεν οὐθενί, τὸ δυνατὸν δὲ πᾶν ἐνδέχεται μὴ ἐνεργεῖν.
其论证如下:凡潜能都同时是其矛盾对立面的潜能;因为不可能存在的事物绝不会存在于任何事物中,而一切具有潜能的事物都可能不实现。
τὸ ἄρα δυνατὸν εἶναι ἐνδέχεται καὶ εἶναι καὶ μὴ εἶναι· τὸ αὐτὸ ἄρα δυνατὸν καὶ εἶναι καὶ μὴ εἶναι.
所以,能够存在的事物既可能存在也可能不存在;因此,同一事物既可能存在也可能不存在。
τὸ δὲ δυνατὸν μὴ εἶναι ἐνδέχεται μὴ εἶναι· τὸ δὲ ἐνδεχόμενον μὴ εἶναι φθαρτόν, ἢ ἁπλῶς ἢ τοῦτο αὐτὸ ὃ λέγεται ἐνδέχεσθαι μὴ εἶναι, ἢ κατὰ τόπον ἢ κατὰ τὸ ποσὸν ἢ ποιόν· ἁπλῶς δὲ τὸ κατʼ οὐσίαν.
而可能不存在的事物就可能不存在;可能不存在的事物就是可毁灭的,或者是绝对地可毁灭,或者是就其被说成可能不存在的那个方面(无论是空间上、数量上还是性质上)而言可毁灭;“绝对地”是指在实体上可毁灭。
οὐθὲν ἄρα τῶν ἀφθάρτων ἁπλῶς δυνάμει ἔστιν ἁπλῶς (κατά τι δὲ οὐδὲν κωλύει, οἷον ποιὸν ἢ πού)· ἐνεργείᾳ ἄρα πάντα·
因此,绝无任何绝对不可毁灭的事物在绝对意义上是潜在地存在的(但在某些方面,例如性质上或空间上,则不妨碍其潜在存在);因此,它们全都在现实态中存在。
οὐδὲ τῶν ἐξ ἀνάγκης ὄντων (καίτοι ταῦτα πρῶτα· εἰ γὰρ ταῦτα μὴ ἦν, οὐθὲν ἂν ἦν)· οὐδὲ δὴ κίνησις, εἴ τίς ἐστιν ἀΐδιος· οὐδʼ εἴ τι κινούμενον ἀΐδιον, οὐκ ἔστι κατὰ δύναμιν κινούμενον ἀλλʼ ἢ ποθὲν ποί (τούτου δʼ ὕλην οὐδὲν κωλύει ὑπάρχειν), διὸ ἀεὶ ἐνεργεῖ ἥλιος καὶ ἄστρα καὶ ὅλος ὁ οὐρανός, καὶ οὐ φοβερὸν μή ποτε στῇ, ὃ φοβοῦνται οἱ περὶ φύσεως.
那些出于必然性而存在的事物也绝非潜在地存在(然而这些是第一位的事物;因为如果这些不存在,就什么都不会存在);同样,如果有什么永恒的运动,它也不是潜在的;如果有任何永恒的运动着的事物,它也不是基于潜能而运动的,除非是从某处向某处运动(而不妨碍其具有为此目的而存在的质料)。 因此,太阳、星辰和整个天体始终在现实地活动,并且不必担心它们会停下来(这是自然哲学家们所恐惧的)。
οὐδὲ κάμνει τοῦτο δρῶντα· οὐ γὰρ περὶ τὴν δύναμιν τῆς ἀντιφάσεως αὐτοῖς, οἷον τοῖς φθαρτοῖς, ἡ κίνησις, ὥστε ἐπίπονον εἶναι τὴν συνέχειαν τῆς κινήσεως· ἡ γὰρ οὐσία ὕλη καὶ δύναμις οὖσα, οὐκ ἐνέργεια, αἰτία τούτου.
它们在进行这种活动时也不会疲倦;因为它们的运动并不像可毁灭的事物那样涉及矛盾对立面的潜能,因而运动的连续性不会是辛苦的;因为这辛苦的原因在于后者的实体是质料和潜能,而不是现实活动。
μιμεῖται δὲ τὰ ἄφθαρτα καὶ τὰ ἐν μεταβολῇ ὄντα, οἷον γῆ καὶ πῦρ.
而那些处于变化之中的事物,例如土和火,也模仿着不可毁灭者。
καὶ γὰρ ταῦτα ἀεὶ ἐνεργεῖ· καθʼ αὑτὰ γὰρ καὶ ἐν αὑτοῖς ἔχει τὴν κίνησιν.
因为这些事物也始终在现实地活动;因为它们依靠自身且在自身之内拥有运动。
αἱ δὲ ἄλλαι δυνάμεις, ἐξ ὧν διώρισται, πᾶσαι τῆς ἀντιφάσεώς εἰσιν· τὸ γὰρ δυνάμενον ὡδὶ κινεῖν δύναται καὶ μὴ ὡδί, ὅσα γε κατὰ λόγον· αἱ δʼ ἄλογοι τῷ παρεῖναι καὶ μὴ τῆς ἀντιφάσεως ἔσονται αἱ αὐταί.
而我们已经区分过的其他潜能,全部是关于矛盾对立面的潜能;因为能够以这种方式运动的事物,也能够不以这种方式运动,至少在具有理性的潜能中是如此;而无理性的潜能也将由于其对象呈现或不呈现而同样成为关于矛盾对立面的潜能。
εἰ ἄρα τινὲς εἰσὶ φύσεις τοιαῦται ἢ οὐσίαι οἵας λέγουσιν οἱ ἐν τοῖς λόγοις τὰς ἰδέας, πολὺ μᾶλλον ἐπιστῆμον ἄν τι εἴη ἢ αὐτὸ ἐπιστήμη καὶ κινούμενον ἢ κίνησις· ταῦτα γὰρ ἐνέργειαι μᾶλλον, ἐκεῖναι δὲ δυνάμεις τούτων.
所以,如果真的存在某些如人们在讨论中所谓的“理念”那样的自然或实体,那么某种“认识者”就会比“知识自身”更为本原,某种“运动者”也比“运动自身”更为本原;因为前者更是现实活动,而那些理念则是前者的潜能。
ὅτι μὲν οὖν πρότερον ἡ ἐνέργεια καὶ δυνάμεως καὶ πάσης ἀρχῆς μεταβλητικῆς, φανερόν.
因此,现实态优先于潜能和一切变化原理,这是显而易见的。