§9.7πότε δὲ δυνάμει ἔστιν ἕκαστον καὶ πότε οὔ, διοριστέον· οὐ γὰρ ὁποτεοῦν.
但是,必须规定每个事物在何时以潜能方式存在,在何时则不然;因为并非在任何时候都是如此。
οἷον ἡ γῆ ἆρʼ ἐστὶ δυνάμει ἄνθρωπος;
例如,土是潜能的人吗?
ἢ οὔ, ἀλλὰ μᾶλλον ὅταν ἤδη γένηται σπέρμα, καὶ οὐδὲ τότε ἴσως;
或者不是,而是当它已经变成精液时才是? 或许甚至在那个时候也还不是?
ὥσπερ οὖν οὐδʼ ὑπὸ ἰατρικῆς ἅπαν ἂν ὑγιασθείη οὐδʼ ἀπὸ τύχης, ἀλλʼ ἔστι τι ὃ δυνατόν ἐστι, καὶ τοῦτʼ ἔστιν ὑγιαῖνον δυνάμει.
正如并非一切事物都能通过医术或偶然被治愈,而是存在着某种能够被治愈的东西,这才是潜能中正在康复的东西。
ὅρος δὲ τοῦ μὲν ἀπὸ διανοίας ἐντελεχείᾳ γιγνομένου ἐκ τοῦ δυνάμει ὄντος, ὅταν βουληθέντος γίγνηται μηθενὸς κωλύοντος τῶν ἐκτός, ἐκεῖ δʼ ἐν τῷ ὑγιαζομένῳ, ὅταν μηθὲν κωλύῃ τῶν ἐν αὐτῷ·
另一方面,通过思考而从潜能存在者变为现实存在者的界限在于,当创作者意愿时,只要外部事物没有任何阻碍,它就会生成;而对于被治疗者而言,则是当他自身内部没有任何东西阻碍时。
ὁμοίως δὲ δυνάμει καὶ οἰκία· εἰ μηθὲν κωλύει τῶν ἐν τούτῳ καὶ τῇ ὕλῃ τοῦ γίγνεσθαι οἰκίαν, οὐδʼ ἔστιν ὃ δεῖ προσγενέσθαι ἢ ἀπογενέσθαι ἢ μεταβαλεῖν, τοῦτο δυνάμει οἰκία·
同样地,房屋也是潜能的房屋;如果在这之中以及在质料中没有任何东西阻碍它成为房屋,且没有任何需要添加、去除或改变的东西,这便是潜能的房屋。
καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ὅσων ἔξωθεν ἡ ἀρχὴ τῆς γενέσεως.
对于其他所有生成原理在外部的事物,情况也是如此。
καὶ ὅσων δὴ ἐν αὐτῷ τῷ ἔχοντι, ὅσα μηθενὸς τῶν ἔξωθεν ἐμποδίζοντος ἔσται διʼ αὐτοῦ· οἷον τὸ σπέρμα οὔπω (δεῖ γὰρ ἐν ἄλλῳ πεσεῖν καὶ μεταβάλλειν), ὅταν δʼ ἤδη διὰ τῆς αὑτοῦ ἀρχῆς ᾖ τοιοῦτον, ἤδη τοῦτο δυνάμει·
而对于那些生成原理在拥有它的事物自身内部的事物,只要外部没有任何东西阻碍,它就会通过自身而存在;例如,精液还不是潜能的人(因为它必须落入他物之中并发生改变),但当它通过自身的原理已经处于这种状态时,它就已经是潜能的人了。
ἐκεῖνο δὲ ἑτέρας ἀρχῆς δεῖται, ὥσπερ ἡ γῆ οὔπω ἀνδριὰς δυνάμει (μεταβαλοῦσα γὰρ ἔσται χαλκός).
而前者则需要另一个原理,正如土还不是潜能的雕像(因为它必须先改变成青铜)。
ἔοικε δὲ ὃ λέγομεν εἶναι οὐ τόδε ἀλλʼ ἐκείνινον—οἷον τὸ κιβώτιον οὐ ξύλον ἀλλὰ ξύλινον, οὐδὲ τὸ ξύλον γῆ ἀλλὰ γήϊνον, πάλιν ἡ γῆ εἰ οὕτως μὴ ἄλλο ἀλλὰ ἐκείνινον—ἀεὶ ἐκεῖνο δυνάμει ἁπλῶς τὸ ὕστερόν ἐστιν.
顺便提一下,我们所说的不是“这个”,而是“由那个制的”——例如,箱子不是“木头”,而是“木制的”,木头不是“土”,而是“土制的”,如果土也是这样,不是别的而是“由那个制的”——那前者总是无条件地作为后者的潜能存在。
οἷον τὸ κιβώτιον οὐ γήϊνον οὐδὲ γῆ ἀλλὰ ξύλινον· τοῦτο γὰρ δυνάμει κιβώτιον καὶ ὕλη κιβωτίου αὕτη, ἁπλῶς μὲν τοῦ ἁπλῶς τουδὶ δὲ τοδὶ τὸ ξύλον.
例如,箱子既不是“土制的”,也不是“土”,而是“木制的”;因为这在潜能上是箱子,而且这是箱子的质料——即无条件地对于无条件者而言,而这特定的木头对于这特定的箱子而言。
εἰ δέ τί ἐστι πρῶτον ὃ μηκέτι κατʼ ἄλλο λέγεται ἐκείνινον, τοῦτο πρώτη ὕλη· οἷον εἰ ἡ γῆ ἀερίνη, ὁ δʼ ἀὴρ μὴ πῦρ ἀλλὰ πύρινος, τὸ πῦρ ὕλη πρώτη οὐ τόδε τι οὖσα.
但是,如果存在着某个最初的东西,它不再相对于其他东西被称为“由那个制的”,这便是第一质料;例如,如果土是“空气制的”,而空气不是“火”而是“火制的”,那么火就是第一质料,它并不是“特定的这个”。
τούτῳ γὰρ διαφέρει τὸ καθʼ οὗ καὶ τὸ ὑποκείμενον, τῷ εἶναι τόδε τι ἢ μὴ εἶναι· οἷον τοῖς πάθεσι τὸ ὑποκείμενον ἄνθρωπος καὶ σῶμα καὶ ψυχή, πάθος δὲ τὸ μουσικὸν καὶ λευκόν (λέγεται δὲ τῆς μουσικῆς ἐγγενομένης ἐκεῖνο οὐ μουσικὴ ἀλλὰ μουσικόν, καὶ οὐ λευκότης ὁ ἄνθρωπος ἀλλὰ λευκόν, οὐδὲ βάδισις ἢ κίνησις ἀλλὰ βαδίζον ἢ κινούμενον, ὡς τὸ ἐκείνινον)·
因为叙述对象与基体之间的区别就在于此,即在于它是否是“特定的这个”;例如,各种属性的基体是人、身体和灵魂,而属性则是“有教养的”和“白的”。 (当教养在人身上生成时,那个人不被称为“教养”,而是“有教养的”;人不是“白度”,而是“白的”;也不被称为“步行”或“运动”,而是“步行的”或“运动着的”,就像“由那个制的”一样。
—ὅσα μὲν οὖν οὕτω, τὸ ἔσχατον οὐσία· ὅσα δὲ μὴ οὕτως ἀλλʼ εἶδός τι καὶ τόδε τι τὸ κατηγορούμενον, τὸ ἔσχατον ὕλη καὶ οὐσία ὑλική.
)因此,在所有此类情况下,最后的基体是实体;但如果不是这样,而被陈述的是某种形式和“特定的这个”,那么最后的基体就是质料和质料性实体。
καὶ ὀρθῶς δὴ συμβαίνει τὸ ἐκείνινον λέγεσθαι κατὰ τὴν ὕλην καὶ τὰ πάθη· ἄμφω γὰρ ἀόριστα.
确实,将“由那个制的”用来称呼质料和属性是完全正确的;因为两者都是不确定的。
πότε μὲν οὖν λεκτέον δυνάμει καὶ πότε οὔ, εἴρηται.
这样,关于何时应当说以潜能方式存在,何时则不然,已经说明了。