§9.6ἐπεὶ δὲ περὶ τῆς κατὰ κίνησιν λεγομένης δυνάμεως εἴρηται, περὶ ἐνεργείας διορίσωμεν τί τέ ἐστιν ἡ ἐνέργεια καὶ ποῖόν τι.
既然我们已经讨论了关于运动所说的潜能,现在让我们来规定现实(实现),即现实是什么以及它是怎样的一种事物。
καὶ γὰρ τὸ δυνατὸν ἅμα δῆλον ἔσται διαιροῦσιν, ὅτι οὐ μόνον τοῦτο λέγομεν δυνατὸν ὃ πέφυκε κινεῖν ἄλλο ἢ κινεῖσθαι ὑπʼ ἄλλου ἢ ἁπλῶς ἢ τρόπον τινά, ἀλλὰ καὶ ἑτέρως, διὸ ζητοῦντες καὶ περὶ τούτων διήλθομεν.
因为通过这一划分,潜能者也将在同时变得清晰,因为我们不仅把那些在天性上能够使他物运动或被他物运动的事物称为潜能者(无论是无条件的还是以某种方式的),而且也在另一种意义上称之,这也是为什么我们在探求中也讨论了这些内容。
ἔστι δὴ ἐνέργεια τὸ ὑπάρχειν τὸ πρᾶγμα μὴ οὕτως ὥσπερ λέγομεν δυνάμει·
那么,现实就是事物的存在,而不是我们所说的那种以潜能方式的存在。
λέγομεν δὲ δυνάμει οἷον ἐν τῷ ξύλῳ Ἑρμῆν καὶ ἐν τῇ ὅλῃ τὴν ἡμίσειαν, ὅτι ἀφαιρεθείη ἄν, καὶ ἐπιστήμονα καὶ τὸν μὴ θεωροῦντα, ἂν δυνατὸς ᾖ θεωρῆσαι·
我们说一个事物以潜能方式存在,例如木头中的赫尔墨斯像,以及整体中的半条线,因为它们可以被分离出来;我们也将不处于观想中的人称为知者,只要他能够进行观想。
τὸ δὲ ἐνεργείᾳ.
而与此相对的,则是以现实方式存在。
δῆλον δʼ ἐπὶ τῶν καθʼ ἕκαστα τῇ ἐπαγωγῇ ὃ βουλόμεθα λέγειν, καὶ οὐ δεῖ παντὸς ὅρον ζητεῖν ἀλλὰ καὶ τὸ ἀνάλογον συνορᾶν, ὅτι ὡς τὸ οἰκοδομοῦν πρὸς τὸ οἰκοδομικόν, καὶ τὸ ἐγρηγορὸς πρὸς τὸ καθεῦδον, καὶ τὸ ὁρῶν πρὸς τὸ μῦον μὲν ὄψιν δὲ ἔχον, καὶ τὸ ἀποκεκριμένον ἐκ τῆς ὕλης πρὸς τὴν ὕλην, καὶ τὸ ἀπειργασμένον πρὸς τὸ ἀνέργαστον.
我们所要表达的意思,通过对具体事例的归纳是显而易见的,我们不应该寻求一切事物的定义,而应当看出其比拟(类比),即正如正在建造者对于具有建造能力者的关系,正在醒觉者对于正在睡眠者的关系,正在看见者对于闭上眼睛但拥有视力者的关系,以及从质料中分离出来者对于质料的关系,完成了的工作对于未完成的工作的关系。
ταύτης δὲ τῆς διαφορᾶς θατέρῳ μορίῳ ἔστω ἡ ἐνέργεια ἀφωρισμένη θατέρῳ δὲ τὸ δυνατόν.
在这一区别中,让现实被规定为其中一部分,而潜能被规定为另一部分。
λέγεται δὲ ἐνεργείᾳ οὐ πάντα ὁμοίως ἀλλʼ ἢ τῷ ἀνάλογον, ὡς τοῦτο ἐν τούτῳ ἢ πρὸς τοῦτο, τόδʼ ἐν τῷδε ἢ πρὸς τόδε· τὰ μὲν γὰρ ὡς κίνησις πρὸς δύναμιν τὰ δʼ ὡς οὐσία πρός τινα ὕλην.
但是,以现实方式被谈论并不都是以同样的方式,而是通过比拟,即正如“这个在这个中,或这个对于这个”,那么“那个在那个中,或那个对于那个”;因为有些是作为运动对于潜能的关系,另一些是作为实体对于某种质料的关系。
ἄλλως δὲ καὶ τὸ ἄπειρον καὶ τὸ κενόν, καὶ ὅσα τοιαῦτα, λέγεται δυνάμει καὶ ἐνεργείᾳ ἢ πολλοῖς τῶν ὄντων, οἷον τῷ ὁρῶντι καὶ βαδίζοντι καὶ ὁρωμένῳ.
然而,无限、虚空以及所有此类事物,其被称为在潜能中和在现实中,与许多存在的事物(例如正在看见者、正在行走者和被看见者)的方式不同。
ταῦτα μὲν γὰρ ἐνδέχεται καὶ ἁπλῶς ἀληθεύεσθαί ποτε (τὸ μὲν γὰρ ὁρώμενον ὅτι ὁρᾶται, τὸ δὲ ὅτι ὁρᾶσθαι δυνατόν)· τὸ δʼ ἄπειρον οὐχ οὕτω δυνάμει ἔστιν ὡς ἐνεργείᾳ ἐσόμενον χωριστόν, ἀλλὰ γνώσει.
因为后者有时可以无条件地成为真实的(因为被看见者之所以被如此称呼,是因为它正被看见,而另一者则因为它是能够被看见的);但无限在潜能中的存在方式,并不是指它将在现实中作为分离之物存在,而只是在认识中存在。
τὸ γὰρ μὴ ὑπολείπειν τὴν διαίρεσιν ἀποδίδωσι τὸ εἶναι δυνάμει ταύτην τὴν ἐνέργειαν, τὸ δὲ χωρίζεσθαι οὔ.
因为分割永不枯竭这一事实,表明了这种现实作为潜能而存在,而不是它能被分离出来。
ἐπεὶ δὲ τῶν πράξεων ὧν ἔστι πέρας οὐδεμία τέλος ἀλλὰ τῶν περὶ τὸ τέλος, οἷον τὸ ἰσχναίνειν ἢ ἰσχνασία, αὐτὰ δὲ ὅταν ἰσχναίνῃ οὕτως ἐστὶν ἐν κινήσει, μὴ ὑπάρχοντα ὧν ἕνεκα ἡ κίνησις, οὐκ ἔστι ταῦτα πρᾶξις ἢ οὐ τελεία γε (οὐ γὰρ τέλος)· ἀλλʼ ἐκείνη ᾗ ἐνυπάρχει τὸ τέλος καὶ πρᾶξις.
在有极限的行为中,没有一个是目的,而只是那些与目的相关的事物,例如使变瘦或变瘦的过程,并且当这些事物处于变瘦的过程中时,它们是以这种方式处于运动中,而运动所指向的目的尚未存在,这些并不是行为,或者至少不是完整的行为(因为它们不是目的);而只有那些目的存在于其中的行为,才是行为。
οἷον ὁρᾷ ἅμα καὶ ἑώρακε, καὶ φρονεῖ καὶ πεφρόνηκε, καὶ νοεῖ καὶ νενόηκεν, ἀλλʼ οὐ μανθάνει καὶ μεμάθηκεν οὐδʼ ὑγιάζεται καὶ ὑγίασται·
例如,一个人在看见的同时已经看见了,在理智的同时已经理智了,在思考的同时已经思考了,但绝不是在学习的同时已经学会了,也不是在康复的同时已经康复了。
εὖ ζῇ καὶ εὖ ἔζηκεν ἅμα, καὶ εὐδαιμονεῖ καὶ εὐδαιμόνηκεν.
一个人在过得好的同时已经过得好了,在幸福的同时已经幸福了。
εἰ δὲ μή, ἔδει ἄν ποτε παύεσθαι ὥσπερ ὅταν ἰσχναίνῃ, νῦν δʼ οὔ, ἀλλὰ ζῇ καὶ ἔζηκεν.
否则,它必须在某个时候停止,就像在变瘦的过程时那样,但现在并非如此,而是一个人活着且已经活过了。
τούτων δὴ δεῖ τὰς μὲν κινήσεις λέγειν, τὰς δʼ ἐνεργείας.
因此,在这些行为中,我们应当将一些称为运动,而将另一些称为现实。
πᾶσα γὰρ κίνησις ἀτελής, ἰσχνασία μάθησις βάδισις οἰκοδόμησις· αὗται δὴ κινήσεις, καὶ ἀτελεῖς γε.
因为一切运动都是未完成的,如变瘦、学习、行走、建造;这些确实是运动,而且是未完成的。
οὐ γὰρ ἅμα βαδίζει καὶ βεβάδικεν, οὐδʼ οἰκοδομεῖ καὶ ᾠκοδόμηκεν, οὐδὲ γίγνεται καὶ γέγονεν ἢ κινεῖται καὶ κεκίνηται, ἀλλʼ ἕτερον, καὶ κινεῖ καὶ κεκίνηκεν·
因为一个人不能在行走的同时已经走完了,也不能在建造的同时已经建成了,也不能在生成的同时已经生成了,或在运动的同时已经运动完了,而是不同的;并且,使运动和已经使运动了也是不同的。
ἑώρακε δὲ καὶ ὁρᾷ ἅμα τὸ αὐτό, καὶ νοεῖ καὶ νενόηκεν.
然而,一个人在看见的同时已经看见了同一事物,在思考的同时已经思考了。
τὴν μὲν οὖν τοιαύτην ἐνέργειαν λέγω, ἐκείνην δὲ κίνησιν.
因此,我将此类事物称为现实,而将彼类事物称为运动。
τὸ μὲν οὖν ἐνεργείᾳ τί τέ ἐστι καὶ ποῖον, ἐκ τούτων καὶ τῶν τοιούτων δῆλον ἡμῖν ἔστω.
那么,以现实方式存在是什么以及它是怎样的一种事物,通过这些及此类思考,对我们来说就显而易见了。