Humanitext Reader

亚里士多德 · 形而上学 §9.4-9.5

可能与不可能的界定及理性潜能的实现

第 92 段,共 159 段 · 希腊语

内容简介

本章讨论了潜能(可能)、不可能与虚假之间的关系,阐明了在 A 与 B 的伴随关系中可能性的传递(9.4)。接着对潜能进行了分类(天生的、习惯的、学习的),指出无理性潜能与理性潜能(能够产生相反结果的潜能)的区别,并论述了欲求和抉择是使理性潜能得以现实化的决定性因素(9.5)。

§9.4εἰ δέ ἐστι τὸ εἰρημένον τὸ δυνατὸν ἢ ἀκολουθεῖ, φανερὸν ὅτι οὐκ ἐνδέχεται ἀληθὲς εἶναι τὸ εἰπεῖν ὅτι δυνατὸν μὲν τοδί, οὐκ ἔσται δέ, ὥστε τὰ ἀδύνατα εἶναι ταύτῃ διαφεύγειν· λέγω δὲ οἷον εἴ τις φαίη δυνατὸν τὴν διάμετρον μετρηθῆναι οὐ μέντοι μετρηθήσεσθαι—ὁ μὴ λογιζόμενος τὸ ἀδύνατον εἶναι—ὅτι οὐθὲν κωλύει δυνατόν τι ὂν εἶναι ἢ γενέσθαι μὴ εἶναι μηδʼ ἔσεσθαι.
如果所说的就是有潜能(可能)的,或者是由此推导出来的,显然,说‘这虽然是可能的,但将不会存在’不可能是真实的,否则不可能性就会通过这种方式溜掉;我的意思是,例如,如果有人说‘对角线是可以被度量的,但绝不会被度量’——这是没有考虑到不可能性的人的说法——其理由是,没有任何东西阻止一个可能存在或生成的事物实际上不存在或将不存在。
ἀλλʼ ἐκεῖνο ἀνάγκη ἐκ τῶν κειμένων, εἰ καὶ ὑποθοίμεθα εἶναι ἢ γεγονέναι ὃ οὐκ ἔστι μὲν δυνατὸν δέ, ὅτι οὐθὲν ἔσται ἀδύνατον·
但根据设定,如果我们假设那个实际上不存在但具有可能性(潜能)的事物存在或已经发生,那么将不会产生任何不可能的结果,这是必然的。
συμβήσεται δέ γε, τὸ γὰρ μετρεῖσθαι ἀδύνατον.
但确实会产生不可能的结果,因为对角线被度量是不可能的。
οὐ γὰρ δή ἐστι ταὐτὸ τὸ ψεῦδος καὶ τὸ ἀδύνατον· τὸ γάρ σε ἑστάναι νῦν ψεῦδος μέν, οὐκ ἀδύνατον δέ.
因为虚假与不可能确实不是一回事;例如,你现在站着这件事是虚假的,但并非不可能。
ἅμα δὲ δῆλον καὶ ὅτι, εἰ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι, καὶ δυνατοῦ ὄντος εἶναι τοῦ Α καὶ τὸ Β ἀνάγκη εἶναι δυνατόν·
同时也很明显,如果在 A 存在时必有 B 存在,那么在 A 可能存在时,B 也必然是可能的。
εἰ γὰρ μὴ ἀνάγκη δυνατὸν εἶναι, οὐθὲν κωλύει μὴ εἶναι δυνατὸν εἶναι.
因为如果 B 并非必然是可能的,那么就没有任何东西阻止 B 成为不可能的。
ἔστω δὴ τὸ Α δυνατόν.
设 A 是可能的。
οὐκοῦν ὅτε τὸ Α δυνατὸν εἴη εἶναι, εἰ τεθείη τὸ Α, οὐθὲν ἀδύνατον εἶναι συνέβαινεν· τὸ δέ γε Β ἀνάγκη εἶναι.
因此,当 A 可能存在时,如果假定 A 存在,则没有任何不可能的事发生;而 B 则是必然存在的。
ἀλλʼ ἦν ἀδύνατον.
但是,假设 B 是不可能的。
ἔστω δὴ ἀδύνατον.
设它为不可能。
εἰ δὴ ἀδύνατον εἶναι τὸ Β, ἀνάγκη καὶ τὸ Α εἶναι.
那么,如果 B 是不可能存在的,A 也必然是 [不可能的]。
ἀλλʼ ἦν ἄρα τὸ πρῶτον ἀδύνατον· καὶ τὸ δεύτερον ἄρα.
然而,第一种情况[A是不可能的]是不可能的;因此,第二种情况[B是不可能的]也是不可能的。
ἂν ἄρα ᾖ τὸ Α δυνατόν, καὶ τὸ Β ἔσται δυνατόν, εἴπερ οὕτως εἶχον ὥστε τοῦ Α ὄντος ἀνάγκη εἶναι τὸ Β. ἐὰν δὴ οὕτως ἐχόντων τῶν Α Β μὴ ᾖ δυνατὸν τὸ Β οὕτως, οὐδὲ τὰ Α Β ἕξει ὡς ἐτέθη·
因此,如果 A 是可能的,B 也将被是可能的,只要它们的关系是当 A 存在时,B 必然存在。 因此,如果在 A 与 B 具有这种关系的情况下,B 并非以这种方式可能,那么 A 与 B 也就不会具有所设定的那种关系。
καὶ εἰ τοῦ Α δυνατοῦ ὄντος ἀνάγκη τὸ Β δυνατὸν εἶναι, εἰ ἔστι τὸ Α ἀνάγκη εἶναι καὶ τὸ Β. τὸ γὰρ δυνατὸν εἶναι ἐξ ἀνάγκης τὸ Β εἶναι, εἰ τὸ Α δυνατόν, τοῦτο σημαίνει, ἐὰν ᾖ τὸ Α καὶ ὅτε καὶ ὡς ἦν δυνατὸν εἶναι, κἀκεῖνο τότε καὶ οὕτως εἶναι ἀναγκαῖον.
而且,如果当 A 可能时 B 必然是可能的,那么若 A 存在,B 也必然存在。 因为‘若 A 可能,则 B 必然是可能的’意味着:如果 A 存在,无论是当它可能存在之时,还是以其可能存在的方式,那个[B]也必然在当时并以该方式存在。
§9.5ἁπασῶν δὲ τῶν δυνάμεων οὐσῶν τῶν μὲν συγγενῶν οἷον τῶν αἰσθήσεων, τῶν δὲ ἔθει οἷον τῆς τοῦ αὐλεῖν, τῶν δὲ μαθήσει οἷον τῆς τῶν τεχνῶν, τὰς μὲν ἀνάγκη προενεργήσαντας ἔχειν, ὅσαι ἔθει καὶ λόγῳ, τὰς δὲ μὴ τοιαύτας καὶ τὰς ἐπὶ τοῦ πάσχειν οὐκ ἀνάγκη.
在所有的潜能中,有些是天生的,例如感觉;有些是通过习惯获得的,例如吹长笛的潜能;有些是通过学习获得的,例如技术的潜能。 那些通过习惯和理性(逻各斯)获得的潜能,我们必须在预先活动过之后才能拥有,而那些不属于这一类的以及那些关于受动(被动作用)的潜能,则并非必须如此。
ἐπεὶ δὲ τὸ δυνατὸν τὶ δυνατὸν καὶ ποτὲ καὶ πὼς καὶ ὅσα ἄλλα ἀνάγκη προσεῖναι ἐν τῷ διορισμῷ, καὶ τὰ μὲν κατὰ λόγον δύναται κινεῖν καὶ αἱ δυνάμεις αὐτῶν μετὰ λόγου, τὰ δὲ ἄλογα καὶ αἱ δυνάμεις ἄλογοι, κἀκείνας μὲν ἀνάγκη ἐν ἐμψύχῳ εἶναι ταύτας δὲ ἐν ἀμφοῖν, τὰς μὲν τοιαύτας δυνάμεις ἀνάγκη, ὅταν ὡς δύνανται τὸ ποιητικὸν καὶ τὸ παθητικὸν πλησιάζωσι, τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν, ἐκείνας δʼ οὐκ ἀνάγκη· αὗται μὲν γὰρ πᾶσαι μία ἑνὸς ποιητική, ἐκεῖναι δὲ τῶν ἐναντίων, ὥστε ἅμα ποιήσει τὰ ἐναντία· τοῦτο δὲ ἀδύνατον.
既然有潜能者是指在某时、以某方式对某事物具有潜能,且在定义中必然要加上所有其他限定,并且有些事物能够依照理性产生运动,它们的潜能是伴随理性的,而另一些则是无理性的,它们的潜能也是无理性的,且前者必然存在于有灵魂的事物中,而后者则存在于这两者之中,对于后一类[无理性的]潜能,当能动的与受动的按照其潜能所及而接近时,必然是一方施动而另一方受动,但对于前一类[有理性的]潜能,则并非必然;因为后一类潜能全部是单一事物产生单一结果的潜能,而前一类则是产生相反结果的,因此如果必然施动,它们将同时产生相反的结果;但这绝对是不可能的。
ἀνάγκη ἄρα ἕτερόν τι εἶναι τὸ κύριον· λέγω δὲ τοῦτο ὄρεξιν ἢ προαίρεσιν.
因此,必然存在着另一个起支配作用的东西;我所说的这个东西是指欲求(奥莱克西斯)或抉择(普罗艾雷西斯)。
ὁποτέρου γὰρ ἂν ὀρέγηται κυρίως, τοῦτο ποιήσει ὅταν ὡς δύναται ὑπάρχῃ καὶ πλησιάζῃ τῷ παθητικῷ· ὥστε τὸ δυνατὸν κατὰ λόγον ἅπαν ἀνάγκη, ὅταν ὀρέγηται οὗ ἔχει τὴν δύναμιν καὶ ὡς ἔχει, τοῦτο ποιεῖν· ἔχει δὲ παρόντος τοῦ παθητικοῦ καὶ ὡδὶ ἔχοντος·
因为无论它主导性地欲求哪一个,当它以其具有潜能的方式存在并接近受动者时,它就会做哪一个;因此,一切依照理性而有潜能的事物,在它欲求它所具有潜能的事物,并且以它具有该潜能的方式欲求时,就必然会做这件事;而且,它是在受动者临在并处于某种状态时才拥有这种潜能的;否则,它将无法施动。
εἰ δὲ μή, ποιεῖν οὐ δυνήσεται (τὸ γὰρ μηθενὸς τῶν ἔξω κωλύοντος προσδιορίζεσθαι οὐθὲν ἔτι δεῖ· τὴν γὰρ δύναμιν ἔχει ὡς ἔστι δύναμις τοῦ ποιεῖν, ἔστι δʼ οὐ πάντως ἀλλʼ ἐχόντων πῶς, ἐν οἷς ἀφορισθήσεται καὶ τὰ ἔξω κωλύοντα· ἀφαιρεῖται γὰρ ταῦτα τῶν ἐν τῷ διορισμῷ προσόντων ἔνια)· διὸ οὐδʼ ἐὰν ἅμα βούληται ἢ ἐπιθυμῇ ποιεῖν δύο ἢ τὰ ἐναντία, οὐ ποιήσει· οὐ γὰρ οὕτως ἔχει αὐτῶν τὴν δύναμιν οὐδʼ ἔστι τοῦ ἅμα ποιεῖν ἡ δύναμις, ἐπεὶ ὧν ἐστὶν οὕτως ποιήσει.
(因为已不再需要额外加上‘在没有外部阻碍的情况下’这一限定;因为它之所以拥有该潜能,正是作为施动的潜能,而这并不是无条件的,而是在事物处于某种状态时,其中外部的阻碍也已被定义为排除在外的;因为这些[外部阻碍]已通过定义中存在的某些限定而被去除了);因此,即使它同时希望或渴望做两件事或相反的事,它也不会去做它们;因为它是不会以这种方式具有做这些事的潜能的,也不存在同时做这两件事的潜能,因为它会以其具有潜能的方式,去做它所能做的事。

词汇与语法注释

  1. 1047b4ὥστε τὰ ἀδύνατα εἶναι ταύτῃ διαφεύγειν — 由 ὥστε 引导的不定式从句。动词 διαφεύγειν(逃避、滑过)表示荒谬的后果,即不可能性在此方式下“逃逸”了(即本来不可能的事情会被错误地视为可能)。
  2. 1047b15εἰ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι — 包含属格独立结构 τοῦ Α ὄντος(当A存在时)的条件从句。接下来的主句中也包含属格独立结构 δυνατοῦ ὄντος εἶναι τοῦ Α(当A可能存在时)。这标志着从前提的存在关系过渡到其可能性关系的逻辑步骤。
  3. 1047b20ἀλλʼ ἦν ἄρα τὸ πρῶτον ἀδύνατον· καὶ τὸ δεύτερον ἄρα — 归谬法的结论部分。τὸ πρῶτον(第一者)指“A是不可能的”(这与A是可能的这一前提相矛盾,故是不可能的),τὸ δεύτερον(第二者)指假设的“B是不可能的”。因此,B是不可能的这一假设也是“不可能的”,从而推导出B是可能的。
  4. 1048a12ὁποτέρου γὰρ ἂν ὀρέγηται κυρίως — 由关系代词 ὁπότερος 带有 ἄν 和虚拟式 ὀρέγηται 引导的一般条件从句(“无论它欲求两者中的哪一个”)。副词 κυρίως(决定性地、主导性地)表明,在能够选择相反两者的理性潜能中,欲求是决定其中一方的起支配作用的要素。

引用这一段

亚里士多德, 形而上学 §9.4-9.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:9.4-9.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。