§9.10ἐπεὶ δὲ τὸ ὂν λέγεται καὶ τὸ μὴ ὂν τὸ μὲν κατὰ τὰ σχήματα τῶν κατηγοριῶν, τὸ δὲ κατὰ δύναμιν ἢ ἐνέργειαν τούτων ἢ τἀναντία, τὸ δὲ ἀληθὲς ἢ ψεῦδος, τοῦτο δʼ ἐπὶ τῶν πραγμάτων ἐστὶ τῷ συγκεῖσθαι ἢ διῃρῆσθαι, ὥστε ἀληθεύει μὲν ὁ τὸ διῃρημένον οἰόμενος διῃρῆσθαι καὶ τὸ συγκείμενον συγκεῖσθαι, ἔψευσται δὲ ὁ ἐναντίως ἔχων ἢ τὰ πράγματα, πότʼ ἔστιν ἢ οὐκ ἔστι τὸ ἀληθὲς λεγόμενον ἢ ψεῦδος;
由于“存在”与“不存在”,在一种意义上是根据范畴的诸形态来表述的,在另一种意义上是根据这些范畴的潜能或现实活动或其相反者来表述的,还有一种意义是指真或假,而这在事物方面取决于它们的结合或分离,因此,凡认为分离者已分离、结合者已结合的人便说出了真理,而其状态与事物的实际相反的人则陷于错误,那么,所谓真或假在何时存在或不存在呢?
τοῦτο γὰρ σκεπτέον τί λέγομεν.
因为我们必须考察我们所说的是什么意思。
οὐ γὰρ διὰ τὸ ἡμᾶς οἴεσθαι ἀληθῶς σε λευκὸν εἶναι εἶ σὺ λευκός, ἀλλὰ διὰ τὸ σὲ εἶναι λευκὸν ἡμεῖς οἱ φάντες τοῦτο ἀληθεύομεν.
因为并不是由于我们真实地认为你白,你才白,而是由于你白,我们这些陈述这一点的人才说出了真理。
εἰ δὴ τὰ μὲν ἀεὶ σύγκειται καὶ ἀδύνατα διαιρεθῆναι, τὰ δʼ ἀεὶ διῄρηται καὶ ἀδύνατα συντεθῆναι, τὰ δʼ ἐνδέχεται τἀναντία, τὸ μὲν εἶναί ἐστι τὸ συγκεῖσθαι καὶ ἓν εἶναι, τὸ δὲ μὴ εἶναι τὸ μὴ συγκεῖσθαι ἀλλὰ πλείω εἶναι·
如果有些事物总是结合在一起而无法分离,有些事物总是分离而无法结合,而另一些事物则允许相反的情况,那么,存在就是结合和成为一,不存在就是不结合而成为多。
περὶ μὲν οὖν τὰ ἐνδεχόμενα ἡ αὐτὴ γίγνεται ψευδὴς καὶ ἀληθὴς δόξα καὶ ὁ λόγος ὁ αὐτός, καὶ ἐνδέχεται ὁτὲ μὲν ἀληθεύειν ὁτὲ δὲ ψεύδεσθαι·
因此,关于可变的事物,同一种意见和同一种言论会变为假的或真的,有可能在某一时刻说真话,在另一时刻犯错误。
περὶ δὲ τὰ ἀδύνατα ἄλλως ἔχειν οὐ γίγνεται ὁτὲ μὲν ἀληθὲς ὁτὲ δὲ ψεῦδος, ἀλλʼ ἀεὶ ταὐτὰ ἀληθῆ καὶ ψευδῆ.
但关于那些不能是其他样子的事物,它们不会在某一时刻为真,在另一时刻为假,而是同样的事物永远为真或永远为假。
—περὶ δὲ δὴ τὰ ἀσύνθετα τί τὸ εἶναι ἢ μὴ εἶναι καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος;
——然而,对于非复合的事物,存在或不存在,以及真和假是什么?
οὐ γάρ ἐστι σύνθετον, ὥστε εἶναι μὲν ὅταν συγκέηται, μὴ εἶναι δὲ ἐὰν διῃρημένον ᾖ, ὥσπερ τὸ λευκὸν τὸ ξύλον ἢ τὸ ἀσύμμετρον τὴν διάμετρον·
因为这种事物并不是复合的,以至于当它结合时就存在,分离时就不存在,就像“白色的木头”或“不通约的对角线”那样。
οὐδὲ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὁμοίως ἔτι ὑπάρξει καὶ ἐπʼ ἐκείνων.
在它们的情况下,真和假也不再以同样的方式存在。
ἢ ὥσπερ οὐδὲ τὸ ἀληθὲς ἐπὶ τούτων τὸ αὐτό, οὕτως οὐδὲ τὸ εἶναι, ἀλλʼ ἔστι τὸ μὲν ἀληθὲς ἢ ψεῦδος, τὸ μὲν θιγεῖν καὶ φάναι ἀληθές (οὐ γὰρ ταὐτὸ κατάφασις καὶ φάσις), τὸ δʼ ἀγνοεῖν μὴ θιγγάνειν (ἀπατηθῆναι γὰρ περὶ τὸ τί ἐστιν οὐκ ἔστιν ἀλλʼ ἢ κατὰ συμβεβηκός· ὁμοίως δὲ καὶ περὶ τὰς μὴ συνθετὰς οὐσίας, οὐ γὰρ ἔστιν ἀπατηθῆναι· καὶ πᾶσαι εἰσὶν ἐνεργείᾳ, οὐ δυνάμει, ἐγίγνοντο γὰρ ἂν καὶ ἐφθείροντο, νῦν δὲ τὸ ὂν αὐτὸ οὐ γίγνεται οὐδὲ φθείρεται, ἔκ τινος γὰρ ἂν ἐγίγνετο· —ὅσα δή ἐστιν ὅπερ εἶναί τι καὶ ἐνέργειαι, περὶ ταῦτα οὐκ ἔστιν ἀπατηθῆναι ἀλλʼ ἢ νοεῖν ἢ μή· ἀλλὰ τὸ τί ἐστι ζητεῖται περὶ αὐτῶν, εἰ τοιαῦτά ἐστιν ἢ μή)· τὸ δὲ εἶναι ὡς τὸ ἀληθές, καὶ τὸ μὴ εἶναι τὸ ὡς τὸ ψεῦδος, ἓν μέν ἐστιν, εἰ σύγκειται, ἀληθές, τὸ δʼ εἰ μὴ σύγκειται, ψεῦδος· τὸ δὲ ἕν, εἴπερ ὄν, οὕτως ἐστίν, εἰ δὲ μὴ οὕτως, οὐκ ἔστιν· τὸ δὲ ἀληθὲς τὸ νοεῖν ταῦτα· τὸ δὲ ψεῦδος οὐκ ἔστιν, οὐδὲ ἀπάτη, ἀλλὰ ἄγνοια, οὐχ οἵα ἡ τυφλότης· ἡ μὲν γὰρ τυφλότης ἐστὶν ὡς ἂν εἰ τὸ νοητικὸν ὅλως μὴ ἔχοι τις.
或者,正如在这些情况下真并不相同一样,存在也不相同,而是真或假乃是:接触和陈述是真(因为肯定和陈述并不相同),而无知则是不能接触(因为对于“事物是什么”是不可能被欺骗的,除非是在偶性的意义上;对于非复合的实体也是如此,因为对于它们是不可能被欺骗的;而且它们都存在于现实活动中,而不是在潜能中,否则它们就会生成和灭亡,但事实上,存在本身既不生成也不灭亡,因为它必须从某种东西中生成;——因此,凡是其实质就是某种本质且为现实活动的事物,关于它们是不可能被欺骗的,而只能是要么思考它们,要么不思考;但关于它们要探求的是“它是什么”,即它们是否具有这样的性质);而作为真的存在,以及作为假的非存在,在一种情况下,如果存在结合就是真,如果没有结合就是假;但对于一来说,如果它确实存在,就是以这种方式存在,如果不以这种方式存在,就不存在;而真就是思考这些事物,至于假和欺骗则不存在,而只有无知,但这不是像盲目那样的无知;因为盲目就像是人根本没有思考能力一样。
φανερὸν δὲ καὶ ὅτι περὶ τῶν ἀκινήτων οὐκ ἔστιν ἀπάτη κατὰ τὸ ποτέ, εἴ τις ὑπολαμβάνει ἀκίνητα.
同样显而易见的是,关于不动的事物,如果人们假定它们是不动的,那么在时间上就不会有欺骗。
οἷον τὸ τρίγωνον εἰ μὴ μεταβάλλειν οἴεται, οὐκ οἰήσεται ποτὲ μὲν δύο ὀρθὰς ἔχειν ποτὲ δὲ οὔ (μεταβάλλοι γὰρ ἄν), ἀλλὰ τὶ μὲν τὶ δʼ οὔ, οἷον ἄρτιον ἀριθμὸν πρῶτον εἶναι μηθένα, ἢ τινὰς μὲν τινὰς δʼ οὔ· ἀριθμῷ δὲ περὶ ἕνα οὐδὲ τοῦτο· οὐ γὰρ ἔτι τινὰ μὲν τινὰ δὲ οὒ οἰήσεται, ἀλλʼ ἀληθεύσει ἢ ψεύσεται ὡς ἀεὶ οὕτως ἔχοντος.
例如,如果有人认为三角形不会改变,他就不会认为它在某一时刻具有两个直角,在另一时刻不具有(因为那样它就会改变),而是认为某些是这样,某些不是这样,例如没有一个是偶数的素数,或者有些是而有些不是;但对于在数量上为一的单个对象,甚至连这也是不可能的;因为人不会再认为有些是而有些不是,而是要么说真,要么说假,因为其情况总是如此。